§127ΣΩ. τί δέ;
苏格拉底:那又怎样?
γυνὴ ἀνδρὶ περὶ ὁπλιτικῆς δύναιτʼ ἂν ὁμονοεῖν μὴ μαθοῦσα;
妻子在没有学过的情况下,能与丈夫在重装步兵技术方面达成一致吗?
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:绝非如此。
ΣΩ. ἀνδρεῖον γὰρ τοῦτό γε ἴσως αὖ φαίης ἂν εἶναι.
苏格拉底:因为你或许也会说,这同样是男人的学问。
ΑΛ. ἔγωγε.
阿尔基比亚德:是的。
ΣΩ. ἔστιν ἄρα τὰ μὲν γυναικεῖα, τὰ δὲ ἀνδρεῖα μαθήματα κατὰ τὸν σὸν λόγον.
苏格拉底:那么,根据你的道理,有些是女人的学问,而有些是男人的学问。
ΑΛ. πῶς δʼ οὔ;
阿尔基比亚德:怎么会不是呢?
ΣΩ. οὐκ ἄρα ἔν γε τούτοις ἐστὶν ὁμόνοια γυναιξὶ πρὸς ἄνδρας.
苏格拉底:因此,至少在这些事情上,妻子与丈夫之间并没有一致。
ΑΛ. οὔ.
阿尔基比亚德:没有。
ΣΩ. οὐδʼ ἄρα φιλία, εἴπερ ἡ φιλία ὁμόνοια ἦν.
苏格拉底:因此也没有友爱,如果友爱确实就是一致的话。
ΑΛ. οὐ φαίνεται.
阿尔基比亚德:似乎是这样。
ΣΩ. ἧι ἄρα αἱ γυναῖκες τὰ αὑτῶν πράττουσιν, οὐ φιλοῦνται ὑπὸ τῶν ἀνδρῶν.
苏格拉底:那么,在妻子们做自己工作的时候,她们并不被丈夫们关爱。
ΑΛ. οὐκ ἔοικεν.
阿尔基比亚德:看来不像是被关爱。
ΣΩ. οὐδʼ ἄρα οἱ ἄνδρες ὑπὸ τῶν γυναικῶν ᾗ τὰ αὑτῶν.
苏格拉底:那么,丈夫们做自己工作的时候,也同样不被妻子们关爱。
ΑΛ. οὔ.
阿尔基比亚德:没有。
ΣΩ. οὐδʼ εὖ ἄρα ταύτῃ οἰκοῦνται αἱ πόλεις, ὅταν τὰ αὑτῶν ἕκαστοι πράττωσιν;
苏格拉底:那么,当每个人都做自己的工作时,城邦难道不是在这种情况下就无法得到好的管理了吗?
ΑΛ. οἶμαι ἔγωγε, ὦ Σώκρατες.
阿尔基比亚德:我认为会得到好的管理,苏格拉底。
ΣΩ. πῶς λέγεις, φιλίας μὴ παρούσης, ἧς ἔφαμεν ἐγγιγνομένης εὖ οἰκεῖσθαι τὰς πόλεις, ἄλλως δʼ οὔ;
苏格拉底:你这是什么意思? 在没有友爱存在的情况下? 我们刚才还说,当友爱产生时,城邦得到好的管理,否则就不会。
ΑΛ. ἀλλά μοι δοκεῖ καὶ κατὰ τοῦτʼ αὐτοῖς φιλία ἐγγίγνεσθαι, ὅτι τὰ αὑτῶν ἑκάτεροι πράττουσιν.
阿尔基比亚德:但在我看来,在他们之间也会因为这点产生友爱,即双方都做自己的工作。
ΣΩ. οὐκ ἄρτι γε·
苏格拉底:刚才可不是这样。
νῦν δὲ πῶς αὖ λέγεις;
那么现在你又是怎么说的?
ὁμονοίας μὴ ἐγγιγνομένης φιλία ἐγγίγνεται;
在不产生一致的情况下,友爱能产生吗?
ἢ οἷόν θʼ ὁμόνοιαν ἐγγίγνεσθαι ὧν οἱ μὲν ἴσασι περὶ τούτων, οἱ δʼ οὔ;
或者在一些事情上,有些人知道,而另一些人不知道,这之间可能产生一致吗?
ΑΛ. ἀδύνατον.
阿尔基比亚德:不可能。
ΣΩ. δίκαια δὲ πράττουσιν ἢ ἄδικα, ὅταν τὰ αὑτῶν ἕκαστοι πράττωσιν;
苏格拉底:那么,当每个人做自己工作的时候,他们做的是正义的事还是不正义的事?
ΑΛ. δίκαια· πῶς γὰρ οὔ;
阿尔基比亚德:正义的事;怎么会不是呢?
ΣΩ. τὰ δίκαια οὖν πραττόντων ἐν τῇ πόλει τῶν πολιτῶν φιλία οὐκ ἐγγίγνεται πρὸς ἀλλήλους;
苏格拉底:那么,当公民们在城邦里做正义的事时,他们彼此之间难道不会产生友爱吗?
ΑΛ. ἀνάγκη αὖ μοι δοκεῖ εἶναι, ὦ Σώκρατες.
阿尔基比亚德:这对我来说似乎又是必然的了,苏格拉底。
ΣΩ. τίνα οὖν ποτε λέγεις τὴν φιλίαν ἢ ὁμόνοιαν περὶ ἧς δεῖ ἡμᾶς σοφούς τε εἶναι καὶ εὐβούλους, ἵνα ἀγαθοὶ ἄνδρες ὦμεν;
苏格拉底:那么,你所说的那种为了让我们成为优秀的人,我们必须在其中拥有智慧和良谋的友爱或一致,究竟是什么呢?
οὐ γὰρ δύναμαι μαθεῖν οὔθʼ ἥτις οὔτʼ ἐν οἷστισιν· τοτὲ μὲν γὰρ ἐν τοῖς αὐτοῖς φαίνεται ἐνοῦσα, τοτὲ δʼ οὔ, ὡς ἐκ τοῦ σοῦ λόγου.
因为我无法理解它是什么,也无法理解存在于哪些人之间;因为根据你的道理,它有时似乎存在于同样的事情之中,有时又似乎不存在。
ΑΛ. ἀλλὰ μὰ τοὺς θεούς, ὦ Σώκρατες, οὐδʼ αὐτὸς οἶδʼ ὅτι λέγω, κινδυνεύω δὲ καὶ πάλαι λεληθέναι ἐμαυτὸν αἴσχιστα ἔχων.
阿尔基比亚德:但凭着诸神起誓,苏格拉底,我自己都不知道自己在说什么了,我可能在很久以前就处于最可耻的状态,而自己却不知道。
ΣΩ. ἀλλὰ χρὴ θαρρεῖν.
苏格拉底:但你必须振作起来。
εἰ μὲν γὰρ αὐτὸ ᾔσθου πεπονθὼς πεντηκονταετής, χαλεπὸν ἂν ἦν σοι ἐπιμεληθῆναι σαυτοῦ· νῦν δʼ ἣν ἔχεις ἡλικίαν, αὕτη ἐστὶν ἐν ᾗ δεῖ αὐτὸ αἰσθέσθαι.
因为如果你是在五十岁时发现自己处于这种状态,对你来说要关照自己就很困难了;但现在的你正处于必须发现这一点的年龄。
ΑΛ. τί οὖν τὸν αἰσθανόμενον χρὴ ποιεῖν, ὦ Σώκρατες;
阿尔基比亚德:那么,发现这一点的人应该做什么呢,苏格拉底?
ΣΩ. ἀποκρίνεσθαι τὰ ἐρωτώμενα, ὦ Ἀλκιβιάδη·
苏格拉底:回答所问的问题,阿尔基比亚德。
καὶ ἐὰν τοῦτο ποιῇς, ἂν θεὸς θέλῃ, εἴ τι δεῖ καὶ τῇ ἐμῇ μαντείᾳ πιστεύειν, σύ τε κἀγὼ βέλτιον σχήσομεν.
如果你这样做,神若愿意——如果我的预言可以稍微信任的话——你和我都会处于更好的状态。
ΑΛ. ἔσται ταῦτα ἕνεκά γε τοῦ ἐμὲ ἀποκρίνεσθαι.
阿尔基比亚德:只要是关于我的回答,就一定会这样做的。