§123ΣΩ. ὥστε εὖ χρὴ εἰδέναι ὅτι καὶ χρυσῷ καὶ ἀργύρῳ οἱ ἐκεῖ πλουσιώτατοί εἰσιν τῶν Ἑλλήνων, καὶ αὐτῶν ἐκείνων ὁ βασιλεύς·
苏格拉底:因此,我们应当确切地知道,无论在金还是银方面,那里的人都是希腊人中最富有的,而在他们当中,国王又是最富有的。
ἔκ τε γὰρ τῶν τοιούτων μέγισται λήψεις καὶ πλεῖσταί εἰσι τοῖς βασιλεῦσιν, ἔτι δὲ καὶ ὁ βασιλικὸς φόρος οὐκ ὀλίγος γίγνεται, ὃν τελοῦσιν οἱ Λακεδαιμόνιοι τοῖς βασιλεῦσιν.
因为通过这些途径,国王们能获得最大且最多的收益,此外拉刻代蒙人向国王们缴纳的皇家税赋也相当可观。
καὶ τὰ μὲν Λακεδαιμονίων ὡς πρὸς Ἑλληνικοὺς μὲν πλούτους μεγάλα, ὡς δὲ πρὸς τοὺς Περσικοὺς καὶ τοῦ ἐκείνων βασιλέως οὐδέν.
而拉刻代蒙人的财产如果与希腊人的财富相比固然庞大,但与波斯人及其国王的财产相比,则微不足道。
ἐπεί ποτʼ ἐγὼ ἤκουσα ἀνδρὸς ἀξιοπίστου τῶν ἀναβεβηκότων παρὰ βασιλέα, ὃς ἔφη παρελθεῖν χώραν πάνυ πολλὴν καὶ ἀγαθήν, ἐγγὺς ἡμερησίαν ὁδόν, ἣν καλεῖν τοὺς ἐπιχωρίους ζώνην τῆς βασιλέως γυναικός·
因为我曾听一个到过国王那里的可靠之人说,他曾经过一片非常广阔而肥沃的土地,差不多有一天的路程,当地人称之为‘国王妻子的腰带’;而且还有另一片地方被称为 ‘面纱’,还有许多其他美丽而肥沃的地方被专门拨作王妃的饰物之用,且这些地方各自因那些饰物而得名。
εἶναι δὲ καὶ ἄλλην ἣν αὖ καλεῖσθαι καλύπτραν, καὶ ἄλλους πολλοὺς τόπους καλοὺς καὶ ἀγαθοὺς εἰς τὸν κόσμον ἐξῃρημένους τὸν τῆς γυναικός, καὶ ὀνόματα ἔχειν ἑκάστους τῶν τόπων ἀπὸ ἑκάστου τῶν κόσμων. ὥστʼ οἶμαι ἐγώ, εἴ τις εἴποι τῇ βασιλέως μητρί, Ξέρξου δὲ γυναικί, Ἀμήστριδι, ὅτι ἐν νῷ ἔχει σοῦ τῷ ὑεῖ ἀντιτάττεσθαι ὁ Δεινομάχης ὑός, ᾗ ἔστι κόσμος ἴσως ἄξιος μνῶν πεντήκοντα εἰ πάνυ πολλοῦ, τῷ δʼ ὑεῖ αὐτῆς γῆς πλέθρα Ἐρχίασιν οὐδὲ τριακόσια, θαυμάσαι ἂν ὅτῳ ποτὲ πιστεύων ἐν νῷ ἔχει οὗτος ὁ Ἀλκιβιάδης τῷ Ἀρτοξέρξῃ διαγωνίζεσθαι, καὶ οἶμαι ἂν αὐτὴν εἰπεῖν ὅτι οὐκ ἔσθʼ ὅτῳ ἄλλῳ πιστεύων οὗτος ἀνὴρ ἐπιχειρεῖ πλὴν ἐπιμελείᾳ τε καὶ σοφίᾳ· ταῦτα γὰρ μόνα ἄξια λόγου ἐν Ἕλλησιν.
因此我想,如果有人对国王的母亲、也就是薛西斯的妻子阿梅斯特里斯说:“迪诺马赫之子正打算与你的儿子对抗”,——而她拥有的饰物也许顶多值五十个米纳,而她儿子的对手在埃尔基亚连三百普勒特戎的土地都没有,——她一定会感到惊讶,想知道这人到底凭借着什么,这个叫阿尔基比亚德的人居然打算与阿尔塔薛西斯竞争。 我想她会说:“这个人动手做这件事,除了凭借专注和智慧之外,绝无其他凭仗;因为在希腊人中,只有这些是值得一提的。
ἐπεὶ εἴ γε πύθοιτο ὅτι Ἀλκιβιάδης οὗτος νῦν ἐπιχειρεῖ πρῶτον μὲν ἔτη οὐδέπω γεγονὼς σφόδρα εἴκοσιν, ἔπειτα παντάπασιν ἀπαίδευτος, πρὸς δὲ τούτοις, τοῦ ἐραστοῦ αὐτῷ λέγοντος ὅτι χρὴ πρῶτον μαθόντα καὶ ἐπιμεληθέντα αὑτοῦ καὶ ἀσκήσαντα οὕτως ἰέναι διαγωνιούμενον βασιλεῖ, οὐκ ἐθέλει, ἀλλά φησιν ἐξαρκεῖν καὶ ὡς ἔχει, οἶμαι ἂν αὐτὴν θαυμάσαι τε καὶ ἐρέσθαι· τί οὖν ποτʼ ἔστιν ὅτῳ πιστεύει τὸ μειράκιον;
”但如果她得知这个阿尔基比亚德现在着手此事,首先年龄甚至还未满二十岁,其次完全没有受过教育,而且除此以外,当他的爱慕者告诉他,必须先学习、提升自己并进行锻炼,然后才能去与国王竞争时,他却不乐意,反而说就这样也足够了,我想她会既感到惊奇又发问:“那么,这年轻人到底凭着什么呢?
εἰ οὖν λέγοιμεν ὅτι κάλλει τε καὶ μεγέθει καὶ γένει καὶ πλούτῳ καὶ φύσει τῆς ψυχῆς, ἡγήσαιτʼ ἂν ἡμᾶς, ὦ Ἀλκιβιάδη, μαίνεσθαι πρὸς τὰ παρὰ σφίσιν ἀποβλέψασα πάντα τὰ τοιαῦτα.
”如果我们说:“凭着美貌、身材、门第、财富和心灵的天赋。 ”阿尔基比亚德啊,她一看到他们自己拥有的所有这些东西,就会认为我们疯了。
§124ΣΩ. οἶμαι δὲ κἂν Λαμπιδώ, τὴν Λεωτυχίδου μὲν θυγατέρα, Ἀρχιδάμου δὲ γυναῖκα, Ἄγιδος δὲ μητέρα, οἳ πάντες βασιλῆς γεγόνασιν, θαυμάσαι ἂν καὶ ταύτην εἰς τὰ παρὰ σφίσιν ὑπάρχοντα ἀποβλέψασαν, εἰ σὺ ἐν νῷ ἔχεις τῷ ὑεῖ αὐτῆς διαγωνίζεσθαι οὕτω κακῶς ἠγμένος.
苏格拉底:而且我想,作为列奥提希德斯之女、阿耳基达莫斯之妻、阿癸斯之母(他们全都曾是国王)的兰皮多,一看到她们自己拥有的优势,也会感到惊奇,如果你这个受过如此糟糕教育的人居然打算与她的儿子竞争。
καίτοι οὐκ αἰσχρὸν δοκεῖ εἶναι, εἰ αἱ τῶν πολεμίων γυναῖκες βέλτιον περὶ ἡμῶν διανοοῦνται, οἵους χρὴ ὄντας σφίσιν ἐπιχειρεῖν, ἢ ἡμεῖς περὶ ἡμῶν αὐτῶν;
然而,如果敌国的女人们对我们的看法——即我们应当是什么样的人才配对付他们——比我们自己对自己的看法还要好,这难道不显得可耻吗?
ἀλλʼ, ὦ μακάριε, πειθόμενος ἐμοί τε καὶ τῷ ἐν Δελφοῖς γράμματι, γνῶθι σαυτόν, ὅτι οὗτοι ἡμῖν εἰσιν ἀντίπαλοι, ἀλλʼ οὐχ οὓς σὺ οἴει· ὧν ἄλλῳ μὲν οὐδʼ ἂν ἑνὶ περιγενοίμεθα, εἰ μή περ ἐπιμελείᾳ γε ἂν καὶ τέχνῃ.
但是,我亲爱的朋友,听从我和德尔斐的铭文,“认识你自己”,因为这些人才是我们的竞争对手,而不是你所想的那些人;除了凭借专注和技艺之外,我们绝不可能在任何其他单一的事情上胜过他们。
ὧν σὺ εἰ ἀπολειφθήσῃ, καὶ τοῦ ὀνομαστὸς γενέσθαι ἀπολειφθήσῃ ἐν Ἕλλησί τε καὶ βαρβάροις, οὗ μοι δοκεῖς ἐρᾶν ὡς οὐδεὶς ἄλλος ἄλλου.
如果你在这些方面落后,你也就无法在希腊人和蛮族中出名,而在我看来,你对出名的渴望是无人能及的。
ΑΛ. τίνα οὖν χρὴ τὴν ἐπιμέλειαν, ὦ Σώκρατες, ποιεῖσθαι;
阿尔基比亚德:那么,苏格拉底,我们应该进行怎样的提升呢?
ἔχεις ἐξηγήσασθαι;
你能解释一下吗?
παντὸς γὰρ μᾶλλον ἔοικας ἀληθῆ εἰρηκότι.
因为你似乎比任何人都说得对。
ΣΩ. ναί· ἀλλὰ γὰρ κοινὴ βουλὴ ᾧτινι τρόπῳ ἂν ὅτι βέλτιστοι γενοίμεθα.
苏格拉底:是的;但我们确实必须共同商讨,以何种方式我们才能变得尽可能优秀。
ἐγὼ γάρ τοι οὐ περὶ μὲν σοῦ λέγω ὡς χρὴ παιδευθῆναι, περὶ ἐμοῦ δὲ οὔ· οὐ γὰρ ἔσθʼ ὅτῳ σου διαφέρω πλήν γʼ ἑνί.
因为我绝非只说你应该接受教育,而我自己不用;实际上,除了仅此一点之外,我与你没有任何不同。
ΑΛ. τίνι;
阿尔基比亚德:在什么点上?
ΣΩ. ὁ ἐπίτροπος ὁ ἐμὸς βελτίων ἐστὶ καὶ σοφώτερος ἢ Περικλῆς ὁ σός.
苏格拉底:我的监护人比你的伯里克利更好、更聪明。
ΑΛ. τίς οὗτος, ὦ Σώκρατες;
阿尔基比亚德:苏格拉底,这是谁?
ΣΩ. θεός, ὦ Ἀλκιβιάδη, ὅσπερ σοί με οὐκ εἴα πρὸ τῆσδε τῆς ἡμέρας διαλεχθῆναι· ᾧ καὶ πιστεύων λέγω ὅτι ἡ ἐπιφάνεια διʼ οὐδενὸς ἄλλου σοι ἔσται ἢ διʼ ἐμοῦ.
苏格拉底:是神,阿尔基比亚德,就是直到今天以前都不允许我与你交谈的那位;我凭借对他的信任对你说明:你将无法通过除了我之外的任何人而崭露头角。
ΑΛ. παίζεις, ὦ Σώκρατες.
阿尔基比亚德:你在开玩笑,苏格拉底。
ΣΩ. ἴσως· λέγω μέντοι ἀληθῆ, ὅτι ἐπιμελείας δεόμεθα, μᾶλλον μὲν πάντες ἄνθρωποι, ἀτὰρ νώ γε καὶ μάλα σφόδρα.
苏格拉底:也许吧;但我说的确是真话:我们需要自我提升,实际上所有人都是如此,但我们两个更是极其需要。
ΑΛ. ὅτι μὲν ἐγώ, οὐ ψεύδῃ.
阿尔基比亚德:至于我,你没有说错。
ΣΩ. οὐδὲ μὴν ὅτι γε ἐγώ.
苏格拉底:至于我,也同样如此。
ΑΛ. τί οὖν ἂν ποιοῖμεν;
阿尔基比亚德:那么,我们该怎么做呢?
ΣΩ. οὐκ ἀπορρητέον οὐδὲ μαλθακιστέον, ὦ ἑταῖρε.
苏格拉底:我们绝不能放弃,也不能退缩,我的朋友。
ΑΛ. οὔτοι δὴ πρέπει γʼ, ὦ Σώκρατες.
阿尔基比亚德:苏格拉底,那确实不合适。
ΣΩ. οὐ γάρ, ἀλλὰ σκεπτέον κοινῇ. καί μοι λέγε·
苏格拉底:确实如此,所以我们必须共同思考。
φαμὲν γὰρ δὴ ὡς ἄριστοι βούλεσθαι γενέσθαι.
请告诉我:因为我们确实说我们想变得尽可能优秀。
ἦ γάρ;
不是吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. τίνα ἀρετήν;
苏格拉底:在何种美德上?
ΑΛ. δῆλον ὅτι ἥνπερ οἱ ἄνδρες οἱ ἀγαθοί.
阿尔基比亚德:显然,就是那些优秀的男子所拥有的美德。
ΣΩ. οἱ τί ἀγαθοί;
苏格拉底:在什么方面优秀的男子?
ΑΛ. δῆλον ὅτι οἱ πράττειν τὰ πράγματα.
阿尔基比亚德:显然,是善于处理事务的那些人。
ΣΩ. ποῖα;
苏格拉底:什么样的事务?
ἆρα τὰ ἱππικά;
是骑马的事务吗?
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:绝非如此。
ΣΩ. παρὰ τοὺς ἱππικοὺς γὰρ ἂν ᾖμεν;
苏格拉底:因为如果是那样,我们就会去找骑兵了?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. ἀλλὰ τὰ ναυτικὰ λέγεις;
苏格拉底:那么,是指航海的事务吗?
ΑΛ. οὔ.
阿尔基比亚德:不是。
ΣΩ. παρὰ τοὺς ναυτικοὺς γὰρ ἂν ᾖμεν;
苏格拉底:因为如果是那样,我们就会去找水手了?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. ἀλλὰ ποῖα;
苏格拉底:那么,是什么样的事务?
ἃ τίνες πράττουσιν;
是由谁来处理的?
ΑΛ. ἅπερ Ἀθηναίων οἱ καλοὶ κἀγαθοί.
阿尔基比亚德:正是雅典那些俊美且优秀的公民所处理的事务。