§114ΣΩ. οἷον τοῦτο ποιεῖς.
苏格拉底:你这是做什么!
εἴ τι μὴ ὀρθῶς λέγεις, τυγχάνει δὲ δυνατὸν ὂν ἀποδεῖξαι διʼ οὗπερ καὶ τὸ πρότερον λόγου, οἴει δὴ καινὰ ἄττα δεῖν ἀκούειν ἀποδείξεις τε ἑτέρας, ὡς τῶν προτέρων οἷον σκευαρίων κατατετριμμένων, καὶ οὐκέτʼ ἂν σὺ αὐτὰ ἀμπίσχοιο, εἰ μή τίς σοι τεκμήριον καθαρὸν καὶ ἄχραντον οἴσει.
如果你说了什么不对的话,而这碰巧可以用和以前完全相同的论证来证明,你就会认为需要听一些新奇的话和别样的证明,仿佛之前的证明就像磨损的衣物,除非有人给你带来干净且无瑕的证据,否则你就不愿再穿上它们。
ἐγὼ δὲ χαίρειν ἐάσας τὰς σὰς προδρομὰς τοῦ λόγου οὐδὲν ἧττον ἐρήσομαι πόθεν μαθὼν αὖ τὰ συμφέροντʼ ἐπίστασαι, καὶ ὅστις ἐστὶν ὁ διδάσκαλος, καὶ πάντʼ ἐκεῖνα τὰ πρότερον ἐρωτῶ μιᾷ ἐρωτήσει;
但我将放过你这些逃避的言辞,依然要问你,你又是从哪里学来并知道什么是“有利”的,你的老师是谁,并且用一个问题来询问之前的所有问题。
ἀλλὰ γὰρ δῆλον ὡς εἰς ταὐτὸν ἥξεις καὶ οὐχ ἕξεις ἀποδεῖξαι οὔθʼ ὡς ἐξευρὼν οἶσθα τὰ συμφέροντα οὔθʼ ὡς μαθών.
但很明显,你会得出相同的结果,并且无法证明你无论是通过自己发现还是通过学习而知道了有利的事。
ἐπειδὴ δὲ τρυφᾷς καὶ οὐκέτʼ ἂν ἡδέως τοῦ αὐτοῦ γεύσαιο λόγου, τοῦτον μὲν ἐῶ χαίρειν, εἴτʼ οἶσθα εἴτε μὴ τὰ Ἀθηναίοις συμφέροντα· πότερον δὲ ταὐτά ἐστι δίκαιά τε καὶ συμφέροντʼ ἢ ἕτερα, τί οὐκ ἀπέδειξας;
既然你如此挑剔,不愿再乐意地尝一尝相同的论证,那我就放过这件事,无论你是否知道对雅典人有利的事;但是,公正和有利到底是同一回事还是不同的事,你为什么不证明呢?
εἰ μὲν βούλει, ἐρωτῶν με ὥσπερ ἐγὼ σέ, εἰ δέ, καὶ αὐτὸς ἐπὶ σεαυτοῦ λόγῳ διέξελθε.
如果你愿意,就像我对你一样来提问我;如果非要这样,你也可以自己对自己详细展开论证。
ΑΛ. ἀλλʼ οὐκ οἶδα εἰ οἷός τʼ ἂν εἴην, ὦ Σώκρατες, πρὸς σὲ διελθεῖν.
阿尔基比亚德:但是苏格拉底,我不知道我是否能够对你详细展开。
ΣΩ. ἀλλʼ, ὠγαθέ, ἐμὲ ἐκκλησίαν νόμισον καὶ δῆμον·
苏格拉底:但是,我的好朋友,把我想象成公民大会和民众吧;在那里,你确实需要说服每一个单独的人。
καὶ ἐκεῖ τοί σε δεήσει ἕνα ἕκαστον πείθειν. ἦ γάρ;
难道不是吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. οὐκοῦν τοῦ αὐτοῦ ἕνα τε οἷόν τε εἶναι κατὰ μόνας πείθειν καὶ συμπόλλους περὶ ὧν ἂν εἰδῇ, ὥσπερ ὁ γραμματιστὴς ἕνα τέ που πείθει περὶ γραμμάτων καὶ πολλούς;
苏格拉底:那么,同一个能够就他所知道的事私下说服一个人的人,难道不能也说服许多人吗? 就像识字老师想必既能在文字上说服一个人,也能说服许多人一样?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. ἆρʼ οὖν οὐ καὶ περὶ ἀριθμοῦ ὁ αὐτὸς ἕνα τε καὶ πολλοὺς πείσει;
苏格拉底:那么,同一个人难道不同样也能在数字上说服一个人和许多人吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. οὗτος δʼ ἔσται ὁ εἰδώς, ὁ ἀριθμητικός;
苏格拉底:而这个人会是那个知道的人,即算术家吗?
ΑΛ. πάνυ γε.
阿尔基比亚德:正是。
ΣΩ. οὐκοῦν καὶ σὺ ἅπερ καὶ πολλοὺς οἷός τε πείθειν εἶ, ταῦτα καὶ ἕνα;
苏格拉底:那么,你能够说服许多人的那些事情,你难道不能也说服单个人吗?
ΑΛ. εἰκός γε.
阿尔基比亚德:确实可能。
ΣΩ. ἔστι δὲ ταῦτα δῆλον ὅτι ἃ οἶσθα.
苏格拉底:而这些事情显然是你所知道的事情。
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. ἄλλο τι οὖν τοσοῦτον μόνον διαφέρει τοῦ ἐν τῷ δήμῳ ῥήτορος ὁ ἐν τῇ τοιᾷδε συνουσίᾳ, ὅτι ὁ μὲν ἁθρόους πείθει τὰ αὐτά, ὁ δὲ καθʼ ἕνα;
苏格拉底:那么,在这种谈话中的说话者与在公民大会中的演说家相比,难道差别仅仅在于:一个是就同样的事说服聚集在一起的人,而另一个是逐一说服吗?
ΑΛ. κινδυνεύει.
阿尔基比亚德:似乎是这样。
ΣΩ. ἴθι νῦν, ἐπειδὴ τοῦ αὐτοῦ φαίνεται πολλούς τε καὶ ἕνα πείθειν, ἐν ἐμοὶ ἐμμελέτησον καὶ ἐπιχείρησον ἐπιδεῖξαι ὡς τὸ δίκαιον ἐνίοτε οὐ συμφέρει.
苏格拉底:来吧,既然同一个说服许多人和说服单个人看来是同一回事,那就在我身上练习,并尝试证明公正有时是无利的。
ΑΛ. ὑβριστὴς εἶ, ὦ Σώκρατες.
阿尔基比亚德:你真是个爱开玩笑的人,苏格拉底。
ΣΩ. νῦν γοῦν ὑφʼ ὕβρεως μέλλω σε πείθειν τἀναντία οἷς σὺ ἐμὲ οὐκ ἐθέλεις.
苏格拉底:无论如何,现在由于这种顽皮,我准备让你相信与你不想让我做的事情相反的事情。
ΑΛ. λέγε δή.
阿尔基比亚德:那你就说吧。
ΣΩ. ἀποκρίνου μόνον τὰ ἐρωτώμενα.
苏格拉底:你只需回答所问的问题。
ΑΛ. μή, ἀλλὰ σὺ αὐτὸς λέγε.
阿尔基比亚德:不,你还是自己说吧。
ΣΩ. τί δʼ;
苏格拉底:怎么?
οὐχ ὅτι μάλιστα βούλει πεισθῆναι;
你难道不是最想被说服吗?
ΑΛ. πάντως δήπου.
阿尔基比亚德:那是当然。
ΣΩ. οὐκοῦν εἰ λέγεις ὅτι ταῦθʼ οὕτως ἔχει, μάλιστʼ ἂν εἴης πεπεισμένος;
苏格拉底:那么,如果你自己说这些确实如此,你难道不是最能被说服的吗?
ΑΛ. ἔμοιγε δοκεῖ.
阿尔基比亚德:在我看来确实如此。
ΣΩ. ἀποκρίνου δή· καὶ ἐὰν μὴ αὐτὸς σὺ σαυτοῦ ἀκούσῃς ὅτι τὰ δίκαια καὶ συμφέροντά ἐστιν, ἄλλῳ γε λέγοντι μὴ πιστεύσῃς.
苏格拉底:那就回答吧;除非你亲耳听自己说公正和有利是同一回事,否则即便别人这么说,你也不要相信。
ΑΛ. οὔτοι, ἀλλʼ ἀποκριτέον· καὶ γὰρ οὐδὲν οἴομαι βλαβήσεσθαι.
阿尔基比亚德:绝不,那我必须回答了;因为我认为我也不会有什么损失。