§129ΑΛ. ἀδύνατον.
阿尔基比亚德:不可能。
ΣΩ. πότερον οὖν δὴ ῥᾴδιον τυγχάνει τὸ γνῶναι ἑαυτόν, καί τις ἦν φαῦλος ὁ τοῦτο ἀναθεὶς εἰς τὸν ἐν Πυθοῖ νεών, ἢ χαλεπόν τι καὶ οὐχὶ παντός;
苏格拉底:那么,认识自己到底是一件容易的事,而把这句话献纳在皮托神殿里的是个无用之辈,还是说它是一件困难且非人人都能做到的事?
ΑΛ. ἐμοὶ μέν, ὦ Σώκρατες, πολλάκις μὲν ἔδοξε παντὸς εἶναι, πολλάκις δὲ παγχάλεπον.
阿尔基比亚德:苏格拉底,对我来说,它有时显得是人人都能做到的,有时又显得极其困难。
ΣΩ. ἀλλʼ, ὦ Ἀλκιβιάδη, εἴτε ῥᾴδιον εἴτε μή ἐστιν, ὅμως γε ἡμῖν ὧδʼ ἔχει· γνόντες μὲν αὐτὸ τάχʼ ἂν γνοῖμεν τὴν ἐπιμέλειαν ἡμῶν αὐτῶν, ἀγνοοῦντες δὲ οὐκ ἄν ποτε.
苏格拉底:但是,阿尔基比亚德,无论它是容易还是不易,我们面临的情况依然是:如果我们认识了它,我们也许会很快知道对我们自身的关照;如果对它一无所知,我们就永远无法知道。
ΑΛ. ἔστι ταῦτα.
阿尔基比亚德:确实如此。
ΣΩ. φέρε δή, τίνʼ ἂν τρόπον εὑρεθείη αὐτὸ ταὐτό;
苏格拉底:来吧,“自身本身”能通过什么方式被找到呢?
οὕτω μὲν γὰρ ἂν τάχʼ εὕροιμεν τί ποτʼ ἐσμὲν αὐτοί, τούτου δʼ ἔτι ὄντες ἐν ἀγνοίᾳ ἀδύνατοί που.
因为这样我们也许会很快发现我们自身究竟是什么;但如果对这还处于无知之中,我们大概是无能为力的。
ΑΛ. ὀρθῶς λέγεις.
阿尔基比亚德:你说得对。
ΣΩ. ἔχε οὖν πρὸς Διός.
苏格拉底:那么请凭宙斯起誓。
τῷ διαλέγῃ σὺ νῦν;
你现在是在和谁对话?
ἄλλο τι ἢ ἐμοί;
难道是除了我以外的其他人吗?
ΑΛ. ναί.
阿尔基比亚德:不是。
ΣΩ. οὐκοῦν καὶ ἐγὼ σοί;
苏格拉底:那我也是在和你对话吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. Σωκράτης ἄρʼ ἐστὶν ὁ διαλεγόμενος;
苏格拉底:那么说话的人是苏格拉底吗?
ΑΛ. πάνυ γε.
阿尔基比亚德:正是。
ΣΩ. Ἀλκιβιάδης δʼ ὁ ἀκούων;
苏格拉底:而听的人是阿尔基比亚德吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. οὐκοῦν λόγῳ διαλέγεται ὁ Σωκράτης;
苏格拉底:那么苏格拉底是通过语言来进行对话的吗?
ΑΛ. τί μήν;
阿尔基比亚德:当然。
ΣΩ. τὸ δὲ διαλέγεσθαι καὶ τὸ λόγῳ χρῆσθαι ταὐτόν που καλεῖς.
苏格拉底:而你大概认为“对话”和“使用语言”是同一回事吧。
ΑΛ. πάνυ γε.
阿尔基比亚德:正是。
ΣΩ. ὁ δὲ χρώμενος καὶ ᾧ χρῆται οὐκ ἄλλο;
苏格拉底:但是,使用者和被使用者不是不同的吗?
ΑΛ. πῶς λέγεις;
阿尔基比亚德:你这是什么意思?
ΣΩ. ὥσπερ σκυτοτόμος τέμνει που τομεῖ καὶ σμίλῃ καὶ ἄλλοις ὀργάνοις.
苏格拉底:就像鞋匠大概用裁刀、锥子和其他工具进行裁剪。
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. οὐκοῦν ἄλλο μὲν ὁ τέμνων καὶ χρώμενος, ἄλλο δὲ οἷς τέμνων χρῆται;
苏格拉底:那么,裁剪和使用者,与他裁剪时所使用的东西,不是不同的吗?
ΑΛ. πῶς γὰρ οὔ;
阿尔基比亚德:当然是。
ΣΩ. ἆρʼ οὖν οὕτως καὶ οἷς ὁ κιθαριστὴς κιθαρίζει καὶ αὐτὸς ὁ κιθαριστὴς ἄλλο ἂν εἴη;
苏格拉底:那么,琴手弹琴时所使用的东西,和琴手自身,不也是不同的吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. τοῦτο τοίνυν ἀρτίως ἠρώτων, εἰ ὁ χρώμενος καὶ ᾧ χρῆται ἀεὶ δοκεῖ ἕτερον εἶναι.
苏格拉底:那么,这就是我刚才所问的,使用者和被使用者是否总是显得不同。
ΑΛ. δοκεῖ.
阿尔基比亚德:是的。
ΣΩ. τί οὖν φῶμεν τὸν σκυτοτόμον;
苏格拉底:那么对于鞋匠我们怎么说?
τέμνειν ὀργάνοις μόνον ἢ καὶ χερσίν;
他仅仅是用工具裁剪,还是也用手?
ΑΛ. καὶ χερσίν.
阿尔基比亚德:也用手。
ΣΩ. χρῆται ἄρα καὶ ταύταις;
苏格拉底:那么他也使用手了?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. ἦ καὶ τοῖς ὀφθαλμοῖς χρώμενος σκυτοτομεῖ;
苏格拉底:他也是在使用眼睛的情况下制鞋的吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. τὸν δὲ χρώμενον καὶ οἷς χρῆται ἕτερα ὁμολογοῦμεν;
苏格拉底:而我们同意,使用者和被使用者是不同的?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. ἕτερον ἄρα σκυτοτόμος καὶ κιθαριστὴς χειρῶν καὶ ὀφθαλμῶν οἷς ἐργάζονται;
苏格拉底:那么,鞋匠和琴手,与他们工作时所使用的手和眼睛是不同的?
ΑΛ. φαίνεται.
阿尔基比亚德:看来是这样。
ΣΩ. οὐκοῦν καὶ παντὶ τῷ σώματι χρῆται ἅνθρωπος;
苏格拉底:那么,人不是也使用他的整个身体吗?
ΑΛ. πάνυ γε.
阿尔基比亚德:正是。
ΣΩ. ἕτερον δʼ ἦν τό τε χρώμενον καὶ ᾧ χρῆται;
苏格拉底:而使用者和被使用者是不同的?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. ἕτερον ἄρα ἅνθρωπός ἐστι τοῦ σώματος τοῦ ἑαυτοῦ;
苏格拉底:那么,人与他自己的身体是不同的?
ΑΛ. ἔοικεν.
阿尔基比亚德:看来是这样。
ΣΩ. τί ποτʼ οὖν ὁ ἄνθρωπος;
苏格拉底:那么,人究竟是什么?
ΑΛ. οὐκ ἔχω λέγειν.
阿尔基比亚德:我不知道该怎么说。
ΣΩ. ἔχεις μὲν οὖν, ὅτι γε τὸ τῷ σώματι χρώμενον.
苏格拉底:不,你其实知道,至少知道他是使用身体的那个东西。
ΑΛ. ναί.
阿尔基比亚德:是的。
§130ΣΩ. ἦ οὖν ἄλλο τι χρῆται αὐτῷ ἢ ψυχή;
苏格拉底:那么,使用身体的难道是除了灵魂以外的其他东西吗?
ΑΛ. οὐκ ἄλλο.
阿尔基比亚德:不是其他东西。
ΣΩ. οὐκοῦν ἄρχουσα;
苏格拉底:而且作为支配者?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. καὶ μὴν τόδε γʼ οἶμαι οὐδένα ἂν ἄλλως οἰηθῆναι.
苏格拉底:而且,我认为任何人对这一点都不会有其他想法。
ΑΛ. τὸ ποῖον;
阿尔基比亚德:哪一点?
ΣΩ. μὴ οὐ τριῶν ἕν γέ τι εἶναι τὸν ἄνθρωπον.
苏格拉底:人不会不是三种东西中的某一个。
ΑΛ. τίνων;
阿尔基比亚德:哪三种?
ΣΩ. ψυχὴν ἢ σῶμα ἢ συναμφότερον, τὸ ὅλον τοῦτο.
苏格拉底:灵魂,或者身体,或者这二者结合的整体。
ΑΛ. τί μήν;
阿尔基比亚德:当然。
ΣΩ. ἀλλὰ μὴν αὐτό γε τὸ τοῦ σώματος ἄρχον ὡμολογήσαμεν ἄνθρωπον εἶναι;
苏格拉底:但是我们已经同意,支配身体的那个东西就是人?
ΑΛ. ὡμολογήσαμεν.
阿尔基比亚德:已经同意了。
ΣΩ. ἆρʼ οὖν σῶμα αὐτὸ αὑτοῦ ἄρχει;
苏格拉底:那么,身体自身支配它自己吗?
ΑΛ. οὐδαμῶς.
阿尔基比亚德:绝不。
ΣΩ. ἄρχεσθαι γὰρ αὐτὸ εἴπομεν.
苏格拉底:因为我们说过它是被支配的。
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. οὐκ ἂν δὴ τοῦτό γε εἴη ὃ ζητοῦμεν.
苏格拉底:那么这绝不会是我们正在寻找的东西。
ΑΛ. οὐκ ἔοικεν.
阿尔基比亚德:看来不是。
ΣΩ. ἀλλʼ ἄρα τὸ συναμφότερον τοῦ σώματος ἄρχει, καὶ ἔστι δὴ τοῦτο ἄνθρωπος;
苏格拉底:那么,是二者结合的整体支配身体,而这正是人吗?
ΑΛ. ἴσως δῆτα.
阿尔基比亚德:也许确实是。
ΣΩ. πάντων γε ἥκιστα·
苏格拉底:绝对不可能。
μὴ γὰρ συνάρχοντος τοῦ ἑτέρου οὐδεμία που μηχανὴ τὸ συναμφότερον ἄρχειν.
因为如果其中一个不同时支配,二者结合的整体大概无论如何都不可能进行支配。
ΑΛ. ὀρθῶς.
阿尔基比亚德:对。
ΣΩ. ἐπειδὴ δʼ οὔτε σῶμα οὔτε τὸ συναμφότερόν ἐστιν ἄνθρωπος, λείπεται οἶμαι ἢ μηδὲν αὔτʼ εἶναι, ἢ εἴπερ τί ἐστι, μηδὲν ἄλλο τὸν ἄνθρωπον συμβαίνειν ἢ ψυχήν.
苏格拉底:既然身体和二者结合的整体都不是人,那么我想,剩下的要么人什么都不是,要么如果他是某种东西,那么人最终只能是灵魂。
ΑΛ. κομιδῇ μὲν οὖν.
阿尔基比亚德:完全如此。
ΣΩ. ἔτι οὖν τι σαφέστερον δεῖ ἀποδειχθῆναί σοι ὅτι ἡ ψυχή ἐστιν ἄνθρωπος;
苏格拉底:那么,还需要向你更清楚地证明灵魂就是人吗?
ΑΛ. μὰ Δία, ἀλλʼ ἱκανῶς μοι δοκεῖ ἔχειν.
阿尔基比亚德:不,凭宙斯起誓,我觉得这已经足够了。
ΣΩ. εἰ δέ γε μὴ ἀκριβῶς ἀλλὰ καὶ μετρίως, ἐξαρκεῖ ἡμῖν·
苏格拉底:哪怕不够精确,只要还算过得去,对我们也就够了。
ἀκριβῶς μὲν γὰρ τότε εἰσόμεθα, ὅταν εὕρωμεν ὃ νυνδὴ παρήλθομεν διὰ τὸ πολλῆς εἶναι σκέψεως.
因为我们将来会精确地知道,那时我们会找到我们刚才因为需要大量的考察而放过去的那个东西。
ΑΛ. τί τοῦτο;
阿尔基比亚德:那是哪一个?
ΣΩ. ὃ ἄρτι οὕτω πως ἐρρήθη, ὅτι πρῶτον σκεπτέον εἴη αὐτὸ τὸ αὐτό· νῦν δὲ ἀντὶ τοῦ αὐτοῦ αὐτὸ ἕκαστον ἐσκέμμεθα ὅτι ἐστί.
苏格拉底:刚才大约是这样说到的,即我们必须首先考察“自身本身”;但现在,我们没有考察那个“自身”,而是考察了“每个东西自身”是什么。
καὶ ἴσως ἐξαρκέσει· οὐ γάρ που κυριώτερόν γε οὐδὲν ἂν ἡμῶν αὐτῶν φήσαιμεν ἢ τὴν ψυχήν.
而这也许就足够了,因为我们大概不能说有什么比灵魂更主宰我们自身的了。
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:确实不能。
ΣΩ. οὐκοῦν καλῶς ἔχει οὕτω νομίζειν, ἐμὲ καὶ σὲ προσομιλεῖν ἀλλήλοις τοῖς λόγοις χρωμένους τῇ ψυχῇ πρὸς τὴν ψυχήν;
苏格拉底:那么,我们这样认为也是对的吧:我和你正通过语言,用灵魂对灵魂,在互相交流?
ΑΛ. πάνυ μὲν οὖν.
阿尔基比亚德:完全如此。
ΣΩ. τοῦτʼ ἄρα ἦν ὃ καὶ ὀλίγῳ ἔμπροσθεν εἴπομεν, ὅτι Σωκράτης Ἀλκιβιάδῃ διαλέγεται λόγῳ χρώμενος, οὐ πρὸς τὸ σὸν πρόσωπον, ὡς ἔοικεν, ἀλλὰ πρὸς τὸν Ἀλκιβιάδην ποιούμενος τοὺς λόγους· τοῦτο δέ ἐστιν ἡ ψυχή.
苏格拉底:这就是我们刚才不久前说过的,苏格拉底是用语言与阿尔基比亚德对话,看来他不是对着你的脸,而是对着阿尔基比亚德进行对话——而这就是灵魂。
ΑΛ. ἔμοιγε δοκεῖ.
阿尔基比亚德:在我看来是这样。
ΣΩ. ψυχὴν ἄρα ἡμᾶς κελεύει γνωρίσαι ὁ ἐπιτάττων γνῶναι ἑαυτόν.
苏格拉底:那么,那道命令“认识你自己”的诫命,是在命令我们要认识灵魂。