Humanitext Reader

柏拉图 · 阿尔西比亚德篇之一 §128

关照自身与关照所有物的区别

第 17 段,共 21 段 · 希腊语

内容简介

苏格拉底区分了“关照自身”与“关照自身的所属物”,以身体及其配件为例,说明它们属于不同的技术。他得出结论:为了关照自身,首先必须知道“自身是什么”。

§128ΣΩ. φέρε δή, τί ἐστιν τὸ ἑαυτοῦ ἐπιμελεῖσθαι—μὴ πολλάκις λάθωμεν οὐχ ἡμῶν αὐτῶν ἐπιμελούμενοι, οἰόμενοι δέ —καὶ πότʼ ἄρα αὐτὸ ποιεῖ ἅνθρωπος;
苏格拉底:来吧,关照自身究竟是什么? 让我们小心,免得我们经常在以为自己是在关照自己的时候,实际上却不知不觉地没有关照自身。 那么,人究竟在什么时候做这件事呢?
ἆρʼ ὅταν τῶν αὑτοῦ ἐπιμελῆται, τότε καὶ αὑτοῦ;
是在关照自己所属之物的时候,他也同时关照了自身吗?
ΑΛ. ἐμοὶ γοῦν δοκεῖ.
阿尔基比亚德:至少在我看来是这样。
ΣΩ. τί δέ;
苏格拉底:那又怎样?
ποδῶν ἅνθρωπος ποτε ἐπιμελεῖται;
人会关照脚吗?
ἆρʼ ὅταν ἐκείνων ἐπιμελῆται ἅ ἐστι τῶν ποδῶν;
是在他关照那些属于脚的事物时吗?
ΑΛ. οὐ μανθάνω.
阿尔基比亚德:我不明白。
ΣΩ. καλεῖς δέ τι χειρός;
苏格拉底:那么,你是否有称作“属于手”的东西呢?
οἷον δακτύλιον ἔστιν ὅτου ἂν ἄλλου τῶν τοῦ ἀνθρώπου φαίης ἢ δακτύλου;
例如指环,除了手指之外,你会说它属于人的其他任何东西吗?
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:绝非如此。
ΣΩ. οὐκοῦν καὶ ποδὸς ὑπόδημα τὸν αὐτὸν τρόπον;
苏格拉底:那么鞋子也以同样的方式属于脚吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. καὶ ἱμάτια καὶ στρώματα τοῦ ἄλλου σώματος ὁμοίως;
苏格拉底:衣服和被褥也同样属于身体的其他部分吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. ἆρʼ οὖν ὅταν ὑποδημάτων ἐπιμελώμεθα, τότε ποδῶν ἐπιμελούμεθα;
苏格拉底:那么,当我们关照鞋子时,我们那时是在关照脚吗?
ΑΛ. οὐ πάνυ μανθάνω, ὦ Σώκρατες.
阿尔基比亚德:苏格拉底,我不太明白。
ΣΩ. τί δέ, ὦ Ἀλκιβιάδη;
苏格拉底:那么,阿尔基比亚德?
ὀρθῶς ἐπιμελεῖσθαι καλεῖς τι ὁτουοῦν πράγματος;
你是否将某种行为称作对任何事物的“正确关照”?
ΑΛ. ἔγωγε.
阿尔基比亚德:是的。
ΣΩ. ἆρʼ οὖν ὅταν τίς τι βέλτιον ποιῇ, τότε ὀρθὴν λέγεις ἐπιμέλειαν;
苏格拉底:那么,当某人使某物变得更好时,你称其为正确的关照吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. τίς οὖν τέχνη ὑποδήματα βελτίω ποιεῖ;
苏格拉底:那么,什么技术能使鞋子变得更好?
ΑΛ. σκυτική.
阿尔基比亚德:制鞋术。
ΣΩ. σκυτικῇ ἄρα ὑποδημάτων ἐπιμελούμεθα;
苏格拉底:那么我们是通过制鞋术来关照鞋子的吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. ἦ καὶ ποδὸς σκυτικῇ;
苏格拉底:那我们也是通过制鞋术来关照脚吗?
ἢ ἐκείνῃ ᾗ πόδας βελτίους ποιοῦμεν;
还是通过能让我们使脚变得更好的那种技术?
ΑΛ. ἐκείνῃ.
阿尔基比亚德:通过那种技术。
ΣΩ. βελτίους δὲ πόδας οὐχ ᾗπερ καὶ τὸ ἄλλο σῶμα;
苏格拉底:而使脚变得更好,不正是通过使身体的其他部分也变得更好的同一种技术吗?
ΑΛ. ἔμοιγε δοκεῖ.
阿尔基比亚德:在我看来是这样。
ΣΩ. αὕτη δʼ οὐ γυμναστική;
苏格拉底:那这不就是体育术吗?
ΑΛ. μάλιστα.
阿尔基比亚德:正是如此。
ΣΩ. γυμναστικῇ μὲν ἄρα ποδὸς ἐπιμελούμεθα, σκυτικῇ δὲ τῶν τοῦ ποδός;
苏格拉底:那么,我们是通过体育术来关照脚,而通过制鞋术来关照属于脚的事物吗?
ΑΛ. πάνυ γε.
阿尔基比亚德:正是。
ΣΩ. καὶ γυμναστικῇ μὲν χειρῶν, δακτυλιογλυφίᾳ δὲ τῶν τῆς χειρός;
苏格拉底:并且,通过体育术来关照手,而通过指环雕刻术来关照属于手的事物?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. καὶ γυμναστικῇ μὲν σώματος, ὑφαντικῇ δὲ καὶ ταῖς ἄλλαις τῶν τοῦ σώματος;
苏格拉底:通过体育术来关照身体,而通过织布术和其他技术来关照属于身体的事物?
ΑΛ. παντάπασι μὲν οὖν.
阿尔基比亚德:完全是这样。
ΣΩ. ἄλλῃ μὲν ἄρα τέχνῃ αὐτοῦ ἑκάστου ἐπιμελούμεθα, ἄλλῃ δὲ τῶν αὐτοῦ.
苏格拉底:那么,我们是通过一种技术来关照每个事物自身,而通过另一种技术来关照属于它的事物。
ΑΛ. φαίνεται.
阿尔基比亚德:看来是这样。
ΣΩ. οὐκ ἄρα ὅταν τῶν σαυτοῦ ἐπιμελῇ, σαυτοῦ ἐπιμελῇ.
苏格拉底:因此,当你关照你所属之物的时候,你并没有在关照自身。
ΑΛ. οὐδαμῶς.
阿尔基比亚德:绝非如此。
ΣΩ. οὐ γὰρ ἡ αὐτὴ τέχνη, ὡς ἔοικεν, ᾗ τις ἂν αὑτοῦ τε ἐπιμελοῖτο καὶ τῶν αὑτοῦ.
苏格拉底:因为看来,一个人用来既关照自身又关照自身所属之物的技术,并不是同一种技术。
ΑΛ. οὐ φαίνεται.
阿尔基比亚德:看来不是。
ΣΩ. φέρε δή, ποίᾳ ποτʼ ἂν ἡμῶν αὐτῶν ἐπιμεληθείημεν;
苏格拉底:来吧,我们究竟能通过什么样的技术来关照我们自身呢?
ΑΛ. οὐκ ἔχω λέγειν.
阿尔基比亚德:我不知道该怎么说。
ΣΩ. ἀλλὰ τοσόνδε γε ὡμολόγηται, ὅτι οὐχ ᾗ ἂν τῶν ἡμετέρων καὶ ὁτιοῦν βέλτιον ποιοῖμεν, ἀλλʼ ᾗ ἡμᾶς αὐτούς;
苏格拉底:但至少这一点已经达成共识了,即我们不是通过使我们的任何所属之物变得更好的技术,而是通过使我们自身变得更好的技术来关照自身?
ΑΛ. ἀληθῆ λέγεις.
阿尔基比亚德:你说得对。
ΣΩ. ἦ οὖν ἔγνωμεν ἄν ποτε τίς τέχνη ὑπόδημα βέλτιον ποιεῖ, μὴ εἰδότες ὑπόδημα;
苏格拉底:那么,如果我们不知道鞋子是什么,我们能知道什么技术可以使鞋子变得更好吗?
ΑΛ. ἀδύνατον.
阿尔基比亚德:不可能。
ΣΩ. οὐδέ γε τίς τέχνη δακτυλίους βελτίους ποιεῖ, ἀγνοοῦντες δακτύλιον.
苏格拉底:如果对指环一无所知,我们也同样无法知道什么技术能使指环变得更好。
ΑΛ. ἀληθῆ.
阿尔基比亚德:确实。
ΣΩ. τί δέ; τίς τέχνη βελτίω ποιεῖ αὐτόν, ἆρʼ ἄν ποτε γνοῖμεν ἀγνοοῦντες τί ποτʼ ἐσμὲν αὐτοί;
苏格拉底:那么,如果我们不知道我们自身究竟是什么,我们能知道什么技术可以使自身变得更好吗?

词汇与语法注释

  1. 128aμὴ πολλάκις λάθωμεν οὐχ ἡμῶν αὐτῶν ἐπιμελούμενοι, οἰόμενοι δέ — 虚拟式动词 λάθωμεν 引导的 μὴ 从句(表达担忧或规劝),由补充性分词 οὐχ ... ἐπιμελούμενοι 和 οἰόμενοι 补足。整句字面意为‘让我们当心,免得我们在以为自己是在关照自己的时候,实际上却不知不觉地没有关照自身’。
  2. 128aἔστιν ὅτου ἂν ἄλλου τῶν τοῦ ἀνθρώπου φαίης ἢ δακτύλου — 短语 ἔστιν ὅτου 是相当于 τινός(‘某些/任何’)的关系代词惯用紧缩形式。属格 τῶν τοῦ ἀνθρώπου 作部分属格(‘在属于人的事物之中’),而 ἢ δακτύλου(‘除了手指’)修饰比较级 ἄλλου(‘其他的’)。该句式探究指环是否会属于除了手指之外的其他人体部位。
  3. 128dἄλλῃ μὲν ἄρα τέχνῃ αὐτοῦ ἑκάστου ἐπιμελούμεθα, ἄλλῃ δὲ τῶν αὐτοῦ — 单词 ἄλλῃ 用作表示手段的与格(修饰省略的或前述的名词 tékhnē)。属格短语 αὐτοῦ ἑκάστου(‘每个事物自身’)与 τῶν αὐτοῦ(‘属于它的事物’)皆是由动词 ἐπιμελούμεθα(‘关照’)支配的宾语。该句式清晰地界定了关照事物本体与关照其附属物分别属于不同的技术。
  4. 128eτίς τέχνη βελτίω ποιεῖ αὐτόν — 代词 αὐτόν(‘其自身/自身’)在此处作为 βελτίω ποῖει 的直接宾语。与语境中提到的具体客体(鞋子和指环)相对照,它指的是‘自我自身’或‘人本身’。

引用这一段

柏拉图, 阿尔西比亚德篇之一 §128. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg013.humanitext-grc2:128

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。