Humanitext Reader

柏拉图 · 阿尔西比亚德篇之一 §112-113

大众对公正的分歧与转向有益性的辩论

第 7 段,共 21 段 · 希腊语

内容简介

苏格拉底通过指出大众在公正与不公正上产生分歧并引发战争,证明大众无法成为公正的教师。接着,他通过问答法的规则使阿尔基比亚德承认,正是阿尔基比亚德自己说出了对公正的一无所知,而阿尔基比亚德则反驳称,政治商议的核心并非公正而是“利益”。

§112ΣΩ. τί δὲ δή;
苏格拉底:那么这又如何呢?
νῦν περὶ τῶν δικαίων καὶ ἀδίκων ἀνθρώπων καὶ πραγμάτων οἱ πολλοὶ δοκοῦσί σοι ὁμολογεῖν αὐτοὶ ἑαυτοῖς ἢ ἀλλήλοις;
现在,关于公正和不公正的人以及事物,你认为大众在他们自己内部或者彼此之间是达成一致的吗?
ΑΛ. ἥκιστα νὴ Δίʼ, ὦ Σώκρατες.
阿尔基比亚德:凭宙斯发誓,绝非如此,苏格拉底。
ΣΩ. τί δέ;
苏格拉底:那么又如何?
μάλιστα περὶ αὐτῶν διαφέρεσθαι;
你认为他们关于这些事产生最严重的分歧吗?
ΑΛ. πολύ γε.
阿尔基比亚德:确实非常严重。
ΣΩ. οὔκουν οἴομαί γε πώποτέ σε ἰδεῖν οὐδʼ ἀκοῦσαι σφόδρα οὕτω διαφερομένους ἀνθρώπους περὶ ὑγιεινῶν καὶ μή, ὥστε διὰ ταῦτα μάχεσθαί τε καὶ ἀποκτεινύναι ἀλλήλους.
苏格拉底:无论如何,我认为你从未见过或听说过,人们在关于什么是健康和什么不健康的问题上会产生如此严重的分歧,以至于为了这些事而互相厮杀和杀戮。
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:确实没有。
ΣΩ. ἀλλὰ περὶ τῶν δικαίων καὶ ἀδίκων ἔγωγʼ οἶδʼ ὅτι, καὶ εἰ μὴ ἑώρακας, ἀκήκοας γοῦν ἄλλων τε πολλῶν καὶ Ὁμήρου· καὶ Ὀδυσσείας γὰρ καὶ Ἰλιάδος ἀκήκοας.
苏格拉底:但关于公正和不公正,我至少知道,即使你没有见过,也至少从许多其他人以及荷马那里听说过;因为你听过《奥德赛》和《伊利亚特》。
ΑΛ. πάντως δήπου, ὦ Σώκρατες.
阿尔基比亚德:那是当然,苏格拉底。
ΣΩ. οὐκοῦν ταῦτα ποιήματά ἐστι περὶ διαφορᾶς δικαίων τε καὶ ἀδίκων;
苏格拉底:那么,这些难道不是关于公正和不公正的分歧的诗作吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. καὶ αἱ μάχαι γε καὶ οἱ θάνατοι διὰ ταύτην τὴν διαφορὰν τοῖς τε Ἀχαιοῖς καὶ τοῖς ἄλλοις Τρωσὶν ἐγένοντο, καὶ τοῖς μνηστῆρσι τοῖς τῆς Πηνελόπης καὶ τῷ Ὀδυσσεῖ.
苏格拉底:而且正是因为这种分歧,阿开亚人与其他特洛伊人之间,以及佩内洛普的求婚者们与奥德修斯之间,才发生了战斗和死亡,不是吗?
ΑΛ. ἀληθῆ λέγεις.
阿尔基比亚德:你说得对。
ΣΩ. οἶμαι δὲ καὶ τοῖς ἐν Τανάγρᾳ Ἀθηναίων τε καὶ Λακεδαιμονίων καὶ Βοιωτῶν ἀποθανοῦσι, καὶ τοῖς ὕστερον ἐν Κορωνείᾳ, ἐν οἷς καὶ ὁ σὸς πατὴρ ἐτελεύτησεν, οὐδὲ περὶ ἑνὸς ἄλλου ἡ διαφορὰ ἢ περὶ τοῦ δικαίου καὶ ἀδίκου τοὺς θανάτους καὶ τὰς μάχας πεποίηκεν· ἦ γάρ;
苏格拉底:而且我认为,对于那些在塔纳格拉战死的大雅典人、拉刻代蒙人和波奥提亚人,以及后来在科罗尼亚战死的人们——其中你的父亲也牺牲了——除了关于公正和不公正的分歧之外,没有任何别的事物引起了他们的死亡和战斗;难道不是吗?
ΑΛ. ἀληθῆ λέγεις.
阿尔基比亚德:你说得对。
ΣΩ. τούτους οὖν φῶμεν ἐπίστασθαι περὶ ὧν οὕτως σφόδρα διαφέρονται, ὥστε ἀμφισβητοῦντες ἀλλήλοις τὰ ἔσχατα σφᾶς αὐτοὺς ἐργάζονται;
苏格拉底:那么,对于这些他们产生如此严重分歧,以至于彼此争执并给自身带来最悲惨结局的事情,我们要说他们是知道的吗?
ΑΛ. οὐ φαίνεταί γε.
阿尔基比亚德:显然不是。
ΣΩ. οὐκοῦν εἰς τοὺς τοιούτους διδασκάλους ἀναφέρεις οὓς ὁμολογεῖς αὐτὸς μὴ εἰδέναι;
苏格拉底:那么,你现在是归结于这样的一些老师,而你刚才自己也承认他们是不懂的,对吧?
ΑΛ. ἔοικα.
阿尔基比亚德:看来是这样。
ΣΩ. πῶς οὖν εἰκός σε εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα, περὶ ὧν οὕτω πλανᾷ καὶ οὔτε μαθὼν φαίνῃ παρʼ οὐδενὸς οὔτʼ αὐτὸς ἐξευρών;
苏格拉底:那么,你又怎么可能知道什么是公正和不公正呢? 关于这些事,你如此迷茫,既没有显出从任何人那里学过,也没有显出是你自己发现的。
ΑΛ. ἐκ μὲν ὧν σὺ λέγεις οὐκ εἰκός.
阿尔基比亚德:从你所说的话来看,确实不可能。
ΣΩ. ὁρᾷς αὖ τοῦθʼ ὡς οὐ καλῶς εἶπες, ὦ Ἀλκιβιάδη;
苏格拉底:阿非比亚德,你看到你刚才这话又说得不对了吗?
ΑΛ. τὸ ποῖον;
阿尔基比亚德:哪一点不对?
ΣΩ. ὅτι ἐμὲ φῂς ταῦτα λέγειν.
苏格拉底:就是你说是“我”说这些话的。
ΑΛ. τί δέ;
阿尔基比亚德:怎么?
οὐ σὺ λέγεις ὡς ἐγὼ οὐδὲν ἐπίσταμαι περὶ τῶν δικαίων καὶ ἀδίκων;
难道不是你在说我对公正和不公正一无所知吗?
ΣΩ. οὐ μέντοι.
苏格拉底:确实不是。
ΑΛ. ἀλλʼ ἐγώ;
阿尔基比亚德:难道是我在说?
ΣΩ. ναί.
苏格拉底:是的。
ΑΛ. πῶς δή;
阿尔基比亚德:这到底是怎么回事?
ΣΩ. ὧδε εἴσῃ. ἐάν σε ἔρωμαι τὸ ἓν καὶ τὰ δύο πότερα πλείω ἐστί, φήσεις ὅτι τὰ δύο;
苏格拉底:这样你就会明白:如果我问你,一和二哪个更多,你会说是二吗?
ΑΛ. ἔγωγε.
阿尔基比亚德:我会这么说。
ΣΩ. πόσῳ;
苏格拉底:多多少?
ΑΛ. ἑνί.
阿尔基比亚德:多一。
ΣΩ. πότερος οὖν ἡμῶν ὁ λέγων ὅτι τὰ δύο τοῦ ἑνὸς ἑνὶ πλείω;
苏格拉底:那么,我们中是谁在说二是比一多一的?
ΑΛ. ἐγώ.
阿尔基比亚德:是我。
ΣΩ. οὐκοῦν ἐγὼ μὲν ἠρώτων, σὺ δʼ ἀπεκρίνου;
苏格拉底:那么,是我在提问,而你在回答,对吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
§113ΣΩ. περὶ δὴ τούτων μῶν ἐγὼ φαίνομαι λέγων ὁ ἐρωτῶν, ἢ σὺ ὁ ἀποκρινόμενος;
苏格拉底:那么关于这些事,显出是在说话的人,是我这个提问的人,还是你这个回答的人?
ΑΛ. ἐγώ.
阿尔基比亚德:是我。
ΣΩ. τί δʼ ἂν ἐγὼ μὲν ἔρωμαι ποῖα γράμματα Σωκράτους, σὺ δʼ εἴπῃς, πότερος ὁ λέγων;
苏格拉底:而如果我问‘苏格拉底’是由哪些字母组成的,而你说了出来,那么谁是说话的人?
ΑΛ. ἐγώ.
阿尔基比亚德:是我。
ΣΩ. ἴθι δή, ἑνὶ λόγῳ εἰπέ· ὅταν ἐρώτησίς τε καὶ ἀπόκρισις γίγνηται, πότερος ὁ λέγων, ὁ ἐρωτῶν ἢ ὁ ἀποκρινόμενος;
苏格拉底:那么,请用一句话告诉我:当问答发生时,谁是说话的人,是提问者还是回答者?
ΑΛ. ὁ ἀποκρινόμενος, ἔμοιγε δοκεῖ, ὦ Σώκρατες.
阿尔基比亚德:在我看来是回答者,苏格拉底。
ΣΩ. οὐκοῦν ἄρτι διὰ παντὸς ἐγὼ μὲν ἦ ὁ ἐρωτῶν;
苏格拉底:那么,刚才自始至终,我难道不是那个提问的人吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. σὺ δʼ ὁ ἀποκρινόμενος;
苏格拉底:而你是回答的人吗?
ΑΛ. πάνυ γε.
阿尔基比亚德:正是。
ΣΩ. τί οὖν; τὰ λεχθέντα πότερος ἡμῶν εἴρηκεν;
苏格拉底:那么,那些说出来的话,我们中是谁说的呢?
ΑΛ. φαίνομαι μέν, ὦ Σώκρατες, ἐκ τῶν ὡμολογημένων ἐγώ.
阿尔基比亚德:从已经同意的来看,苏格拉底,显然是我。
ΣΩ. οὐκοῦν ἐλέχθη περὶ δικαίων καὶ ἀδίκων ὅτι Ἀλκιβιάδης ὁ καλὸς ὁ Κλεινίου οὐκ ἐπίσταιτο, οἴοιτο δέ, καὶ μέλλοι εἰς ἐκκλησίαν ἐλθὼν συμβουλεύσειν Ἀθηναίοις περὶ ὧν οὐδὲν οἶδεν;
苏格拉底:那么,关于公正和不公正,难道不是这样说:克莱尼亚斯之子、美丽的阿尔基比亚德并不懂它们,却自以为懂,并且还准备去公民大会,就他一无所知的事情给雅典人提建议?
οὐ ταῦτʼ ἦν;
难道不是这些话吗?
ΑΛ. φαίνεται.
阿尔基比亚德:显然如此。
ΣΩ. τὸ τοῦ Εὐριπίδου ἄρα συμβαίνει, ὦ Ἀλκιβιάδη· σοῦ τάδε κινδυνεύεις, οὐκ ἐμοῦ ἀκηκοέναι, οὐδʼ ἐγώ εἰμι ὁ ταῦτα λέγων, ἀλλὰ σύ, ἐμὲ δὲ αἰτιᾷ μάτην.
苏格拉底:那么,欧里庇得斯的话正好派上用场了,阿尔基比亚德:你极有可能是从你自己那里听到这些话的,而不是从我这里,说这些话的人不是我,而是你,你只是徒劳地指责我。
καὶ μέντοι καὶ εὖ λέγεις.
不过,你确实也说得很对。
μανικὸν γὰρ ἐν νῷ ἔχεις ἐπιχείρημα ἐπιχειρεῖν, ὦ βέλτιστε, διδάσκειν ἃ οὐκ οἶσθα, ἀμελήσας μανθάνειν.
因为,我最优秀的朋友啊,你心里正打算尝试一个疯狂的举动:在忽视了学习的情况下,去教导你所不知道的事情。
ΑΛ. οἶμαι μέν, ὦ Σώκρατες, ὀλιγάκις Ἀθηναίους βουλεύεσθαι καὶ τοὺς ἄλλους Ἕλληνας πότερα δικαιότερα ἢ ἀδικώτερα· τὰ μὲν γὰρ τοιαῦτα ἡγοῦνται δῆλα εἶναι, ἐάσαντες οὖν περὶ αὐτῶν σκοποῦσιν ὁπότερα συνοίσει πράξασιν.
阿尔基比亚德:苏格拉底,我认为雅典人和其他希腊人极少去商议哪些事更公正、哪些事更不公正;因为他们认为这类事情是显而易见的,所以他们搁置这些事,转而考虑采取哪些行动会带来利益。
οὐ γὰρ ταὐτὰ οἶμαι ἐστὶν τά τε δίκαια καὶ τὰ συμφέροντα, ἀλλὰ πολλοῖς δὴ ἐλυσιτέλησεν ἀδικήσασι μεγάλα ἀδικήματα, καὶ ἑτέροις γε οἶμαι δίκαια ἐργασαμένοις οὐ συνήνεγκεν.
因为我认为公正和有利并不是同一回事,事实上,许多人通过犯下巨大的不公正而获利,而另一些人,我想,由于做了公正的事反而没有得到好处。
ΣΩ. τί οὖν;
苏格拉底:那又怎样?
εἰ ὅτι μάλιστα ἕτερα μὲν τὰ δίκαια τυγχάνει ὄντα, ἕτερα δὲ τὰ συμφέροντα, οὔ τί που αὖ σὺ οἴει ταῦτʼ εἰδέναι ἃ συμφέρει τοῖς ἀνθρώποις, καὶ διʼ ὅτι;
如果说公正的事恰好是一回事,而有利的事是另一回事,你该不会又以为自己知道这些——即什么对人类是有利的,以及为什么吧?
ΑΛ. τί γὰρ κωλύει, ὦ Σώκρατες;
阿尔基比亚德:有什么能阻止我知道呢,苏格拉底?
εἰ μή με αὖ ἐρήσῃ παρʼ ὅτου ἔμαθον ἢ ὅπως αὐτὸς ηὗρον.
只要你不再反过来问我,我是跟谁学的,或者我自己是怎么发现的就行。

词汇与语法注释

  1. 112cοἶμαι δὲ καὶ τοῖς ἐν Τανάγρᾳ Ἀθηναίων τε καὶ Λακεδαιμονίων καὶ Βοιωτῶν ἀποθανοῦσι, καὶ τοῖς ὕστερον ἐν Κορωνείᾳ, ἐν οἷς καὶ ὁ σὸς πατὴρ ἐτελεύτησεν, οὐδὲ περὶ ἑνὸς ἄλλου ἡ διαφορὰ ἢ περὶ τοῦ δικαίου καὶ ἀδίκου τοὺς θανάτους καὶ τὰς μάχας πεποίηκεν· ἦ γάρ; — 虽然该句较长,但其骨架为“主语 `ἡ διαφορὰ` + 动词 `πεποίηκεν` + 宾语对格 `τοὺς θανάτους καὶ τὰς μάχας` + 与格对象 `τοῖς... ἀποθανοῦσι... καὶ τοῖς ὕστερον...`”。`οὐδὲ... ἢ...` 结构表示“除……之外没有其他”。
  2. 113cσοῦ τάδε κινδυνεύεις, οὐκ ἐμοῦ ἀκηκοέναι — 动词 `κινδυνεύω` 接不定式(此处为 `ἀκηκοέναι`)表示“有可能……”、“面临……的危险”。因为 `ἀκούω` 要求听到的来源用属格,所以 `σοῦ`(从你)和 `ἐμοῦ`(从我)均为属格。`τάδε` 是 `ἀκηκοέναι` 的宾语对格。
  3. 113dἐάσαντες οὖν περὶ αὐτῶν σκοποῦσιν — 过去时主动分词 `ἐάσαντες`(源自 `ἐάω`“任其自然、搁置”)与主句主语(希腊人们)一致,并省略了宾语 `τὰ τοιαῦτα`(诸如此类关于公正的事),意为“将它们搁置一旁、不予理会”。

引用这一段

柏拉图, 阿尔西比亚德篇之一 §112-113. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg013.humanitext-grc2:112-113

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。