Humanitext Reader

柏拉图 · 阿尔西比亚德篇之一 §110-111

未曾探求正义与反驳大众作为教师

第 6 段,共 21 段 · 希腊语

内容简介

苏格拉底指出阿尔基比亚德从未有过自知无知的时期,从而否定了他自己发现公正的可能,使阿尔基比亚德转向声称是向“大众”学习。苏格拉底随后主张,教学的前提是传授者拥有知识并达成一致,而“大众”虽然在语言和基本事物辨识上一致,但在公正等重大问题上却存在分歧,因而不能成为合格的老师。

§110ΣΩ. καλῶς λέγεις.
苏格拉底:说得好。
ἔχεις οὖν εἰπεῖν τοῦτον τὸν χρόνον ὅτε οὐκ ᾤου εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα;
那么,你能说出这个你认为自己不知道什么是公正和不公正的时期吗?
φέρε, πέρυσιν ἐζήτεις τε καὶ οὐκ ᾤου εἰδέναι;
来,去年你曾寻找过,并认为自己不知道吗?
ἢ ᾤου;
还是你当时认为自己知道?
καὶ τἀληθῆ ἀποκρίνου, ἵνα μὴ μάτην οἱ διάλογοι γίγνωνται.
请如实回答,好让我们的对话不至于徒劳。
ΑΛ. ἀλλʼ ᾤμην εἰδέναι.
阿尔基比亚德:不,我当时认为自己知道。
ΣΩ. τρίτον δʼ ἔτος καὶ τέταρτον καὶ πέμπτον οὐχ οὕτως;
苏格拉底:那前年、大前年、大大前年,不也是这样吗?
ΑΛ. ἔγωγε.
阿尔基比亚德:确实如此。
ΣΩ. ἀλλὰ μὴν τό γε πρὸ τοῦ παῖς ἦσθα.
苏格拉底:但在这之前,你还是个孩子。
ἦ γάρ;
不是吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. τότε μὲν τοίνυν εὖ οἶδα ὅτι ᾤου εἰδέναι.
苏格拉底:那么,我很确信你那时认为自己知道。
ΑΛ. πῶς εὖ οἶσθα;
阿尔基比亚德:你怎么这么确信?
ΣΩ. πολλάκις σοῦ ἐν διδασκάλων ἤκουον παιδὸς ὄντος καὶ ἄλλοθι, καὶ ὁπότε ἀστραγαλίζοις ἢ ἄλλην τινὰ παιδιὰν παίζοις, οὐχ ὡς ἀποροῦντος περὶ τῶν δικαίων καὶ ἀδίκων, ἀλλὰ μάλα μέγα καὶ θαρραλέως λέγοντος περὶ ὅτου τύχοις τῶν παίδων ὡς πονηρός τε καὶ ἄδικος εἴη καὶ ὡς ἀδικοῖ·
苏格拉底:当你还是个孩子时,我多次在老师家里和别处听见你,每当你玩骰子或玩其他游戏时,你绝非对公正和不公正感到困惑,而是非常大声且自信地对遇见的任何孩子说他有多坏、多不公正,说他在行不正之事。
ἢ οὐκ ἀληθῆ λέγω;
难道我说的不是实话吗?
ΑΛ. ἀλλὰ τί ἔμελλον ποιεῖν, ὦ Σώκρατες, ὁπότε τίς με ἀδικοῖ;
阿尔基比亚德:但是,苏格拉底,每当有人对我行不公正之事时,我还能怎么做呢?
ΣΩ. σὺ δʼ εἰ τύχοις ἀγνοῶν εἴτʼ ἀδικοῖο εἴτε μὴ τότε, λέγεις, τί σε χρὴ ποιεῖν;
苏格拉底:但如果你当时碰巧不知道自己是否被不公正地对待,你是指你当时该怎么做呢?
ΑΛ. μὰ Δίʼ ἀλλʼ οὐκ ἠγνόουν ἔγωγε, ἀλλὰ σαφῶς ἐγίγνωσκον ὅτι ἠδικούμην.
阿尔基比亚德:凭宙斯发誓,我可不是不知道,而是非常清楚地知道自己被不公正地对待了。
ΣΩ. ὤιου ἄρα ἐπίστασθαι καὶ παῖς ὤν, ὡς ἔοικε, τὰ δίκαια καὶ τὰ ἄδικα.
苏格拉底:那么看来,你甚至在是个孩子的时候,就认为自己知道什么是公正和不公正了。
ΑΛ. ἔγωγε· καὶ ἠπιστάμην γε.
阿尔基比亚德:是的,而且我确实知道。
ΣΩ. ἐν ποίῳ χρόνῳ ἐξευρών;
苏格拉底:你是在什么时候发现的?
οὐ γὰρ δήπου ἐν ᾧ γε ᾤου εἰδέναι.
因为这绝不是在你认为自己知道的时候。
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:当然不是。
ΣΩ. πότε οὖν ἀγνοεῖν ἡγοῦ;
苏格拉底:那么,你什么时候认为自己不知道?
σκόπει· οὐ γὰρ εὑρήσεις τοῦτον τὸν χρόνον.
想想看;因为你找不到这个时期。
ΑΛ. μὰ τὸν Δίʼ, ὦ Σώκρατες, οὔκουν ἔχω γʼ εἰπεῖν.
阿尔基比亚德:凭宙斯发誓,苏格拉底,我确实说不上来。
ΣΩ. εὑρὼν μὲν ἄρʼ οὐκ οἶσθα αὐτά.
苏格拉底:那么,你并非通过自己发现而知道这些事情。
ΑΛ. οὐ πάνυ φαίνομαι.
阿尔基比亚德:看来完全不是。
ΣΩ. ἀλλὰ μὴν ἄρτι γε οὐδὲ μαθὼν ἔφησθα εἰδέναι· εἰ δὲ μήθʼ ηὗρες μήτʼ ἔμαθες, πῶς οἶσθα καὶ πόθεν;
苏格拉底:但你刚才说你也不是通过学习而知道的;但如果你既没有发现,也没有学习,你又是怎么知道、从哪里知道的呢?
ΑΛ. ἀλλʼ ἴσως τοῦτό σοι οὐκ ὀρθῶς ἀπεκρινάμην, τὸ φάναι εἰδέναι αὐτὸς ἐξευρών.
阿尔基比亚德:但也许我刚才回答你“我自己发现并知道”是不正确的。
ΣΩ. τὸ δὲ πῶς εἶχεν;
苏格拉底:那实际情况又是怎样的呢?
ΑΛ. ἔμαθον οἶμαι καὶ ἐγὼ ὥσπερ καὶ οἱ ἄλλοι.
阿尔基比亚德:我想我也像其他人一样,是学来的。
ΣΩ. πάλιν εἰς τὸν αὐτὸν ἥκομεν λόγον.
苏格拉底:我们又回到了同一个论点。
παρὰ τοῦ;
向谁学的?
φράζε κἀμοί.
也告诉我吧。
ΑΛ. παρὰ τῶν πολλῶν.
阿尔基比亚德:向大众。
ΣΩ. οὐκ εἰς σπουδαίους γε διδασκάλους καταφεύγεις εἰς τοὺς πολλοὺς ἀναφέρων.
苏格拉底:你把这归结于大众,可没有投奔到优秀的老师那里去。
ΑΛ. τί δέ;
阿尔基比亚德:为什么?
οὐχ ἱκανοὶ διδάξαι οὗτοι;
这些人难道不足以教学吗?
ΣΩ. οὔκουν τὰ πεττευτικά γε καὶ τὰ μή· καίτοι φαυλότερα αὐτὰ οἶμαι τῶν δικαίων εἶναι.
苏格拉底:他们甚至连下棋和不下棋都教不会;然而我认为这些事情比公正要微不足道得多。
τί δέ;
你怎么看?
σὺ οὐχ οὕτως οἴει;
难道你不这么认为吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. εἶτα τὰ μὲν φαυλότερα οὐχ οἷοί τε διδάσκειν, τὰ δὲ σπουδαιότερα;
苏格拉底:那他们连这些微不足道的事都教不会,却能教那些更重大的事吗?
ΑΛ. οἶμαι ἔγωγε· ἄλλα γοῦν πολλὰ οἷοί τʼ εἰσὶν διδάσκειν σπουδαιότερα τοῦ πεττεύειν.
阿尔基比亚德:我想是的;至少他们能够教导许多其他比下棋更重大的事。
ΣΩ. ποῖα ταῦτα;
苏格拉底:这些是些什么事呢?
§111ΑΛ. οἷον καὶ τὸ ἑλληνίζειν παρὰ τούτων ἔγωγʼ ἔμαθον, καὶ οὐκ ἂν ἔχοιμι εἰπεῖν ἐμαυτοῦ διδάσκαλον, ἀλλʼ εἰς τοὺς αὐτοὺς ἀναφέρω οὓς σὺ φῂς οὐ σπουδαίους εἶναι διδασκάλους.
阿尔基比亚德:例如,说希腊语就是我从他们那里学到的,我虽然说不出我自己的老师是谁,但我把它归结于你所说的那些并非优秀老师的同一些人。
ΣΩ. ἀλλʼ, ὦ γενναῖε, τούτου μὲν ἀγαθοὶ διδάσκαλοι οἱ πολλοί, καὶ δικαίως ἐπαινοῖντʼ ἂν αὐτῶν εἰς διδασκαλίαν.
苏格拉底:但是,高贵的青年啊,在这方面大众确实是优秀的老师,他们因为这方面的教学而受到称赞是理所应当的。
ΑΛ. τί δή;
阿尔基比亚德:这又是为什么?
ΣΩ. ὅτι ἔχουσι περὶ αὐτὰ ἃ χρὴ τοὺς ἀγαθοὺς διδασκάλους ἔχειν.
苏格拉底:因为他们在这方面拥有优秀的老师应该拥有的东西。
ΑΛ. τί τοῦτο λέγεις;
阿尔基比亚德:你这是什么意思?
ΣΩ. οὐκ οἶσθʼ ὅτι χρὴ τοὺς μέλλοντας διδάσκειν ὁτιοῦν αὐτοὺς πρῶτον εἰδέναι;
苏格拉底:难道你不知道,凡是要教导任何事情的人,自己首先必须知道它吗?
ἢ οὔ;
还是不是呢?
ΑΛ. πῶς γὰρ οὔ;
阿尔基比亚德:怎么能不知道呢?
ΣΩ. οὐκοῦν τοὺς εἰδότας ὁμολογεῖν τε ἀλλήλοις καὶ μὴ διαφέρεσθαι;
苏格拉底:那么,知道的人难道不应该彼此一致而不产生分歧吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. ἐν οἷς δʼ ἂν διαφέρωνται, ταῦτα φήσεις εἰδέναι αὐτούς;
苏格拉底:但对于他们产生分歧的事,你会说他们知道吗?
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:当然不会。
ΣΩ. τούτων οὖν διδάσκαλοι πῶς ἂν εἶεν;
苏格拉底:那他们怎么能成为这些事的老师呢?
ΑΛ. οὐδαμῶς.
阿尔基比亚德:绝不可能。
ΣΩ. τί οὖν;
苏格拉底:那又怎样?
δοκοῦσί σοι διαφέρεσθαι οἱ πολλοὶ ποῖόν ἐστι λίθος ἢ ξύλον;
你认为大众在什么是石头或什么是木头的问题上会有分歧吗?
καὶ ἐάν τινα ἐρωτᾷς, ἆρʼ οὐ τὰ αὐτὰ ὁμολογοῦσιν, καὶ ἐπὶ ταὐτὰ ὁρμῶσιν ὅταν βούλωνται λαβεῖν λίθον ἢ ξύλον;
如果你问任何人,他们难道不会达成一致,并在想拿石头或木头时朝着相同的东西去拿吗?
ὡσαύτως καὶ πάνθʼ ὅσα τοιαῦτα· σχεδὸν γάρ τι μανθάνω τὸ ἑλληνίζειν ἐπίστασθαι ὅτι τοῦτο λέγεις·
所有其他类似的事情也是如此;因为我大致明白你所谓的“知道如何说希腊语”就是这个意思。
ἢ οὔ;
还是不是呢?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. οὐκοῦν εἰς μὲν ταῦθʼ, ὥσπερ εἴπομεν, ἀλλήλοις τε ὁμολογοῦσι καὶ αὐτοὶ ἑαυτοῖς ἰδίᾳ, καὶ δημοσίᾳ αἱ πόλεις πρὸς ἀλλήλας οὐκ ἀμφισβητοῦσιν αἱ μὲν ταῦθʼ αἱ δʼ ἄλλα φάσκουσαι;
苏格拉底:那么,正如我们所说,对于这些事,他们不仅彼此一致,而且个人内部也一致,并且在公事上,各个城邦之间也不会互相争论,说这一方是这样,另一方是那样,对吧?
ΑΛ. οὐ γάρ.
阿尔基比亚德:确实没有。
ΣΩ. εἰκότως ἂν ἄρα τούτων γε καὶ διδάσκαλοι εἶεν ἀγαθοί.
苏格拉底:因此,在这些事上他们很自然地会成为优秀的老师。
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. οὐκοῦν εἰ μὲν βουλοίμεθα ποιῆσαί τινα περὶ αὐτῶν εἰδέναι, ὀρθῶς ἂν αὐτὸν πέμποιμεν εἰς διδασκαλίαν τούτων τῶν πολλῶν;
苏格拉底:那么,如果我们想让某人知道这些事,我们送他去向这大众学习是正确的吧?
ΑΛ. πάνυ γε.
阿尔基比亚德:当然。
ΣΩ. τί δʼ εἰ βουληθεῖμεν εἰδέναι, μὴ μόνον ποῖοι ἄνθρωποί εἰσιν ἢ ποῖοι ἵπποι, ἀλλὰ καὶ τίνες αὐτῶν δρομικοί τε καὶ μή, ἆρʼ ἔτι οἱ πολλοὶ τοῦτο ἱκανοὶ διδάξαι;
苏格拉底:但如果我们想知道,不仅人是什么样的或马是什么样的,还可以知道其中哪些善于奔跑,哪些不善于,大众还足以教导这个吗?
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:当然不。
ΣΩ. ἱκανὸν δέ σοι τεκμήριον ὅτι οὐκ ἐπίστανται οὐδὲ κρήγυοι διδάσκαλοί εἰσιν τούτων, ἐπειδὴ οὐδὲν ὁμολογοῦσιν ἑαυτοῖς περὶ αὐτῶν;
苏格拉底:大众对这些事情彼此毫不一致,这难道不是一个足够的证据,证明他们并不知道,也不是合格的老师吗?
ΑΛ. ἔμοιγε.
阿尔基比亚德:对我来说是的。
ΣΩ. τί δʼ εἰ βουληθεῖμεν εἰδέναι, μὴ μόνον ποῖοι ἄνθρωποί εἰσιν, ἀλλʼ ὁποῖοι ὑγιεινοὶ ἢ νοσώδεις, ἆρʼ ἱκανοὶ ἂν ἡμῖν ἦσαν διδάσκαλοι οἱ πολλοί;
苏格拉底:那如果我们想知道,不仅人是什么样的,而且什么样的人是健康的或有病的,大众会是合格的老师吗?
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:当然不。
ΣΩ. ἦν δʼ ἄν σοι τεκμήριον ὅτι μοχθηροί εἰσι τούτων διδάσκαλοι, εἰ ἑώρας αὐτοὺς διαφερομένους;
苏格拉底:如果你看到他们产生分歧,这难道不是一个证据,证明他们是这些事情上的糟糕老师吗?
ΑΛ. ἔμοιγε.
阿尔基比亚德:对我来说是的。

词汇与语法注释

  1. 110bπολλάκις σοῦ ἐν διδασκάλων ἤκουον παιδὸς ὄντος — 短语 ἐν διδασκάλων 意为“在老师们的家里(或学校里)”,介词 ἐν 之后接属格 διδασκάλων,省略了表示场所的名词 οἶκος(房屋/学校)。属格代词 σοῦ 由动词 ἤκουον(听到)支配,同时也是表示时间的副词性分词 ὄντος(“当你还是……时”)的逻辑主语。
  2. 110bτί ἔμελλον ποιεῖν — 动词 μέλλω 的未完成过去时 active 形式 ἔμελλον 后接不定式,表示过去的意图、必然性,或者带有一种反事实假设的语气(“我还能做什么 / 我本该怎么做”)。此处构成阿尔基比亚德辩解自己在遭受不公时无可避免的必然反应。
  3. 111aοὐκ ἂν ἔχοιμι εἰπεῖν — 希求语气 ἔχοιμι 与 ἄν 连用表示潜在可能性。后接不定式 εἰπεῖν,并采用 ἔχω + 不定式(“能够做某事”)的结构,构成了否定的潜在陈述:“我将无法说出(我的具体老师)”。
  4. 111bχρὴ τοὺς μέλλοντας διδάσκειν ὁτιοῦν αὐτοὺς πρῶτον εἰδέναι — 这是一个由无人称动词 χρή 支配的“对格加不定式”(A.c.I.)结构。不定式 εἰδέναι 的逻辑主语是对格的 αὐτούς(他们自己),它与分词短语 τοὺς μέλλοντας διδάσκειν ὁτιοῦν(将要教导任何事物的人)互为同格。

引用这一段

柏拉图, 阿尔西比亚德篇之一 §110-111. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg013.humanitext-grc2:110-111

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。