Humanitext Reader

柏拉图 · 阿尔西比亚德篇之一 §109

正义的知识与从未求学探究的揭露

第 5 段,共 21 段 · 希腊语

内容简介

苏格拉底追问阿尔基比亚德,迫使他承认在战争与和平中的“更好”无非就是“更公正”。接着,苏格拉底揭示出阿尔基比亚德既从未向任何老师学习过如何辨别公正与不公正,也从未靠自己去寻找过它。

§109ΣΩ. ἀλλὰ μέντοι αἰσχρόν γε εἰ μέν τις σε λέγοντα καὶ συμβουλεύοντα περὶ σιτίων ὅτι βέλτιον τόδε τοῦδε καὶ νῦν καὶ τοσοῦτον, ἔπειτα ἐρωτήσειεν τί τὸ ἄμεινον λέγεις, ὦ Ἀλκιβιάδη;
苏格拉底:然而,这真的很可耻。 如果一方面,当你就食物发表言论和建议说“这个比那个更好,且在此时,且在这个分量”,然后有人问你:“阿尔基比亚德,你说的‘更好’是什么意思?
περὶ μὲν τούτων ἔχειν εἰπεῖν ὅτι τὸ ὑγιεινότερον, καίτοι οὐ προσποιῇ γε ἰατρὸς εἶναι· περὶ δὲ οὗ προσποιῇ ἐπιστήμων εἶναι καὶ συμβουλεύσεις ἀνιστάμενος ὡς εἰδώς, τούτου δʼ, ὡς ἔοικας, πέρι ἐρωτηθεὶς ἐὰν μὴ ἔχῃς εἰπεῖν, οὐκ αἰσχύνῃ;
”,而对于这些,你能够说出那是“更健康的”,尽管你并未自称是医生;但另一方面,关于你自称是行家、并且将站起来作为知情者提供建议的那些事,如果关于这个被问到时,你似乎无法说出,你难道不感到羞耻吗?
ἢ οὐκ αἰσχρὸν φανεῖται;
或者难道这不会显得可耻吗?
ΑΛ. πάνυ γε.
阿尔基比亚德:当然非常可耻。
ΣΩ. σκόπει δὴ καὶ προθυμοῦ εἰπεῖν πρὸς τί τείνει τὸ ἐν τῷ εἰρήνην τε ἄγειν ἄμεινον καὶ τὸ ἐν τῷ πολεμεῖν οἷς δεῖ;
苏格拉底:那么,请仔细考虑,并试着说出:在保持和平以及对该开战的人开战中,所谓的“更好”是指向什么?
ΑΛ. ἀλλὰ σκοπῶν οὐ δύναμαι ἐννοῆσαι.
阿尔基比亚德:但我虽然在考虑,却实在想不出来。
ΣΩ. οὐδʼ οἶσθα, ἐπειδὰν πόλεμον ποιώμεθα, ὅτι ἐγκαλοῦντες ἀλλήλοις πάθημα ἐρχόμεθα εἰς τὸ πολεμεῖν, καὶ ὅτι αὐτὸ ὀνομάζοντες ἐρχόμεθα;
苏格拉底:难道你甚至不知道,每当我们要进行战争时,我们都是在互相指控某种伤害,并且指名道姓地称呼它,从而走向战争的吗?
ΑΛ. ἔγωγε, ὅτι γε ἐξαπατώμενοί τι ἢ βιαζόμενοι ἢ ἀποστερούμενοι.
阿尔基比亚德:我当然知道,那就是指控我们受到了某种欺骗、强暴或掠夺。
ΣΩ. ἔχε·
苏格拉底:且慢。
πῶς ἕκαστα τούτων πάσχοντες;
遭受这些之中的每一样,是以何种方式?
πειρῶ εἰπεῖν τί διαφέρει τὸ ὧδε ἢ ὧδε.
试着说说这样遭受和那样遭受有什么不同。
ΑΛ. ἦ τὸ ὧδε λέγεις, ὦ Σώκρατες, τὸ δικαίως ἢ τὸ ἀδίκως;
阿尔基比亚德:苏格拉底,你说的这样或那样,是指“公正地”还是“不公正地”?
ΣΩ. αὐτὸ τοῦτο.
苏格拉底:正是这回事。
ΑΛ. ἀλλὰ μὴν τοῦτο γε διαφέρει ὅλον τε καὶ πᾶν.
阿尔基比亚德:但这确实有着天壤之别。
ΣΩ. τί οὖν;
苏格拉底:那又怎样?
Ἀθηναίοις σὺ πρὸς ποτέρους συμβουλεύσεις πολεμεῖν, τοὺς ἀδικοῦντας ἢ τοὺς τὰ δίκαια πράττοντας;
你会建议雅典人对哪一方开战:是不公正的人,还是行公正之事的人?
ΑΛ. δεινὸν τοῦτό γε ἐρωτᾷς·
阿尔基比亚德:你问的这可真是个可怕的问题。
εἰ γὰρ καὶ διανοεῖταί τις ὡς δεῖ πρὸς τοὺς τὰ δίκαια πράττοντας πολεμεῖν, οὐκ ἂν ὁμολογήσειέν γε.
因为即使有人心里认为应该对行公正之事的人开战,他也绝不会承认的。
ΣΩ. οὐ γὰρ νόμιμον τοῦθʼ, ὡς ἔοικεν.
苏格拉底:因为这似乎是不合法的。
ΑΛ. οὐ δῆτα· οὐδέ γε καλὸν δοκεῖ εἶναι.
阿尔基比亚德:当然不合法;而且它也显得不体面。
ΣΩ. πρὸς ταῦτʼ ἄρα καὶ σὺ τοὺς λόγους ποιήσῃ;
苏格拉底:那么,你也是针对这些来发表你的言论吧?
ΑΛ. ἀνάγκη.
阿尔基比亚德:必须如此。
ΣΩ. ἄλλο τι οὖν, ὃ νυνδὴ ἐγὼ ἠρώτων βέλτιον πρὸς τὸ πολεμεῖν καὶ μή, καὶ οἷς δεῖ καὶ οἷς μή, καὶ ὁπότε καὶ μή, τὸ δικαιότερον τυγχάνει ὄν;
苏格拉底:那么,难道不是这样吗:我刚才所问的,关于是否开战、对谁该开战和不该开战、何时该开战和不该开战的那个“更合适”,结果其实就是“更公正”?
ἢ οὔ;
还是不是呢?
ΑΛ. φαίνεταί γε.
阿尔基比亚德:确实显得如此。
ΣΩ. πῶς οὖν, ὦ φίλε Ἀλκιβιάδη;
苏格拉底:那么,亲爱的阿尔基比亚德,这该怎么解释呢?
πότερον σαυτὸν λέληθας ὅτι οὐκ ἐπίστασαι τοῦτο, ἢ ἐμὲ ἔλαθες μανθάνων καὶ φοιτῶν εἰς διδασκάλου ὅς σε ἐδίδασκε διαγιγνώσκειν τὸ δικαιότερόν τε καὶ ἀδικώτερον;
是你自己没有发觉你其实并不知道这件事,还是你瞒着我,去某个老师那里上学,由他教你如何辨别更公正和更不公正?
καὶ τίς ἐστιν οὗτος;
而这个人是谁呢?
φράσον καὶ ἐμοί, ἵνα αὐτῷ φοιτητὴν προξενήσῃς καὶ ἐμέ.
也告诉我吧,好让你把我也引荐给他作个学生。
ΑΛ. σκώπτεις, ὦ Σώκρατες.
阿尔基比亚德:你在取笑我,苏格拉底。
ΣΩ. οὐ μὰ τὸν Φίλιον τὸν ἐμόν τε καὶ σόν, ὃν ἐγὼ ἥκιστʼ ἂν ἐπιορκήσαιμι·
苏格拉底:不,凭着你我共同的友谊之神发誓,我绝不会指着他起假誓。
ἀλλʼ εἴπερ ἔχεις, εἰπὲ τίς ἐστιν.
但如果你真的有这么一位老师,就告诉我是谁吧。
ΑΛ. τί δʼ εἰ μὴ ἔχω;
阿尔基比亚德:那如果我没有呢?
οὐκ ἂν οἴει με ἄλλως εἰδέναι περὶ τῶν δικαίων καὶ ἀδίκων;
难道你认为我不能通过其他途径知道关于公正和不公正的事吗?
ΣΩ. ναί, εἴ γε εὕροις.
苏格拉底:能的,只要你真的找到了它。
ΑΛ. ἀλλʼ οὐκ ἂν εὑρεῖν με ἡγῇ;
阿尔基比亚德:但难道你认为我不可能找到它吗?
ΣΩ. καὶ μάλα γε, εἰ ζητήσαις.
苏格拉底:当然有可能,如果你曾寻找过。
ΑΛ. εἶτα ζητῆσαι οὐκ ἂν οἴει με;
阿尔基比亚德:那难道你认为我没有寻找过吗?
ΣΩ. ἔγωγε, εἰ οἰηθείης γε μὴ εἰδέναι.
苏格拉底:我认为你找过,只要你曾以为自己不知道。
ΑΛ. εἶτα οὐκ ἦν ὅτʼ εἶχον οὕτω;
阿尔基比亚德:那难道就没有我处于这种状态的时候吗?

词汇与语法注释

  1. 109ἔχειν εἰπεῖν — 意为“能够说出”。这是 ἔχω 接不定式表示“能够”的惯用法。在此句中,尽管它位于 εἰ 条件从句的范围内,但作为对比(μὲν ... δέ)的一侧,它在语法上呼应了主句的形容词 αἰσχρόν(是可耻的),以不定式形式出现。
  2. 109cἄλλο τι οὖν — 惯用表达 ἄλλο τι ἤ...(难道不是……吗?不就是……吗?)省略了 虚词 ἤ 的形式,或构成了 ἄλλο τι οὖν... ἤ... 的句式。用于引导一个强烈期待肯定回答的疑问句。
  3. 109dσαυτὸν λέληθας... ἐμὲ ἔλαθες μανθάνων — 动词 λανθάνω(不被察觉)的两种主要句式。前者的 σαυτὸν λέληθας ὅτι... 带有 ὅτι 从句,表示“你自己没有发觉自己(处于某种状态)”;后者的 ἐμὲ ἔλαθες μανθάνων 带有宾格(ἐμέ)和补充性分词(μανθάνων),表示“我没有察觉到你在学习”,是更经典的伴随分词用法。

引用这一段

柏拉图, 阿尔西比亚德篇之一 §109. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg013.humanitext-grc2:109

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。