§115ΣΩ. μαντικὸς γὰρ εἶ.
苏格拉底:因为你是个预言家。
καί μοι λέγε· τῶν δικαίων φῂς ἔνια μὲν συμφέρειν, ἔνια δʼ οὔ;
告诉我:在公正的事情中,你是否说有些是有利的,而有些不是?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. τί δέ; τὰ μὲν καλὰ αὐτῶν εἶναι, τὰ δʼ οὔ;
苏格拉底:那么,它们之中,有些是美好的,而有些不是吗?
ΑΛ. πῶς τοῦτο ἐρωτᾷς;
阿尔基比亚德:你这是什么意思?
ΣΩ. εἴ τις ἤδη σοι ἔδοξεν αἰσχρὰ μέν, δίκαια δὲ πράττειν;
苏格拉底:我是问,是否曾有人在你看来,一方面做着可耻的事,另一方面却做着公正的事?
ΑΛ. οὐκ ἔμοιγε.
阿尔基比亚德:对我来说绝没有。
ΣΩ. ἀλλὰ πάντα τὰ δίκαια καὶ καλά;
苏格拉底:相反,所有公正的事都是美好的吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. τί δʼ αὖ τὰ καλά;
苏格拉底:那么反过来,美好之物又如何?
πότερον πάντα ἀγαθά, ἢ τὰ μέν, τὰ δʼ οὔ;
它们全都是好的,还是有些好,有些不好?
ΑΛ. οἴομαι ἔγωγε, ὦ Σώκρατες, ἔνια τῶν καλῶν κακὰ εἶναι.
阿尔基比亚德:苏格拉底,我倒认为,有些美好之物是坏的。
ΣΩ. ἦ καὶ αἰσχρὰ ἀγαθά;
苏格拉底:难道可耻的事也有是好的?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. ἆρα λέγεις τὰ τοιάδε, οἷον πολλοὶ ἐν πολέμῳ βοηθήσαντες ἑταίρῳ ἢ οἰκείῳ τραύματα ἔλαβον καὶ ἀπέθανον, οἱ δʼ οὐ βοηθήσαντες, δέον, ὑγιεῖς ἀπῆλθον;
苏格拉底:你说的是不是这类情况:例如,许多人在战争中为了营救同伴或亲人而负伤死亡,而那些在应当营救时却没有营救的人,却安然无恙地撤离了?
ΑΛ. πάνυ μὲν οὖν.
阿尔基比亚德:完全如此。
ΣΩ. οὐκοῦν τὴν τοιαύτην βοήθειαν καλὴν μὲν λέγεις κατὰ τὴν ἐπιχείρησιν τοῦ σῶσαι οὓς ἔδει, τοῦτο δʼ ἐστὶν ἀνδρεία· ἢ οὔ;
苏格拉底:那么,这种营救,从企图挽救那些应当挽救的人这一角度来看,你称之为‘美好的’,而这就是‘勇敢’,难道不是吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. κακὴν δέ γε κατὰ τοὺς θανάτους τε καὶ ἕλκη· ἦ γάρ;
苏格拉底:但就死亡和受伤而言,它又是‘坏的’,对吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. ἆρʼ οὖν οὐκ ἄλλο μὲν ἡ ἀνδρεία, ἄλλο δὲ ὁ θάνατος;
苏格拉底:那么,勇敢是一回事,而死亡是另一回事,难道不是吗?
ΑΛ. πάνυ γε.
阿尔基比亚德:当然。
ΣΩ. οὐκ ἄρα κατὰ ταὐτόν γʼ ἐστι καλὸν καὶ κακὸν τὸ τοῖς φίλοις βοηθεῖν;
苏格拉底:那么,帮助朋友这件事,其‘美好’与‘坏’并不是就同一性质而言的了?
ΑΛ. οὐ φαίνεται.
阿尔基比亚德:看来不是。
ΣΩ. ὅρα τοίνυν εἰ, ᾗ γε καλόν, καὶ ἀγαθόν, ὥσπερ καὶ ἐνταῦθα.
苏格拉底:那么请看,正是在它美好的范围内,它是否也是好的,就像在这里一样。
κατὰ τὴν ἀνδρείαν γὰρ ὡμολόγεις καλὸν εἶναι τὴν βοήθειαν·
因为你曾承认,从勇敢的角度来看,这种营救是美好的。
τοῦτʼ οὖν αὐτὸ σκόπει, τὴν ἀνδρείαν, ἀγαθὸν ἢ κακόν;
那么请考察这件事情本身——勇敢,它是好的还是坏的?
ὧδε δὲ σκόπει· σὺ πότερʼ ἂν δέξαιό σοι εἶναι, ἀγαθὰ ἢ κακά;
请这样考察:你愿意拥有好的东西还是坏的东西?
ΑΛ. ἀγαθά.
阿尔基比亚德:好的东西。
ΣΩ. οὐκοῦν τὰ μέγιστα μάλιστα.
苏格拉底:那么,最大的好东西最甚?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. καὶ ἥκιστα τῶν τοιούτων δέξαιο ἂν στέρεσθαι;
苏格拉底:而最不愿意被剥夺这些东西吗?
ΑΛ. πῶς γὰρ οὔ;
阿尔基比亚德:怎么会不呢?
ΣΩ. πῶς οὖν λέγεις περὶ ἀνδρείας;
苏格拉底:那么你对勇敢怎么说?
ἐπὶ πόσῳ ἂν αὐτοῦ δέξαιο στέρεσθαι;
你愿意以什么代价被剥夺它?
ΑΛ. οὐδὲ ζῆν ἂν ἐγὼ δεξαίμην δειλὸς ὤν.
阿尔基比亚德:如果要做个懦夫,我宁可不活。
ΣΩ. ἔσχατον ἄρα κακῶν εἶναί σοι δοκεῖ ἡ δειλία.
苏格拉底:那么在你看来,懦弱是极度的恶了。
ΑΛ. ἔμοιγε.
阿尔基比亚德:在我看来确实如此。
ΣΩ. ἐξ ἴσου τῷ τεθνάναι, ὡς ἔοικε.
苏格拉底:看来与死亡同等。
ΑΛ. φημί.
阿尔基比亚德:确实。
ΣΩ. οὐκοῦν θανάτῳ τε καὶ δειλίᾳ ἐναντιώτατον ζωὴ καὶ ἀνδρεία;
苏格拉底:那么,生命和勇敢,难道不是与死亡和懦弱最相反的吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. καὶ τὰ μὲν μάλιστʼ ἂν εἶναι βούλοιό σοι, τὰ δὲ ἥκιστα;
苏格拉底:而前者你最希望拥有,后者最不希望?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. ἆρʼ ὅτι τὰ μὲν ἄριστα ἡγῇ, τὰ δὲ κάκιστα;
苏格拉底:是因为你认为前者是最好的,而后者是最坏的吗?
ΑΛ. πάνυ γε.
阿尔基比亚德:完全如此。
ΣΩ. ἐν τοῖς ἀρίστοις ἄρα σὺ ἡγῇ ἀνδρείαν εἶναι κἀν τοῖς κακίστοις θάνατον.
苏格拉底:因此,你认为勇敢是在最好之列,而死亡是在最坏之列。
ΑΛ. ἔγωγε.
阿尔基比亚德:我是这样认为的。
ΣΩ. τὸ ἄρα βοηθεῖν ἐν πολέμῳ τοῖς φίλοις, ᾗ μὲν καλόν, κατʼ ἀγαθοῦ πρᾶξιν τὴν τῆς ἀνδρείας, καλὸν αὐτὸ προσεῖπας;
苏格拉底:那么,在战争中营救朋友,在它美好的层面上,即作为实现勇敢这一好事的行为,你称之为‘美好的’吗?
ΑΛ. φαίνομαί γε.
阿尔基比亚德:看来是的。
ΣΩ. κατὰ δέ γε κακοῦ πρᾶξιν τὴν τοῦ θανάτου κακόν;
苏格拉底:但就遭受死亡这一坏事的角度而言,你又称之为‘坏的’吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。