§278ΣΩ. ὁ δέ γε ἐν μὲν τῷ γεγραμμένῳ λόγῳ περὶ ἑκάστου παιδιάν τε ἡγούμενος πολλὴν ἀναγκαῖον εἶναι, καὶ οὐδένα πώποτε λόγον ἐν μέτρῳ οὐδʼ ἄνευ μέτρου μεγάλης ἄξιον σπουδῆς γραφῆναι, οὐδὲ λεχθῆναι ὡς οἱ ῥαψῳδούμενοι ἄνευ ἀνακρίσεως καὶ διδαχῆς πειθοῦς ἕνεκα ἐλέχθησαν, ἀλλὰ τῷ ὄντι αὐτῶν τοὺς βελτίστους εἰδότων ὑπόμνησιν γεγονέναι, ἐν δὲ τοῖς διδασκομένοις καὶ μαθήσεως χάριν λεγομένοις καὶ τῷ ὄντι γραφομένοις ἐν ψυχῇ περὶ δικαίων τε καὶ καλῶν καὶ ἀγαθῶν μόνοις ἡγούμενος τό τε ἐναργὲς εἶναι καὶ τέλεον καὶ ἄξιον σπουδῆς· δεῖν δὲ τοὺς τοιούτους λόγους αὑτοῦ λέγεσθαι οἷον ὑεῖς γνησίους εἶναι, πρῶτον μὲν τὸν ἐν αὑτῷ, ἐὰν εὑρεθεὶς ἐνῇ, ἔπειτα εἴ τινες τούτου ἔκγονοί τε καὶ ἀδελφοὶ ἅμα ἐν ἄλλαισιν ἄλλων ψυχαῖς κατʼ ἀξίαν ἐνέφυσαν·
苏格拉底:“但另一方面,那认为在关于每个主题的文字言辞中必然有很多娱乐,且无论有韵还是无韵,任何言辞都不曾因具有重大的严肃性而被写下,也不曾像狂想乐人为了说服而未经审查和教学所吟诵的那样被说出,而是认为在真实中其中最优秀者也只是对知晓者的备忘,并认为唯有在那些为了学习而被讲授和述说、且真正写在灵魂中的关于正义、美和善的言辞里,才存在着明晰、完全和值得严肃对待的价值的人;且认为这样的言辞应当被称为自己嫡出的儿子,首先是那在他自己里面的言辞(如果它被发现存在于他心中),其次是这一言辞的子孙和兄弟(如果它们在同一时期以配得上的方式生长在其他人的其他灵魂中);同时让其他言辞随风而去的人——帕德罗斯,这样的人,看来就是你我都会祈祷你我能成为的那种人。
τοὺς δὲ ἄλλους χαίρειν ἐῶν—οὗτος δὲ ὁ τοιοῦτος ἀνὴρ κινδυνεύει, ὦ Φαῖδρε, εἶναι οἷον ἐγώ τε καὶ σὺ εὐξαίμεθʼ ἂν σέ τε καὶ ἐμὲ γενέσθαι. ΦΑΙ. παντάπασι μὲν οὖν ἔγωγε βούλομαί τε καὶ εὔχομαι ἃ λέγεις.
” 帕德罗斯:“完全如此,我个人非常渴望并且祈祷能实现你所说的话。
ΣΩ. οὐκοῦν ἤδη πεπαίσθω μετρίως ἡμῖν τὰ περὶ λόγων·
” 苏格拉底:“那么,关于言辞的娱乐现在可以被我们适度地结束了。
καὶ σύ τε ἐλθὼν φράζε Λυσίᾳ ὅτι νὼ καταβάντε ἐς τὸ Νυμφῶν νᾶμά τε καὶ μουσεῖον ἠκούσαμεν λόγων, οἳ ἐπέστελλον λέγειν Λυσίᾳ τε καὶ εἴ τις ἄλλος συντίθησι λόγους, καὶ Ὁμήρῳ καὶ εἴ τις ἄλλος αὖ ποίησιν ψιλὴν ἢ ἐν ᾠδῇ συντέθηκε, τρίτον δὲ Σόλωνι καὶ ὅστις ἐν πολιτικοῖς λόγοις νόμους ὀνομάζων συγγράμματα ἔγραψεν· εἰ μὲν εἰδὼς ᾗ τὸ ἀληθὲς ἔχει συνέθηκε ταῦτα, καὶ ἔχων βοηθεῖν, εἰς ἔλεγχον ἰὼν περὶ ὧν ἔγραψε, καὶ λέγων αὐτὸς δυνατὸς τὰ γεγραμμένα φαῦλα ἀποδεῖξαι, οὔ τι τῶνδε ἐπωνυμίαν ἔχοντα δεῖ λέγεσθαι τὸν τοιοῦτον, ἀλλʼ ἐφʼ οἷς ἐσπούδακεν ἐκείνων.
你去告诉里西亚斯,我们俩下到宁芙的泉水和缪斯的神殿,听到了言辞,它们嘱托我们去告诉里西亚斯以及其他任何撰写言辞的人,还有荷马以及其他任何以无韵或有歌的方式创作诗歌的人,第三是告诉索伦以及任何在政治言辞中将著作冠以法律之名的人:如果他是在知道真理的情况下创作了这些,并且在对他的著作进行审查时能够亲自予以捍卫,并通过叙说亲自表明这些写下的东西是微不足道的,那么这样的人就不应当被称为源自这些活动的称号,而应当被称为源自他所严肃对待之事的称号。
ΦΑΙ. τίνας οὖν τὰς ἐπωνυμίας αὐτῷ νέμεις;
” 帕德罗斯:“那么你赋予他什么称号呢?
ΣΩ. τὸ μὲν σοφόν, ὦ Φαῖδρε, καλεῖν ἔμοιγε μέγα εἶναι δοκεῖ καὶ θεῷ μόνῳ πρέπειν· τὸ δὲ ἢ φιλόσοφον ἢ τοιοῦτόν τι μᾶλλόν τε ἂν αὐτῷ καὶ ἁρμόττοι καὶ ἐμμελεστέρως ἔχοι.
” 苏格拉底:“帕德罗斯,我认为称他为‘智者’未免过大,且只适合神;而称他为‘爱智者’或诸如此类的名称,既更适合他,也更为和谐。
ΦΑΙ. καὶ οὐδέν γε ἀπὸ τρόπου.
” 帕德罗斯:“这确实非常妥当。
ΣΩ. οὐκοῦν αὖ τὸν μὴ ἔχοντα τιμιώτερα ὧν συνέθηκεν ἢ ἔγραψεν ἄνω κάτω στρέφων ἐν χρόνῳ, πρὸς ἄλληλα κολλῶν τε καὶ ἀφαιρῶν, ἐν δίκῃ που ποιητὴν ἢ λόγων συγγραφέα ἢ νομογράφον προσερεῖς;
” 苏格拉底:“相反,如果有人并没有比他创作或书写的东西更有价值的事物,只是随着时间将其上下翻转,互相拼接和裁剪,你难道不会公正地称他为诗人、言辞撰写者或法律起草者吗?
ΦΑΙ. τί μήν;
” 帕德罗斯:“当然是这样。
ΣΩ. ταῦτα τοίνυν τῷ ἑταίρῳ φράζε.
” 苏格拉底:“那么,就把这些话告诉你的同伴。
ΦΑΙ. τί δὲ σύ;
” 帕德罗斯:“但你呢?
πῶς ποιήσεις;
你打算怎么做?
οὐδὲ γὰρ οὐδὲ τὸν σὸν ἑταῖρον δεῖ παρελθεῖν.
因为你的同伴也绝不应该被忽略。
ΣΩ. τίνα τοῦτον;
” 苏格拉底:“这是哪一位?
ΦΑΙ. Ἰσοκράτη τὸν καλόν·
” 帕德罗斯:“美丽的伊索克拉底。
ᾧ τί ἀπαγγελεῖς, ὦ Σώκρατες;
苏格拉底,你会向他传达什么?
τίνα αὐτὸν φήσομεν εἶναι;
我们说他是怎样的人?
§279ΣΩ. νέος ἔτι, ὦ Φαῖδρε, Ἰσοκράτης·
” 苏格拉底:“帕德罗斯,伊索克拉底还很年轻。
ὃ μέντοι μαντεύομαι κατʼ αὐτοῦ, λέγειν ἐθέλω.
然而,我愿意说出对他的预言。
ΦΑΙ. τὸ ποῖον δή;
” 帕德罗斯:“究竟是什么预言?
ΣΩ. δοκεῖ μοι ἀμείνων ἢ κατὰ τοὺς περὶ Λυσίαν εἶναι λόγους τὰ τῆς φύσεως, ἔτι τε ἤθει γεννικωτέρῳ κεκρᾶσθαι·
” 苏格拉底:“在我看来,他的天资比里西亚斯流派的言辞更为优秀,而且他被赋予了更高贵的气质。
ὥστε οὐδὲν ἂν γένοιτο θαυμαστὸν προϊούσης τῆς ἡλικίας εἰ περὶ αὐτούς τε τοὺς λόγους, οἷς νῦν ἐπιχειρεῖ, πλέον ἢ παίδων διενέγκοι τῶν πώποτε ἁψαμένων λόγων, ἔτι τε εἰ αὐτῷ μὴ ἀποχρήσαι ταῦτα, ἐπὶ μείζω δέ τις αὐτὸν ἄγοι ὁρμὴ θειοτέρα·
因此,随着年龄的增长,如果他在他现在所尝试的言辞本身上,比所有曾涉足言辞的人都表现得更卓越,这完全不足为奇;而且,如果他不满足于这些,而是有更神圣的冲动引导他走向更伟大的事业,那也是理所当然的。
φύσει γάρ, ὦ φίλε, ἔνεστί τις φιλοσοφία τῇ τοῦ ἀνδρὸς διανοίᾳ.
因为,我的朋友,这位男子的思想中天生就包含着某种爱智的精神。
ταῦτα δὴ οὖν ἐγὼ μὲν παρὰ τῶνδε τῶν θεῶν ὡς ἐμοῖς παιδικοῖς Ἰσοκράτει ἐξαγγέλλω, σὺ δʼ ἐκεῖνα ὡς σοῖς Λυσίᾳ.
那么,我就把这些神明的话作为给我的爱人伊索克拉底的口信传达出去,而你则把那些话传达给你的里西亚斯。
ΦΑΙ. ταῦτʼ ἔσται·
” 帕德罗斯:“会照办的。
ἀλλὰ ἴωμεν, ἐπειδὴ καὶ τὸ πνῖγος ἠπιώτερον γέγονεν.
但我们走吧,因为天气也变得凉爽些了。
ΣΩ. οὐκοῦν εὐξαμένῳ πρέπει τοῖσδε πορεύεσθαι;
” 苏格拉底:“那么,我们在向这里的神明祈祷之后再动身,不是更合适吗?
ΦΑΙ. τί μήν;
” 帕德罗斯:“当然。
ΣΩ. ὦ φίλε Πάν τε καὶ ἄλλοι ὅσοι τῇδε θεοί, δοίητέ μοι καλῷ γενέσθαι τἄνδοθεν· ἔξωθεν δὲ ὅσα ἔχω, τοῖς ἐντὸς εἶναί μοι φίλια.
” 苏格拉底:“亲爱的潘神以及这里的其他神明,请赐予我内在的优美;并愿我外在拥有的一切,都能与我内在的主宰相和谐。
πλούσιον δὲ νομίζοιμι τὸν σοφόν· τὸ δὲ χρυσοῦ πλῆθος εἴη μοι ὅσον μήτε φέρειν μήτε ἄγειν δύναιτο ἄλλος ἢ ὁ σώφρων.
愿我视有智慧的人为富有;愿我拥有的黄金数量,是除了克制的人之外任何人都无法携带和运走的。
ἔτʼ ἄλλου του δεόμεθα, ὦ Φαῖδρε;
帕德罗斯,我们还需要别的吗?
ἐμοὶ μὲν γὰρ μετρίως ηὖκται.
对我来说,这已经祈求得很适度了。
ΦΑΙ. καὶ ἐμοὶ ταῦτα συνεύχου· κοινὰ γὰρ τὰ τῶν φίλων.
” 帕德罗斯:“也为我祈求这些吧,因为朋友的东西是共有的。
ΣΩ. ἴωμεν.
” 苏格拉底:“我们走吧。 ”