§125ΣΩ. καλοὺς δὲ κἀγαθοὺς λέγεις τοὺς φρονίμους ἢ τοὺς ἄφρονας;
苏格拉底:你所说的“俊美且优秀”的人,是指聪明的人,还是指愚蠢的人?
ΑΛ. τοὺς φρονίμους.
阿尔基比亚德:聪明的人。
ΣΩ. οὐκοῦν ὃ ἕκαστος φρόνιμος, τοῦτʼ ἀγαθός;
苏格拉底:那么,每个人在什么方面是聪明的,他就在这个方面是优秀的吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. ὃ δὲ ἄφρων, πονηρός;
苏格拉底:而在什么方面是愚蠢的,他就在这个方面是糟糕的吗?
ΑΛ. πῶς γὰρ οὔ;
阿尔基比亚德:怎么会不是呢?
ΣΩ. ἆρʼ οὖν ὁ σκυτοτόμος φρόνιμος εἰς ὑποδημάτων ἐργασίαν;
苏格拉底:那么,鞋匠在制作鞋子方面是聪明的吗?
ΑΛ. πάνυ γε.
阿尔基比亚德:非常聪明。
ΣΩ. ἀγαθὸς ἄρʼ εἰς αὐτά;
苏格拉底:那么在制作鞋子方面他就是优秀的?
ΑΛ. ἀγαθός.
阿尔基比亚德:优秀的。
ΣΩ. τί δʼ;
苏格拉底:那又怎样?
εἰς ἱματίων ἐργασίαν οὐκ ἄφρων ὁ σκυτοτόμος;
在制作衣服方面鞋匠难道不是愚蠢的吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. κακὸς ἄρα εἰς τοῦτο;
苏格拉底:那么在制作衣服方面他就是糟糕的?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. ὁ αὐτὸς ἄρα τούτῳ γε τῷ λόγῳ κακός τε καὶ ἀγαθός.
苏格拉底:那么,至少根据这个道理,同一个人既是糟糕的又是优秀的。
ΑΛ. φαίνεται.
阿尔基比亚德:似乎是这样。
ΣΩ. ἦ οὖν λέγεις τοὺς ἀγαθοὺς ἄνδρας εἶναι καὶ κακούς;
苏格拉底:那么,你难道说优秀的人也是糟糕的人吗?
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:绝非如此。
ΣΩ. ἀλλὰ τίνας ποτὲ τοὺς ἀγαθοὺς λέγεις;
苏格拉底:但你究竟把什么样的人称为优秀的呢?
ΑΛ. τοὺς δυναμένους ἔγωγε ἄρχειν ἐν τῇ πόλει.
阿尔基比亚德:我指的是那些能够在城邦中起统治作用的人。
ΣΩ. οὐ δήπου ἵππων γε;
苏格拉底:想必不是统治马匹吧?
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:绝非如此。
ΣΩ. ἀλλʼ ἀνθρώπων;
苏格拉底:而是统治人类?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. ἆρα καμνόντων;
苏格拉底:是统治生病的人吗?
ΑΛ. οὔ.
阿尔基比亚德:不是。
ΣΩ. ἀλλὰ πλεόντων;
苏格拉底:是统治航海的人吗?
ΑΛ. οὔ φημι.
阿尔基比亚德:我说不是。
ΣΩ. ἀλλὰ θεριζόντων;
苏格拉底:是统治收割的人吗?
ΑΛ. οὔ.
阿尔基比亚德:不是。
ΣΩ. ἀλλʼ οὐδὲν ποιούντων ἤ τι ποιούντων;
苏格拉底:是统治那些无所事事的人,还是统治那些在做事的人?
ΑΛ. ποιούντων λέγω.
阿尔基比亚德:我指的是在做事的人。
ΣΩ. τί;
苏格拉底:在做什么事?
πειρῶ καὶ ἐμοὶ δηλῶσαι.
试着也向我说明清楚。
ΑΛ. οὐκοῦν τῶν καὶ συμβαλλόντων ἑαυτοῖς καὶ χρωμένων ἀλλήλοις, ὥσπερ ἡμεῖς ζῶμεν ἐν ταῖς πόλεσιν.
阿尔基比亚德:我指的是那些既相互交往又相互往来的人,就像我们在城邦中生活那样。
ΣΩ. οὐκοῦν ἀνθρώπων λέγεις ἄρχειν ἀνθρώποις χρωμένων;
苏格拉底:那么,你是指统治那些与人类交往的人类?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. ἆρα κελευστῶν χρωμένων ἐρέταις;
苏格拉底:是指统治那些与舵手交往的船长吗?
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:绝非如此。
ΣΩ. κυβερνητικὴ γὰρ αὕτη γε ἀρετή;
苏格拉底:因为那是舵手的技艺?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. ἀλλʼ ἀνθρώπων λέγεις ἄρχειν αὐλητῶν, ἀνθρώποις ἡγουμένων ᾠδῆς καὶ χρωμένων χορευταῖς;
苏格拉底:但你是指统治那些引导人们唱歌并与舞者交往的笛手吗?
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:绝非如此。
ΣΩ. χοροδιδασκαλικὴ γὰρ αὕτη γʼ αὖ;
苏格拉底:因为那又是合唱队教练的技艺?
ΑΛ. πάνυ γε.
阿尔基比亚德:确实如此。
ΣΩ. ἀλλὰ τί ποτε λέγεις χρωμένων ἀνθρώπων ἀνθρώποις οἷόν τʼ εἶναι ἄρχειν;
苏格拉底:但是,你究竟是指统治那些与人交往的什么样的起统治作用的人呢?
ΑΛ. κοινωνούντων ἔγωγε λέγω πολιτείας καὶ συμβαλλόντων πρὸς ἀλλήλους, τούτων ἄρχειν τῶν ἐν τῇ πόλει.
阿尔基比亚德:我指的是统治城邦中那些共同参与政治生活并相互交往的人。
ΣΩ. τίς οὖν αὕτη ἡ τέχνη;
苏格拉底:那么,这种技艺是什么?
ὥσπερ ἂν εἴ σε ἐροίμην πάλιν τὰ νυνδή, κοινωνούντων ναυτιλίας ἐπίστασθαι ἄρχειν τίς ποιεῖ τέχνη;
就像如果我再次问你刚才的问题:是什么技艺使人懂得统治共同参与航海的人?
ΑΛ. κυβερνητική.
阿尔基比亚德:舵手技艺。
ΣΩ. κοινωνούντων δʼ ᾠδῆς, ὡς νυνδὴ ἐλέγετο, τις ἐπιστήμη ποιεῖ ἄρχειν;
苏格拉底:那么,正如刚才所说,是什么知识使人懂得统治共同参与歌唱的人?
ΑΛ. ἥνπερ σὺ ἄρτι ἔλεγες, ἡ χοροδιδασκαλία.
阿尔基比亚德:正是你刚才所说的,合唱队训练。
ΣΩ. τί δέ;
苏格拉底:那又怎样?
πολιτείας κοινωνούντων τίνα καλεῖς ἐπιστήμην;
对于共同参与政治生活的人,你把这种知识称为什么?
ΑΛ. εὐβουλίαν ἔγωγε, ὦ Σώκρατες.
阿尔基比亚德:苏格拉底,我称之为良谋。
ΣΩ. τί δέ;
苏格拉底:那又怎样?
μῶν ἀβουλία δοκεῖ εἶναι ἡ τῶν κυβερνητῶν;
难道舵手的知识似乎是缺乏谋略吗?
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:绝非如此。
ΣΩ. ἀλλʼ εὐβουλία;
苏格拉底:而是良谋?
§126ΑΛ. ἔμοιγε δοκεῖ, εἴς γε τὸ σῴζεσθαι πλέοντας.
阿尔基比亚德:在我看来是如此,至少是为了使航海者得到保全。
ΣΩ. καλῶς λέγεις.
苏格拉底:你说得很好。
τί δέ;
那又怎样?
ἣν σὺ λέγεις εὐβουλίαν, εἰς τί ἐστιν;
你所说的良谋是针对什么的?
ΑΛ. εἰς τὸ ἄμεινον τὴν πόλιν διοικεῖν καὶ σῴζεσθαι.
阿尔基比亚德:为了使城邦得到更好的管理和保全。
ΣΩ. ἄμεινον δὲ διοικεῖται καὶ σῴζεται τίνος παραγιγνομένου ἢ ἀπογιγνομένου;
苏格拉底:那么,城邦是在什么存在、什么消除的情况下,能得到更好的管理和保全呢?
ὥσπερ ἂν εἰ σύ με ἔροιο·
就像如果你问我: “身体在什么存在、什么消除的情况下,能得到更好的管理和保全?
ἄμεινον διοικεῖται σῶμα καὶ σῴζεται τίνος παραγιγνομένου ἢ ἀπογιγνομένου;
” 我会说:“当健康存在、疾病消除的时候。
εἴποιμʼ ἂν ὅτι ὑγιείας μὲν παραγιγνομένης, νόσου δὲ ἀπογιγνομένης. οὐ καὶ σὺ οἴει οὕτως;
”你难道不也这样认为吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. καὶ εἴ μʼ αὖ ἔροιο·
苏格拉底:而且如果你再次问我: “眼睛在什么存在的情况下,会变得更好?
τίνος δὲ παραγιγνομένου ἄμεινον ὄμματα;
” 我同样会说:“当视力存在、盲目消除的时候。
ὡσαύτως εἴποιμʼ ἂν ὅτι ὄψεως μὲν παραγιγνομένης, τυφλότητος δὲ ἀπογιγνομένης. καὶ ὦτα δὲ κωφότητος μὲν ἀπογιγνομένης, ἀκοῆς δὲ ἐγγιγνομένης βελτίω τε γίγνεται καὶ ἄμεινον θεραπεύεται.
”而耳朵也是在聋消除、听力产生的情况下,会变得更好且得到更好的护理。
ΑΛ. ὀρθῶς.
阿尔基比亚德:对。
ΣΩ. τί δὲ δή; πόλις τίνος παραγιγνομένου καὶ ἀπογιγνομένου βελτίων τε γίγνεται καὶ ἄμεινον θεραπεύεται καὶ διοικεῖται;
苏格拉底:那么,城邦在什么存在和什么消除的情况下,会变得更好、得到更好的护理和管理呢?
ΑΛ. ἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες, ὅταν φιλία μὲν αὐτοῖς γίγνηται πρὸς ἀλλήλους, τὸ μισεῖν δὲ καὶ στασιάζειν ἀπογίγνηται.
阿尔基比亚德:在我看来,苏格拉底,是在他们彼此之间产生友爱,而仇恨和党争消除的时候。
ΣΩ. ἆρʼ οὖν φιλίαν λέγεις ὁμόνοιαν ἢ διχόνοιαν;
苏格拉底:那么,你所说的友爱是指一致,还是指不和?
ΑΛ. ὁμόνοιαν.
阿尔基比亚德:一致。
ΣΩ. διὰ τίνʼ οὖν τέχνην ὁμονοοῦσιν αἱ πόλεις περὶ ἀριθμούς;
苏格拉底:那么,城邦是通过什么技艺在数字方面达成一致的?
ΑΛ. διὰ τὴν ἀριθμητικήν.
阿尔基比亚德:通过算术。
ΣΩ. τί δὲ οἱ ἰδιῶται;
苏格拉底:那么个人呢?
οὐ διὰ τὴν αὐτήν;
难道不是通过同一种技艺吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. οὐκοῦν καὶ αὐτὸς αὑτῷ ἕκαστος;
苏格拉底:那么每个人自己对自己呢?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. διὰ τίνα δὲ τέχνην ἕκαστος αὐτὸς αὑτῷ ὁμονοεῖ περὶ σπιθαμῆς καὶ πήχεος ὁπότερον μεῖζον;
苏格拉底:那么,每个人自己对自己关于一跨和一肘哪个更大,是通过什么技艺达成一致的?
οὐ διὰ τὴν μετρητικήν;
难道不是通过测量技艺吗?
ΑΛ. τί μήν;
阿尔基比亚德:怎么会不是呢?
ΣΩ. οὐκοῦν καὶ οἱ ἰδιῶται ἀλλήλοις καὶ αἱ πόλεις;
苏格拉底:那么个人之间也是如此,城邦之间也是如此?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. τί δέ;
苏格拉底:那又怎样?
περὶ σταθμοῦ οὐχ ὡσαύτως;
关于重量不也是同样如此吗?
ΑΛ. φημί.
阿尔基比亚德:我认为是。
ΣΩ. ἣν δὲ δὴ σὺ λέγεις ὁμόνοιαν, τίς ἐστι καὶ περὶ τοῦ, καὶ τίς αὐτὴν τέχνη παρασκευάζει;
苏格拉底:而你所说的这种一致,究竟是什么,关于什么,又是哪种技艺产生它的呢?
καὶ ἆρα ἥπερ πόλει, αὑτὴ καὶ ἰδιώτῃ, αὐτῷ τε πρὸς αὑτὸν καὶ πρὸς ἄλλον;
而且,难道使城邦达成一致的技艺,与使个人(无论对自己还是对他人)达成一致的技艺是同一的吗?
ΑΛ. εἰκός γέ τοι.
阿尔基比亚德:这倒是很可能的。
ΣΩ. τίς οὖν ἔστι;
苏格拉底:那么它是什么呢?
μὴ κάμῃς ἀποκρινόμενος, ἀλλὰ προθυμοῦ εἰπεῖν.
别厌烦回答,而是热心地说出来。
ΑΛ. ἐγὼ μὲν οἶμαι φιλίαν τε λέγειν καὶ ὁμόνοιαν, ἥνπερ πατήρ τε ὑὸν φιλῶν ὁμονοεῖ καὶ μήτηρ, καὶ ἀδελφὸς ἀδελφῷ καὶ γυνὴ ἀνδρί.
阿尔基比亚德:我确实认为,我指的是那种友爱和一致,通过它,父亲关爱儿子并达成一致,母亲也是如此,兄弟与兄弟,妻子与丈夫也是如此。
ΣΩ. οἴει ἂν οὖν, ὦ Ἀλκιβιάδη, ἄνδρα γυναικὶ περὶ ταλασιουργίας δύνασθαι ὁμονοεῖν, τὸν μὴ ἐπιστάμενον τῇ ἐπισταμένῃ;
苏格拉底:那么,阿尔基比亚德,你认为丈夫能与妻子在羊毛纺织方面达成一致吗?
ΑΛ. οὐ δῆτα.
如果一个是不懂的,而另一个是懂的。
ΣΩ. οὐδέ γε δεῖ οὐδέν·
阿尔基比亚德:绝非如此。
γυναικεῖον γὰρ τοῦτό γε μάθημα.
苏格拉底:而且也根本不需要一致,因为这毕竟是女人的学问。
ΑΛ. ναί.
阿尔基比亚德:是的。