Humanitext Reader

柏拉图 · 阿尔西比亚德篇之一 §131-132

照料灵魂与眼睛映照镜子的比喻

第 19 段,共 21 段 · 希腊语

内容简介

苏格拉底论证,认识自己就是认识灵魂,而照料身体或财产并非照料自己。随后,他将德尔斐神谕“认识你自己”比作眼睛看镜子,以此开始探讨灵魂如何认识自身的过程。

§131ΑΛ. ἔοικεν.
阿尔基比亚德:看来是这样。
ΣΩ. ὅστις ἄρα τῶν τοῦ σώματός τι γιγνώσκει, τὰ αὑτοῦ ἀλλʼ οὐχ αὑτὸν ἔγνωκεν.
苏格拉底:那么,凡是认识身体之物的人,认识的是属于他自己的东西,而不是他自己。
ΑΛ. οὕτως.
阿尔基比亚德:正是。
ΣΩ. οὐδεὶς ἄρα τῶν ἰατρῶν ἑαυτὸν γιγνώσκει, καθʼ ὅσον ἰατρός, οὐδὲ τῶν παιδοτριβῶν, καθʼ ὅσον παιδοτρίβης.
苏格拉底:那么,医生作为医生,没有一个人认识他自己;体育教练作为体育教练,也没有一个人认识他自己。
ΑΛ. οὐκ ἔοικεν.
阿尔基比亚德:看来不是。
ΣΩ. πολλοῦ ἄρα δέουσιν οἱ γεωργοὶ καὶ οἱ ἄλλοι δημιουργοὶ γιγνώσκειν ἑαυτούς.
苏格拉底:那么,农夫和其他匠人距离认识他们自己就更遥远了。
οὐδὲ γὰρ τὰ ἑαυτῶν οὗτοί γε, ὡς ἔοικεν, ἀλλʼ ἔτι πορρωτέρω τῶν ἑαυτῶν κατά γε τὰς τέχνας ἃς ἔχουσιν· τὰ γὰρ τοῦ σώματος γιγνώσκουσιν, οἷς τοῦτο θεραπεύεται.
因为这些人甚至连属于他们自己的东西都不认识,而是由于他们所拥有的技术,看来认识的是距离他们自己更遥远的东西;因为他们认识的是身体的事物,也就是用来照料身体的东西。
ΑΛ. ἀληθῆ λέγεις.
阿尔基比亚德:你说得对。
ΣΩ. εἰ ἄρα σωφροσύνη ἐστὶ τὸ ἑαυτὸν γιγνώσκειν, οὐδεὶς τούτων σώφρων κατὰ τὴν τέχνην.
苏格拉底:因此,如果节制就是认识自己,那么这些人中没有一个在技术上是节制的。
ΑΛ. οὔ μοι δοκεῖ.
阿尔基比亚德:在我看来不是。
ΣΩ. διὰ ταῦτα δὴ καὶ βάναυσοι αὗται αἱ τέχναι δοκοῦσιν εἶναι καὶ οὐκ ἀνδρὸς ἀγαθοῦ μαθήματα.
苏格拉底:正是因为这些原因,这些技术也被看作是粗俗的,而不是好人应该学习的知识。
ΑΛ. πάνυ μὲν οὖν.
阿尔基比亚德:完全如此。
ΣΩ. οὐκοῦν πάλιν ὅστις αὖ σῶμα θεραπεύει, τὰ ἑαυτοῦ ἀλλʼ οὐχ αὑτὸν θεραπεύει;
苏格拉底:那么反过来,照料身体的人,照料的是属于他自己的东西,而不是他自己吗?
ΑΛ. κινδυνεύει.
阿尔基比亚德:大概是这样。
ΣΩ. ὅστις δέ γε τὰ χρήματα, οὔθʼ ἑαυτὸν οὔτε τὰ ἑαυτοῦ, ἀλλʼ ἔτι πορρωτέρω τῶν ἑαυτοῦ;
苏格拉底:而照料财产的人,既不照料他自己,也不照料属于他自己的东西,而是照料比属于他的东西还要遥远的东西?
ΑΛ. ἔμοιγε δοκεῖ.
阿尔基比亚德:在我看来是这样。
ΣΩ. οὐ τὰ αὑτοῦ ἄρα ἔτι πράττει ὁ χρηματιστής.
苏格拉底:因此,赚钱的人不再是在做他自己的事情了。
ΑΛ. ὀρθῶς.
阿尔基比亚德:对。
ΣΩ. εἰ ἄρα τις γέγονεν ἐραστὴς τοῦ Ἀλκιβιάδου σώματος, οὐκ Ἀλκιβιάδου ἄρα ἠράσθη ἀλλά τινος τῶν Ἀλκιβιάδου.
苏格拉底:那么,如果有人成了阿尔基比亚德身体的爱慕者,他所爱的就不是阿尔基比亚德,而是属于阿尔基比亚德的某样东西。
ΑΛ. ἀληθῆ λέγεις.
阿尔基比亚德:你说得对。
ΣΩ. ὅστις δέ σου τῆς ψυχῆς ἐρᾷ;
苏格拉底:但是那个爱你灵魂的人呢?
ΑΛ. ἀνάγκη φαίνεται ἐκ τοῦ λόγου.
阿尔基比亚德:从道理来看,显然必须如此。
ΣΩ. οὐκοῦν ὁ μὲν τοῦ σώματός σου ἐρῶν, ἐπειδὴ λήγει ἀνθοῦν, ἀπιὼν οἴχεται;
苏格拉底:那么,爱慕你身体的人,当身体不再盛开时,不就离你而去了吗?
ΑΛ. φαίνεται.
阿尔基比亚德:看来是这样。
ΣΩ. ὁ δέ γε τῆς ψυχῆς ἐρῶν οὐκ ἄπεισιν, ἕως ἂν ἐπὶ τὸ βέλτιον ἴῃ;
苏格拉底:而那爱慕灵魂的人,只要它朝着更好的方向走,不就不会离开吗?
ΑΛ. εἰκός γε.
阿尔基比亚德:理当如此。
ΣΩ. οὐκοῦν ἐγώ εἰμι ὁ οὐκ ἀπιὼν ἀλλὰ παραμένων λήγοντος τοῦ σώματος, τῶν ἄλλων ἀπεληλυθότων.
苏格拉底:那么,我不就是在你的身体衰退时仍不离去、留在这里的人吗? 而其他人已经走了。
ΑΛ. εὖ γε ποιῶν, ὦ Σώκρατες· καὶ μηδὲ ἀπέλθοις.
阿尔基比亚德:你做得太好了,苏格拉底;愿你永远也不要离开。
ΣΩ. προθυμοῦ τοίνυν ὅτι κάλλιστος εἶναι.
苏格拉底:那么,请你努力使自己尽可能变得最美吧。
ΑΛ. ἀλλὰ προθυμήσομαι.
阿尔基比亚德:我会努力的。
ΣΩ. ὡς οὕτω γέ σοι ἔχει· οὔτʼ ἐγένεθʼ, ὡς ἔοικεν, Ἀλκιβιάδῃ τῷ Κλεινίου ἐραστὴς οὔτʼ ἔστιν ἀλλʼ ἢ εἷς μόνος, καὶ οὗτος ἀγαπητός, Σωκράτης ὁ Σωφρονίσκου καὶ Φαιναρέτης.
苏格拉底:因为你的情况是这样的:对于克莱尼亚斯之子阿尔基比亚德来说,看来过去不曾有、现在也没有任何爱慕者,除了仅有的一位,而这一个正是值得珍爱的、索夫罗尼斯科斯与斐纳蕾特之子苏格拉底。
ΑΛ. ἀληθῆ.
阿尔基比亚德:确实如此。
ΣΩ. οὐκοῦν ἔφησθα σμικρὸν φθῆναί με προσελθόντα σοι, ἐπεὶ πρότερος ἄν μοι προσελθεῖν, βουλόμενος πυθέσθαι διʼ ὅτι μόνος οὐκ ἀπέρχομαι;
苏格拉底:那么,你曾说过我向你走来只是稍微抢先了一步,因为你本来会先向我走来,想要询问为什么只有我不离去?
ΑΛ. ἦν γὰρ οὕτω.
阿尔基比亚德:确实如此。
§132ΣΩ. τοῦτο τοίνυν αἴτιον, ὅτι μόνος ἐραστὴς ἦν σός, οἱ δʼ ἄλλοι τῶν σῶν· τὰ δὲ σὰ λήγει ὥρας, σὺ δʼ ἄρχῃ ἀνθεῖν.
苏格拉底:那么,原因就在于:只有我是你自身的爱慕者,而其他人则是你之物的爱慕者;你之物正在失去它的青春韶华,而你自身则开始盛开。
καὶ νῦν γε ἂν μὴ διαφθαρῇς ὑπὸ τοῦ Ἀθηναίων δήμου καὶ αἰσχίων γένῃ, οὐ μή σε ἀπολίπω.
如今,只要你不被雅典人民败坏,不变得更加丑陋,我决不会离开你。
τοῦτο γὰρ δὴ μάλιστα ἐγὼ φοβοῦμαι, μὴ δημεραστὴς ἡμῖν γενόμενος διαφθαρῇς· πολλοὶ γὰρ ἤδη καὶ ἀγαθοὶ αὐτὸ πεπόνθασιν Ἀθηναίων.
因为这正是我最害怕的,怕你成了平民的爱慕者而遭到败坏;因为已经有许多优秀的雅典人遭受了这种命运。
εὐπρόσωπος γὰρ "ὁ τοῦ μεγαλήτορος δῆμος Ἐρεχθέως· " ἀλλʼ ἀποδύντα χρὴ αὐτὸν θεάσασθαι.
因为 “心胸伟大的埃雷克修斯的人民” 面貌虽美,但必须剥去他的外衣来审视。
εὐλαβοῦ οὖν τὴν εὐλάβειαν ἣν ἐγὼ λέγω.
所以,你要留心我所说的这种戒备。
ΑΛ. τίνα;
阿尔基比亚德:什么戒备?
ΣΩ. γύμνασαι πρῶτον, ὦ μακάριε, καὶ μάθε ἃ δεῖ μαθόντα ἰέναι ἐπὶ τὰ τῆς πόλεως, πρότερον δὲ μή, ἵνʼ ἀλεξιφάρμακα ἔχων ἴῃς καὶ μηδὲν πάθῃς δεινόν.
苏格拉底:幸福的人啊,先锻炼你自己吧,学习那些必须学会才能去参与城邦事务的东西,在这之前千万不要去,这样你就能带着解毒药前去,不至于遭受任何可怕的境遇。
ΑΛ. εὖ μοι δοκεῖς λέγειν, ὦ Σώκρατες· ἀλλὰ πειρῶ ἐξηγεῖσθαι ὅντινʼ ἂν τρόπον ἐπιμεληθεῖμεν ἡμῶν αὐτῶν.
阿尔基比亚德:在我看来,你说得很好,苏格拉底;但请试着解释一下,我们应该通过什么方式来关照我们自己。
ΣΩ. οὐκοῦν τοσοῦτον μὲν ἡμῖν εἰς τὸ πρόσθεν πεπέρανται —ὃ γὰρ ἐσμέν, ἐπιεικῶς ὡμολόγηται—ἐφοβούμεθα δὲ μὴ τούτου σφαλέντες λάθωμεν ἑτέρου τινὸς ἐπιμελόμενοι ἀλλʼ οὐχ ἡμῶν.
苏格拉底:那么,到目前为止我们已经推进了这么多——因为我们是什么,已经得到了合理的同意——但我们曾害怕,如果我们在这件事上犯了错,会在不知不觉中去照料别的东西,而不是照料我们自己。
ΑΛ. ἔστι ταῦτα.
阿尔基比亚德:确实如此。
ΣΩ. καὶ μετὰ τοῦτο δὴ ὅτι ψυχῆς ἐπιμελητέον καὶ εἰς τοῦτο βλεπτέον.
苏格拉底:而在这之后,显然必须照料灵魂,并向这方面看。
ΑΛ. δῆλον.
阿尔基比亚德:显然。
ΣΩ. σωμάτων δὲ καὶ χρημάτων τὴν ἐπιμέλειαν ἑτέροις παραδοτέον.
苏格拉底:而身体和财产的照料则应该交给其他人。
ΑΛ. τί μήν;
阿尔基比亚德:当然。
ΣΩ. τίνʼ οὖν ἂν τρόπον γνοῖμεν αὐτὸ ἐναργέστατα;
苏格拉底:那么,我们用什么方式才能最清晰地认识它呢?
ἐπειδὴ τοῦτο γνόντες, ὡς ἔοικεν, καὶ ἡμᾶς αὐτοὺς γνωσόμεθα.
因为看来,认识了它,我们也就认识了我们自己。
ἆρα πρὸς θεῶν εὖ λέγοντος οὗ νυνδὴ ἐμνήσθημεν τοῦ Δελφικοῦ γράμματος οὐ συνίεμεν;
凭神明起誓,我们刚才提到的那句德尔斐铭文说得很好,难道我们竟然不理解它吗?
ΑΛ. τὸ ποῖόν τι διανοούμενος λέγεις, ὦ Σώκρατες;
阿尔基比亚德:苏格拉底,你是基于怎样的想法而这样说的?
ΣΩ. ἐγώ σοι φράσω, ὅ γε ὑποπτεύω λέγειν καὶ συμβουλεύειν ἡμῖν τοῦτο τὸ γράμμα.
苏格拉底:我会告诉你,我猜测这句铭文对我们说了什么、建议了什么。
κινδυνεύει γὰρ οὐδὲ πολλαχοῦ εἶναι παράδειγμα αὐτοῦ, ἀλλὰ κατὰ τὴν ὄψιν μόνον.
因为看来,它的范例并不存在于许多地方,而仅仅存在于视觉之中。
ΑΛ. πῶς τοῦτο λέγεις;
阿尔基比亚德:你这话怎么说?
ΣΩ. σκόπει καὶ σύ.
苏格拉底:你自己也考虑一下。
εἰ ἡμῶν τῷ ὄμματι ὥσπερ ἀνθρώπῳ συμβουλεῦον εἶπεν ἰδὲ σαυτόν, πῶς ἂν ὑπελάβομεν τί παραινεῖν;
如果它对我们的眼睛说话,就像对人提出建议一样,说 “看你自己”,那我们会认为它在规劝什么呢?
ἆρα οὐχὶ εἰς τοῦτο βλέπειν, εἰς ὃ βλέπων ὁ ὀφθαλμὸς ἔμελλεν αὑτὸν ἰδεῖν;
难道不是在规劝去看着那样一个东西,眼睛只要看着它,就能看到眼睛自己吗?
ΑΛ. δῆλον.
阿尔基比亚德:显然。
ΣΩ. ἐννοῶμεν δὴ εἰς τί βλέποντες τῶν ὄντων ἐκεῖνό τε ὁρῷμεν ἅμα ἂν καὶ ἡμᾶς αὐτούς;
苏格拉底:那么,让我们考虑一下,看着存在的事物中的什么,我们能同时看到那个东西和我们自己?
ΑΛ. δῆλον δή, ὦ Σώκρατες, ὅτι εἰς κάτοπτρά τε καὶ τὰ τοιαῦτα.
阿尔基比亚德:显然,苏格拉底,是看着镜子和诸如此类的东西。
ΣΩ. ὀρθῶς λέγεις.
苏格拉底:你说得对。
οὐκοῦν καὶ τῷ ὀφθαλμῷ ᾧ ὁρῶμεν ἔνεστί τι τῶν τοιούτων;
那么,在我们用来看东西的眼睛里,不也存在某种这类东西吗?
ΑΛ. πάνυ γε.
阿尔基比亚德:正是。

词汇与语法注释

  1. 131aτῶν τοῦ σώματός τι — 部分属格结构。`τῶν τοῦ σώματος`(属于身体的事物)修饰代词 `τι`(某样东西)。在语法上表明,身体的各个部位或属性与作为灵魂本身的“自身”是有区别的。
  2. 131aπολλοῦ ἄρα δέουσιν — 意为“远非”、“绝不”的成语。这是非人称句式 `πολλοῦ δεῖ`(远非)的复数第三人称形式,主语为 `οἱ γεωργοὶ καὶ οἱ ἄλλοι δημιουργοὶ`,并伴有不定式 `γιγνώσκειν`(认识)。`πολλοῦ` 为表示分离或程度的属格。
  3. 132aοὐ μή σε ἀπολίπω — 表示强烈否定意志的 `οὐ μή` + 虚拟语气(此处为 `ἀπολίπω`,第一人称单数不定过去时主动虚拟语气)句式。表达了“决不/绝不”的坚定未来否定。
  4. 132cεὖ λέγοντος οὗ νυνδὴ ἐμνήσθημεν τοῦ Δελφικοῦ γράμματος — 包含关系从句中先行词的格吸引(attraction)现象。`τοῦ Δελφικοῦ γράμματος` 本是主句动词 `συνίεμεν`(理解,通常支配属格)的宾语,但受到关系代词 `οὗ`(因 `μνημονεύω` 支配属格而为属格)的吸引而变为属格,而 `εὖ λέγοντος` 是与 `γράμματος` 一致的分词。

引用这一段

柏拉图, 阿尔西比亚德篇之一 §131-132. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg013.humanitext-grc2:131-132

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。