§266ΣΩ. τὸ πάλιν κατʼ εἴδη δύνασθαι διατέμνειν κατʼ ἄρθρα ᾗ πέφυκεν, καὶ μὴ ἐπιχειρεῖν καταγνύναι μέρος μηδέν, κακοῦ μαγείρου τρόπῳ χρώμενον·
苏格拉底:相反,是能够根据形相、沿着其自然关节重新加以分割,并且不要像一个拙劣的屠夫那样试图砸碎任何部分。
ἀλλʼ ὥσπερ ἄρτι τὼ λόγω τὸ μὲν ἄφρον τῆς διανοίας ἕν τι κοινῇ εἶδος ἐλαβέτην, ὥσπερ δὲ σώματος ἐξ ἑνὸς διπλᾶ καὶ ὁμώνυμα πέφυκε, σκαιά, τὰ δὲ δεξιὰ κληθέντα, οὕτω καὶ τὸ τῆς παρανοίας ὡς ἓν ἐν ἡμῖν πεφυκὸς εἶδος ἡγησαμένω τὼ λόγω, ὁ μὲν τὸ ἐπʼ ἀριστερὰ τεμνόμενος μέρος, πάλιν τοῦτο τέμνων οὐκ ἐπανῆκεν πρὶν ἐν αὐτοῖς ἐφευρὼν ὀνομαζόμενον σκαιόν τινα ἔρωτα ἐλοιδόρησεν μάλʼ ἐν δίκῃ, ὁ δʼ εἰς τὰ ἐν δεξιᾷ τῆς μανίας ἀγαγὼν ἡμᾶς, ὁμώνυμον μὲν ἐκείνῳ, θεῖον δʼ αὖ τινα ἔρωτα ἐφευρὼν καὶ προτεινάμενος ἐπῄνεσεν ὡς μεγίστων αἴτιον ἡμῖν ἀγαθῶν.
正如刚才的两篇言论,将理智中愚蠢的部分视作一个共同的单一形相,又正如从同一个身体上自然生出成双且同名的部分——被称为左侧和右侧的部分——同样地,这两篇言论也将我们之中的疯狂视为一种自然生成的单一形相,其中一篇将左侧的部分进行分割,并对这一部分再次分割,直到在它们之中发现了一种被称为‘左侧的’爱,并极其公正地对其进行了谴责;而另一篇则将我们引导至疯狂的右侧部分,发现了一种与那一个同名、却又是神圣的爱,并且将其提出来,作为我们最大福祉的源泉而加以赞美。
ΦΑΙ. ἀληθέστατα λέγεις.
帕德罗斯:你说的最真实不过了。
ΣΩ. τούτων δὴ ἔγωγε αὐτός τε ἐραστής, ὦ Φαῖδρε, τῶν διαιρέσεων καὶ συναγωγῶν, ἵνα οἷός τε ὦ λέγειν τε καὶ φρονεῖν·
苏格拉底:帕德罗斯,我本人正是这些分割和综合的爱好者,为了使我能够说话和思考。
ἐάν τέ τινʼ ἄλλον ἡγήσωμαι δυνατὸν εἰς ἓν καὶ ἐπὶ πολλὰ πεφυκόθʼ ὁρᾶν, τοῦτον διώκω
κατόπισθε μετʼ ἴχνιον ὥστε θεοῖο.
如果我认为有任何其他人能够看到那自然生为一体又延伸至许多事物的对象,我就会尾随其后 ‘追随其足迹,如追随神明一般。
καὶ μέντοι καὶ τοὺς δυναμένους αὐτὸ δρᾶν εἰ μὲν ὀρθῶς ἢ μὴ προσαγορεύω, θεὸς οἶδε, καλῶ δὲ οὖν μέχρι τοῦδε διαλεκτικούς.
’ 此外,对于那些有能力做到这一点的人,我称呼得是否正确,只有神知道,但无论如何迄今为止我称他们为辩证法家。
τὰ δὲ νῦν παρὰ σοῦ τε καὶ Λυσίου μαθόντας εἰπὲ τί χρὴ καλεῖν· ἢ τοῦτο ἐκεῖνό ἐστιν ἡ λόγων τέχνη, ᾗ Θρασύμαχός τε καὶ οἱ ἄλλοι χρώμενοι σοφοὶ μὲν αὐτοὶ λέγειν γεγόνασιν, ἄλλους τε ποιοῦσιν, οἳ ἂν δωροφορεῖν αὐτοῖς ὡς βασιλεῦσιν ἐθέλωσιν;
但现在请告诉我,从你和里西亚斯那里学习的人应该怎么称呼;或者这就是那种言论的艺术,色拉叙马霍斯和其他智者所使用的,他们自己因此变得擅长辞令,并且使其他愿意像对待国王一样向他们纳贡的人也变得如此吗?
ΦΑΙ. βασιλικοὶ μὲν ἇνδρες, οὐ μὲν δὴ ἐπιστήμονές γε ὧν ἐρωτᾷς.
帕德罗斯:他们确实是像国王般的人物,但绝非精通你所问之事的人。
ἀλλὰ τοῦτο μὲν τὸ εἶδος ὀρθῶς ἔμοιγε δοκεῖς καλεῖν, διαλεκτικὸν καλῶν· τὸ δὲ ῥητορικὸν δοκεῖ μοι διαφεύγειν ἔθʼ ἡμᾶς.
不过,对于这一个形相,我觉得你称呼得很对,称其为辩证法;但修辞学在我看来似乎依然避开了我们。
ΣΩ. πῶς φῄς;
苏格拉底:你是怎么说的?
καλόν πού τι ἂν εἴη, ὃ τούτων ἀπολειφθὲν ὅμως τέχνῃ λαμβάνεται;
难道还有什么美好的事物,虽然被这些所遗漏,却依然能通过艺术来掌握吗?
πάντως δʼ οὐκ ἀτιμαστέον αὐτὸ σοί τε καὶ ἐμοί, λεκτέον δὲ τί μέντοι καὶ ἔστι τὸ λειπόμενον τῆς ῥητορικῆς.
无论如何,你和我都不应轻视它,而必须说出那修辞学所剩下的部分究竟是什么。
ΦΑΙ. καὶ μάλα που συχνά, ὦ Σώκρατες, τά γʼ ἐν τοῖς βιβλίοις τοῖς περὶ λόγων τέχνης γεγραμμένοις.
帕德罗斯:苏格拉底,关于言论艺术的书籍中确实写有很多东西。
ΣΩ. καλῶς γε ὑπέμνησας.
苏格拉底:你提点得很好。
προοίμιον μὲν οἶμαι πρῶτον ὡς δεῖ τοῦ λόγου λέγεσθαι ἐν ἀρχῇ· ταῦτα λέγεις —ἦ γάρ;
我想首先,在演说的开头必须说出‘前言’;你说的是这些——不是吗?
—τὰ κομψὰ τῆς τέχνης;
——艺术中那些精巧的部分?
ΦΑΙ. ναί.
帕德罗斯:是的。
ΣΩ. δεύτερον δὲ δὴ διήγησίν τινα μαρτυρίας τʼ ἐπʼ αὐτῇ, τρίτον τεκμήρια, τέταρτον εἰκότα· καὶ πίστωσιν οἶμαι καὶ ἐπιπίστωσιν λέγειν τόν γε βέλτιστον λογοδαίδαλον Βυζάντιον ἄνδρα.
苏格拉底:第二,当然是某种‘陈述’以及紧随其后的‘证据’,第三是‘证迹’,第四是‘可能性’;我想,那位来自拜占庭的最优秀的言辞雕琢家,还说到了‘证明’和‘追加证明’。
ΦΑΙ. τὸν χρηστὸν λέγεις Θεόδωρον;
帕德罗斯:你指的是那位高尚的狄奥多若吗?
§267ΣΩ. τί μήν;
苏格拉底:当然是。
καὶ ἔλεγχόν γε καὶ ἐπεξέλεγχον ὡς ποιητέον ἐν κατηγορίᾳ τε καὶ ἀπολογίᾳ.
还有在控告和申辩中必须做出的‘反驳’和‘再反驳’。
τὸν δὲ κάλλιστον Πάριον Εὐηνὸν ἐς μέσον οὐκ ἄγομεν, ὃς ὑποδήλωσίν τε πρῶτος ηὗρεν καὶ παρεπαίνους—οἱ δʼ αὐτὸν καὶ παραψόγους φασὶν ἐν μέτρῳ λέγειν μνήμης χάριν—σοφὸς γὰρ ἁνήρ.
而我们难道不把那位最美丽的帕罗斯人欧埃诺斯请到中间来吗? 他是第一个发明‘暗示’和‘间接赞美’的人——有些人说为了便于记忆,他还用格律诗写过‘间接指责’——因为他是个聪明人。
Τεισίαν δὲ Γοργίαν τε ἐάσομεν εὕδειν, οἳ πρὸ τῶν ἀληθῶν τὰ εἰκότα εἶδον ὡς τιμητέα μᾶλλον, τά τε αὖ σμικρὰ μεγάλα καὶ τὰ μεγάλα σμικρὰ φαίνεσθαι ποιοῦσιν διὰ ῥώμην λόγου, καινά τε ἀρχαίως τά τʼ ἐναντία καινῶς, συντομίαν τε λόγων καὶ ἄπειρα μήκη περὶ πάντων ἀνηῦρον;
至于提西亚斯和高尔吉亚,我们要让他们继续安睡吗? 他们认为可能性比真理更值得看重,并且通过言辞的力量使微小的事物显得巨大、巨大的事物显得微小,把新奇的事物说得古色古香、把相反的事物说得新颖独特,并对所有主题都发明了极尽简短和无限冗长的论说。
ταῦτα δὲ ἀκούων ποτέ μου Πρόδικος ἐγέλασεν, καὶ μόνος αὐτὸς ηὑρηκέναι ἔφη ὧν δεῖ λόγων τέχνην· δεῖν δὲ οὔτε μακρῶν οὔτε βραχέων ἀλλὰ μετρίων.
普罗迪科斯有一次听我提到这些时笑了起来,并声称只有他自己发现了言论技术所需要的东西:言论既不应冗长,也不应简短,而应适度。
ΦΑΙ. σοφώτατά γε, ὦ Πρόδικε.
帕德罗斯:普罗迪科斯,真是太聪明了。
ΣΩ. Ἱππίαν δὲ οὐ λέγομεν;
苏格拉底:那我们不谈谈希庇亚斯吗?
οἶμαι γὰρ ἂν σύμψηφον αὐτῷ καὶ τὸν Ἠλεῖον ξένον γενέσθαι.
因为我想那位来自伊利斯的客人也会投赞成票给他的。
ΦΑΙ. τί δʼ οὔ;
帕德罗斯:怎么会不呢?
ΣΩ. τὰ δὲ Πώλου πῶς φράσωμεν αὖ μουσεῖα λόγων—ὡς διπλασιολογίαν καὶ γνωμολογίαν καὶ εἰκονολογίαν—ὀνομάτων τε Λικυμνίων ἃ ἐκείνῳ ἐδωρήσατο πρὸς ποίησιν εὐεπείας;
苏格拉底:那我们又该如何描述波洛斯那些言论的神殿呢——诸如 ‘重言’、‘格言’和‘比喻’——以及利库姆尼奥斯赠予他用以创作华丽辞藻的那些词汇?
ΦΑΙ. Πρωταγόρεια δέ, ὦ Σώκρατες, οὐκ ἦν μέντοι τοιαῦτʼ ἄττα;
帕德罗斯:苏格拉底,难道普罗泰戈拉就没有类似的那些东西吗?
ΣΩ. ὀρθοέπειά γέ τις, ὦ παῖ, καὶ ἄλλα πολλὰ καὶ καλά.
苏格拉底:孩子,那是某种‘正确的用词’,以及许多其他美好的东西。
τῶν γε μὴν οἰκτρογόων ἐπὶ γῆρας καὶ πενίαν ἑλκομένων λόγων κεκρατηκέναι τέχνῃ μοι φαίνεται τὸ τοῦ Χαλκηδονίου σθένος, ὀργίσαι τε αὖ πολλοὺς ἅμα δεινὸς ἁνὴρ γέγονεν, καὶ πάλιν ὠργισμένοις ἐπᾴδων κηλεῖν, ὡς ἔφη·
不过,在为陷入暮年和贫困之人所作的哀怜言论中,那位迦克墩人的力量在我看来似乎凭借艺术而占据了主导。 这个男人在同时激怒众人方面变得非常可怕,并且如他所说,又擅长用吟唱咒语来安抚发怒的人。
διαβάλλειν τε καὶ ἀπολύσασθαι διαβολὰς ὁθενδὴ κράτιστος.
此外,在制造诽谤和消除来自任何地方的诽谤方面,他是最强有力的。
τὸ δὲ δὴ τέλος τῶν λόγων κοινῇ πᾶσιν ἔοικε συνδεδογμένον εἶναι, ᾧ τινες μὲν ἐπάνοδον, ἄλλοι δʼ ἄλλο τίθενται ὄνομα.
而演说的结尾,似乎是所有人共同达成一致的,有些人称之为‘重述’,而另一些人则冠以其他名称。
ΦΑΙ. τὸ ἐν κεφαλαίῳ ἕκαστα λέγεις ὑπομνῆσαι ἐπὶ τελευτῆς τοὺς ἀκούοντας περὶ τῶν εἰρημένων;
帕德罗斯:你指的是在结尾处提纲惬领地让听众想起所说过的事情吗?
ΣΩ. ταῦτα λέγω, καὶ εἴ τι σὺ ἄλλο ἔχεις εἰπεῖν λόγων τέχνης πέρι.
苏格拉底:我说的就是这个,以及如果你还有其他关于言论艺术的事情要说的话。
ΦΑΙ. σμικρά γε καὶ οὐκ ἄξια λέγειν.
帕德罗斯:不过是一些微不足道、不值得一提的事情。