§107ΣΩ. πότερον οὖν, ὅταν περὶ γραμμάτων Ἀθηναῖοι βουλεύωνται, πῶς ἂν ὀρθῶς γράφοιεν, τότε ἀναστήσῃ αὐτοῖς συμβουλεύσων;
苏格拉底:那么,当雅典人商议关于读写、如何才能正确书写的时候,那时你会站出来给他们提建议吗?
ΑΛ. μὰ Δίʼ οὐκ ἔγωγε.
阿尔基比亚德:凭宙斯发誓,我绝不。
ΣΩ. ἀλλʼ ὅταν περὶ κρουμάτων ἐν λύρᾳ;
苏格拉底:但是当他们商议关于弹奏竖琴的时候呢?
ΑΛ. οὐδαμῶς.
阿尔基比亚德:决不。
ΣΩ. οὐδὲ μὴν οὐδὲ περὶ παλαισμάτων γε εἰώθασι βουλεύεσθαι ἐν τῇ ἐκκλησίᾳ.
苏格拉底:而且在公民大会上,他们也根本没有商议摔跤技艺的习惯。
ΑΛ. οὐ μέντοι.
阿尔基比亚德:确实没有。
ΣΩ. ὅταν οὖν περὶ τίνος βουλεύωνται;
苏格拉底:那么,他们是在商议什么的时候呢?
οὐ γάρ που ὅταν γε περὶ οἰκοδομίας.
总不至于是在商议关于建造房屋的时候吧。
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:当然不是。
ΣΩ. οἰκοδόμος γὰρ ταῦτά γε σοῦ βέλτιον συμβουλεύσει.
苏格拉底:因为建筑家在这些事情上显然比你更能提出好的建议。
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. οὐδὲ μὴν ὅταν περὶ μαντικῆς βουλεύωνται;
苏格拉底:那也绝不是当他们商议关于占卜的时候?
ΑΛ. οὔ.
阿尔基比亚德:不是。
ΣΩ. μάντις γὰρ αὖ ταῦτα ἄμεινον ἢ σύ.
苏格拉底:因为占卜者在这方面又比你更在行。
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. ἐάν τέ γε σμικρὸς ἢ μέγας ᾖ, ἐάν τε καλὸς ἢ αἰσχρός, ἔτι τε γενναῖος ἢ ἀγεννής.
苏格拉底:而且无论那个人是矮小还是高大,是俊美还是丑陋,甚至高贵还是低贱。
ΑΛ. πῶς γὰρ οὔ;
阿尔基比亚德:那当然。
ΣΩ. εἰδότος γὰρ οἶμαι περὶ ἑκάστου ἡ συμβουλή, καὶ οὐ πλουτοῦντος.
苏格拉底:因为我想,建议属于知道的人,而不是属于富有的人。
ΑΛ. πῶς γὰρ οὔ;
阿尔基比亚德:那当然。
ΣΩ. ἀλλʼ ἐάντε πένης ἐάντε πλούσιος ᾖ ὁ παραινῶν, οὐδὲν διοίσει Ἀθηναίοις ὅταν περὶ τῶν ἐν τῇ πόλει βουλεύωνται, πῶς ἂν ὑγιαίνοιεν, ἀλλὰ ζητήσουσιν ἰατρὸν εἶναι τὸν σύμβουλον.
苏格拉底:而无论建议者是贫穷还是富有,当雅典人商议关于城邦里的人如何才能保持健康时,这都没有任何区别,他们宁可寻找医生来做建议者。
ΑΛ. εἰκότως γε.
阿尔基比亚德:理当如此。
ΣΩ. ὅταν οὖν περὶ τίνος σκοπῶνται, τότε σὺ ἀνιστάμενος ὡς συμβουλεύσων ὀρθῶς ἀναστήσῃ;
苏格拉底:那么,当他们探讨什么事情的时候,你才会站出来,为了正确地提供建议而站出来呢?
ΑΛ. ὅταν περὶ τῶν ἑαυτῶν πραγμάτων, ὦ Σώκρατες.
阿尔基比亚德:当探讨他们自己的事务时,苏格拉底。
ΣΩ. τῶν περὶ ναυπηγίας λέγεις, ὁποίας τινὰς χρὴ αὐτοὺς τὰς ναῦς ναυπηγεῖσθαι;
苏格拉底:你是指关于造船的事务,他们应当建造什么样的船只吗?
ΑΛ. οὐκ ἔγωγε, ὦ Σώκρατες.
阿尔基比亚德:我可不是这个意思,苏格拉底。
ΣΩ. ναυπηγεῖν γὰρ οἶμαι οὐκ ἐπίστασαι.
苏格拉底:因为我想你并不知道如何造船。
τοῦτʼ αἴτιον ἢ ἄλλο τι;
这就是原因,还是别的什么?
ΑΛ. οὔκ, ἀλλὰ τοῦτο.
阿尔基比亚德:不,就是这个原因。
ΣΩ. ἀλλὰ περὶ ποίων τῶν ἑαυτῶν λέγεις πραγμάτων ὅταν βουλεύωνται;
苏格拉底:那么,当他们商议时,你是指他们自己的哪种事务呢?
ΑΛ. ὅταν περὶ πολέμου, ὦ Σώκρατες, ἢ περὶ εἰρήνης ἢ ἄλλου του τῶν τῆς πόλεως πραγμάτων.
阿尔基比亚德:当商议关于战争,苏格拉底,或者关于和平,或者关于城邦的其他事务时。
ΣΩ. ἆρα λέγεις ὅταν βουλεύωνται πρὸς τίνας χρὴ εἰρήνην ποιεῖσθαι καὶ τίσιν πολεμεῖν καὶ τίνα τρόπον;
苏格拉底:你是指当他们商议应当与谁讲和、对谁开战以及以何种方式进行的时候吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. χρὴ δʼ οὐχ οἷς βέλτιον;
苏格拉底:而难道不应当是与那些更合适的人吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. καὶ τόθʼ ὁπότε βέλτιον;
苏格拉底:而且是在更合适的时候吗?
ΑΛ. πάνυ γε.
阿尔基比亚德:完全如此。
ΣΩ. καὶ τοσοῦτον χρόνον ὅσον ἄμεινον;
苏格拉底:而且是维持更合适的时间吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. εἰ οὖν βουλεύοιντο Ἀθηναῖοι τίσιν χρὴ προσπαλαίειν καὶ τίσιν ἀκροχειρίζεσθαι καὶ τίνα τρόπον, σὺ ἄμεινον ἂν συμβουλεύοις ἢ ὁ παιδοτρίβης;
苏格拉底:那么,如果雅典人商议应当同谁摔跤、同谁格斗以及以何种方式进行,你会比体育教练提出更好的建议,还是体育教练呢?
ΑΛ. ὁ παιδοτρίβης δήπου.
阿尔基比亚德:当然是体育教练。
ΣΩ. ἔχεις οὖν εἰπεῖν πρὸς τί ἂν βλέπων ὁ παιδοτρίβης συμβουλεύσειεν οἷς δεῖ προσπαλαίειν καὶ οἷς μή, καὶ ὁπότε καὶ ὅντινα τρόπον;
苏格拉底:那么,你能否说出,体育教练在建议应当与谁摔跤、不与谁摔跤,以及在何时、以何种方式进行时,他是看着什么来建议的?
λέγω δὲ τὸ τοιόνδε· ἆρα τούτοις δεῖ προσπαλαίειν οἷς βέλτιον, ἢ οὔ;
我的意思是这样的:难道应当与那些更合适的人摔跤吗,还是不呢?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
§108ΣΩ. ἆρα καὶ τοσαῦτα ὅσα ἄμεινον;
苏格拉底:而且分量也是更合适的分量吗?
ΑΛ. τοσαῦτα.
阿尔基比亚德:就是那样的分量。
ΣΩ. οὐκοῦν καὶ τότε ὅτε ἄμεινον;
苏格拉底:那么时间也是在更合适的时候吗?
ΑΛ. πάνυ γε.
阿尔基比亚德:完全如此。
ΣΩ. ἀλλὰ μὴν καὶ ᾁδοντα δεῖ κιθαρίζειν ποτὲ πρὸς τὴν ᾠδὴν καὶ βαίνειν;
苏格拉底:然而,唱歌的人有时也必须配合歌声弹奏竖琴并踏着节拍迈步吧?
ΑΛ. δεῖ γάρ.
阿尔基比亚德:确实必须如此。
ΣΩ. οὐκοῦν τότε ὁπότε βέλτιον;
苏格拉底:那么是在更合适的时候吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. καὶ τοσαῦθʼ ὅσα βέλτιον;
苏格拉底:而且分量也是更合适的分量吗?
ΑΛ. φημί.
阿尔基比亚德:是的。
ΣΩ. τί οὖν;
苏格拉底:那又怎样?
ἐπειδὴ βέλτιον μὲν ὠνόμαζες ἐπʼ ἀμφοτέροις, τῷ τε κιθαρίζειν πρὸς τὴν ᾠδὴν καὶ τῷ προσπαλαίειν, τί καλεῖς τὸ ἐν τῷ κιθαρίζειν βέλτιον, ὥσπερ ἐγὼ τὸ ἐν τῷ παλαίειν καλῶ γυμναστικόν·
既然你对这两件事 ——即配合歌声弹奏竖琴和摔跤——都用了“更合适”这个词,那么在弹琴中的“更合适”,你称之为什么呢?
σὺ δʼ ἐκεῖνο τί καλεῖς;
正如我将摔跤中的称作“体育的”一样。
ΑΛ. οὐκ ἐννοῶ.
你将那个称为什么?
ΣΩ. ἀλλὰ πειρῶ ἐμὲ μιμεῖσθαι.
阿尔基比亚德:我想不出来。
ἐγὼ γάρ που ἀπεκρινάμην τὸ διὰ παντὸς ὀρθῶς ἔχον, ὀρθῶς δὲ δήπου ἔχει τὸ κατὰ τὴν τέχνην γιγνόμενον·
苏格拉底:那么试着模仿我。
ἢ οὔ;
因为我做出了一个在任何情况下都正确的回答,而按照技术进行的事情当然就是正确的,不是吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. ἡ δὲ τέχνη οὐ γυμναστικὴ ἦν;
苏格拉底:那项技术难道不就是体育吗?
ΑΛ. πῶς δʼ οὔ;
阿尔基比亚德:那当然。
ΣΩ. ἐγὼ δʼ εἶπον τὸ ἐν τῷ παλαίειν βέλτιον γυμναστικόν.
苏格拉底:所以我说摔跤中的“更合适”是“体育的”。
ΑΛ. εἶπες γάρ.
阿尔基比亚德:你确实说过。
ΣΩ. οὐκοῦν καλῶς;
苏格拉底:那么,说得对吗?
ΑΛ. ἔμοιγε δοκεῖ.
阿尔基比亚德:在我看来是对的。
ΣΩ. ἴθι δὴ καὶ σύ—πρέποι γὰρ ἄν που καὶ σοὶ τὸ καλῶς διαλέγεσθαι—εἰπὲ πρῶτον τίς ἡ τέχνη ἧς τὸ κιθαρίζειν καὶ τὸ ᾁδειν καὶ τὸ ἐμβαίνειν ὀρθῶς; συνάπασα τίς καλεῖται;
苏格拉底:来吧,你也一样——因为善于讨论对你来说也是合适不过的——先告诉我,那项让正确地弹琴、唱歌和迈步成为可能的艺术是什么?
οὔπω δύνασαι εἰπεῖν;
它整体上被称为什么?
ΑΛ. οὐ δῆτα.
你还说不出来吗?
ΣΩ. ἀλλʼ ὧδε πειρῶ·
阿尔基比亚德:真的说不出来。
τίνες αἱ θεαὶ ὧν ἡ τέχνη;
苏格拉底:那么试着这样想:这项技术属于哪些女神?
ΑΛ. τὰς μούσας, ὦ Σώκρατες, λέγεις;
阿尔基比亚德:苏格拉底,你是说缪斯女神们吗?
ΣΩ. ἔγωγε.
苏格拉底:正是我。
ὅρα δή· τίνα ἀπʼ αὐτῶν ἐπωνυμίαν ἡ τέχνη ἔχει;
看啊:这项技术从她们那里得到了什么名称?
ΑΛ. μουσικήν μοι δοκεῖς λέγειν.
阿尔基比亚德:看来你是指音乐。
ΣΩ. λέγω γάρ.
苏格拉底:正是。
τί οὖν τὸ κατὰ ταύτην ὀρθῶς γιγνόμενόν ἐστιν;
那么,在这项技术下正确进行的是什么?
ὥσπερ ἐκεῖ ἐγώ σοι τὸ κατὰ τὴν τέχνην ἔλεγον ὀρθῶς, τὴν γυμναστικήν, καὶ σὺ δὴ οὖν οὕτως ἐνταῦθα τί φῄς;
正如在前面我告诉你按照那项技术——即体育——正确进行的是什么样一样,你在这里也同样说说看。
πῶς γίγνεσθαι;
你说它是如何进行的?
ΑΛ. μουσικῶς μοι δοκεῖ.
阿尔基比亚德:在我看来是音乐地进行。
ΣΩ. εὖ λέγεις.
苏格拉底:说得好。
ἴθι δή, καὶ τὸ ἐν τῷ πολεμεῖν βέλτιον καὶ τὸ ἐν τῷ εἰρήνην ἄγειν, τοῦτο τὸ βέλτιον τί ὀνομάζεις;
来吧,那么在打仗和保持和平中的“更合适”,这个“更合适”你称之为什么?
ὥσπερ ἐκεῖ ἐφʼ ἑκάστῳ ἔλεγες τὸ ἄμεινον, ὅτι μουσικώτερον καὶ ἐπὶ τῷ ἑτέρῳ, ὅτι γυμναστικώτερον· πειρῶ δὴ καὶ ἐνταῦθα λέγειν τὸ βέλτιον.
正如在前面你针对每一个情况都说那更合适的一样,一处说是“更音乐的”,另一处说是“更体育的”;那么在这里,你也试着给这个“更合适”命名。
ΑΛ. ἀλλʼ οὐ πάνυ τι ἔχω.
阿尔基比亚德:但我实在想不出什么来。