Humanitext Reader

柏拉图 · 斐德罗篇 §260-261

真理的认知与作为引魂之术的修辞学

第 19 段,共 28 段 · 希腊语

内容简介

帕德罗斯提出了辩论家只需学习大众眼中的“相似真理”这一通说,苏格拉底则通过马与驴的比喻,阐明了在无知状态下进行说服的危险。随后苏格拉底论证道,辩论术实际上是一种在所有事务中引导灵魂的普遍艺术(灵魂引导术),这需要对真理与相似性有深刻的掌握。

§260ΦΑΙ. οὑτωσὶ περὶ τούτου ἀκήκοα, ὦ φίλε Σώκρατες, οὐκ εἶναι ἀνάγκην τῷ μέλλοντι ῥήτορι ἔσεσθαι τὰ τῷ ὄντι δίκαια μανθάνειν ἀλλὰ τὰ δόξαντʼ ἂν πλήθει οἵπερ δικάσουσιν, οὐδὲ τὰ ὄντως ἀγαθὰ ἢ καλὰ ἀλλʼ ὅσα δόξει·
帕德罗斯:关于这件事,我亲爱的苏格拉底,我是这样听说的:对于将要成为辩论家的人来说,没有必要去学习什么是真正正义的事,而只要学习那些在将要进行审判的大众看来似乎是正义的事;也没有必要去学习什么是真正善的或美的,而只要学习那些看起来是如此的事。
ἐκ γὰρ τούτων εἶναι τὸ πείθειν ἀλλʼ οὐκ ἐκ τῆς ἀληθείας.
因为说服力来自这些,而不是来自真理。
ΣΩ. οὔτοι ἀπόβλητον ἔπος εἶναι δεῖ, ὦ Φαῖδρε, ὃ ἂν εἴπωσι σοφοί, ἀλλὰ σκοπεῖν μή τι λέγωσι·
苏格拉底:贤者们所说的话,帕德罗斯啊,决不能当成“可抛弃之言”,而必须审视他们是否言之有理。
καὶ δὴ καὶ τὸ νῦν λεχθὲν οὐκ ἀφετέον.
尤其是现在所说的话,绝不能放过。
ΦΑΙ. ὀρθῶς λέγεις.
帕德罗斯:你说的对。
ΣΩ. ὧδε δὴ σκοπῶμεν αὐτό.
苏格拉底:那么,我们就这样来审视它吧。
ΦΑΙ. πῶς;
帕德罗斯:怎么审视?
ΣΩ. εἴ σε πείθοιμι ἐγὼ πολεμίους ἀμύνειν κτησάμενον ἵππον, ἄμφω δὲ ἵππον ἀγνοοῖμεν, τοσόνδε μέντοι τυγχάνοιμι εἰδὼς περὶ σοῦ, ὅτι Φαῖδρος ἵππον ἡγεῖται τὸ τῶν ἡμέρων ζῴων μέγιστα ἔχον ὦτα— ΦΑΙ. γελοῖόν γʼ ἄν, ὦ Σώκρατες, εἴη.
苏格拉底:如果我劝你买匹马去抵御敌人,而我们两个人都不知道马是什么,但我刚好知道关于你的这一情况:即帕德罗斯认为在驯养的动物中,耳朵最大的一种就是马—— 帕德罗斯:苏格拉底,那可就太荒唐了。
ΣΩ. οὔπω γε·
苏格拉底:这还算不上。
ἀλλʼ ὅτε δὴ σπουδῇ σε πείθοιμι, συντιθεὶς λόγον ἔπαινον κατὰ τοῦ ὄνου, ἵππον ἐπονομάζων καὶ λέγων ὡς παντὸς ἄξιον τὸ θρέμμα οἴκοι τε κεκτῆσθαι καὶ ἐπὶ στρατιᾶς, ἀποπολεμεῖν τε χρήσιμον καὶ πρός γʼ ἐνεγκεῖν δυνατὸν σκεύη καὶ ἄλλα πολλὰ ὠφέλιμον.
但如果我极其认真地劝你,写了一篇赞美驴的言论,把它叫做马,并说这种家畜不论在家里还是在军队里都完全值得拥有,既对战斗有用,又能够驮载行李,在许多其他事情上也有益处。
ΦΑΙ. παγγέλοιόν γʼ ἂν ἤδη εἴη.
帕德罗斯:那现在就真是极其荒唐了。
ΣΩ. ἆρʼ οὖν οὐ κρεῖττον γελοῖον καὶ φίλον ἢ δεινόν τε καὶ ἐχθρὸν;
苏格拉底:那么,荒唐而友善,难道不比可怕而敌对更好吗?
ΦΑΙ. φαίνεται.
帕德罗斯:看来是这样。
ΣΩ. ὅταν οὖν ὁ ῥητορικὸς ἀγνοῶν ἀγαθὸν καὶ κακόν, λαβὼν πόλιν ὡσαύτως ἔχουσαν πείθῃ, μὴ περὶ ὄνου σκιᾶς ὡς ἵππου τὸν ἔπαινον ποιούμενος, ἀλλὰ περὶ κακοῦ ὡς ἀγαθοῦ, δόξας δὲ πλήθους μεμελετηκὼς πείσῃ κακὰ πράττειν ἀντʼ ἀγαθῶν, ποῖόν τινʼ ἂν οἴει μετὰ ταῦτα τὴν ῥητορικὴν καρπὸν ὧν ἔσπειρε θερίζειν;
苏格拉底:因此,当辩论家在不知道善与恶的情况下,面对一个同样处于无知状态的城邦进行说服,他赞美的不是作为马的“驴之影”,而是作为善的恶,并且在研究了大众的意见之后,说服他们去做恶事而不是善事。 你认为在这之后,辩论术能从它所播下的种子中收获什么样的果实呢?
ΦΑΙ. οὐ πάνυ γε ἐπιεικῆ.
帕德罗斯:绝非什么好果实。
ΣΩ. ἆρʼ οὖν, ὦ ἀγαθέ, ἀγροικότερον τοῦ δέοντος λελοιδορήκαμεν τὴν τῶν λόγων τέχνην;
苏格拉底:那么,好朋友,我们是不是比应该有的程度更粗暴地谩骂了言论的艺术呢?
ἡ δʼ ἴσως ἂν εἴποι· τί ποτʼ, ὦ θαυμάσιοι, ληρεῖτε;
但她或许会说:“哦,奇妙的人们,你们为什么胡说八道?
ἐγὼ γὰρ οὐδένʼ ἀγνοοῦντα τἀληθὲς ἀναγκάζω μανθάνειν λέγειν, ἀλλʼ, εἴ τι ἐμὴ συμβουλή, κτησάμενον ἐκεῖνο οὕτως ἐμὲ λαμβάνειν·
我并没有强迫任何不知道真理的人去学习说话,而是建议,如果我的忠告有什么价值,先掌握真理,然后来接受我。
τόδε δʼ οὖν μέγα λέγω, ὡς ἄνευ ἐμοῦ τῷ τὰ ὄντα εἰδότι οὐδέν τι μᾶλλον ἔσται πείθειν τέχνῃ.
然而,我要说一件大事:没有我,即使是知道真实事物的人,也绝不可能凭借艺术来更好地进行说服。
ΦΑΙ. οὐκοῦν δίκαια ἐρεῖ, λέγουσα ταῦτα;
” 帕德罗斯:她如果这样说,难道不是有道理的吗?
ΣΩ. φημί, ἐὰν οἵ γʼ ἐπιόντες αὐτῇ λόγοι μαρτυρῶσιν εἶναι τέχνῃ.
苏格拉底:我也这么认为,只要那些向她袭来的言论能证明她是一种艺术。
ὥσπερ γὰρ ἀκούειν δοκῶ τινων προσιόντων καὶ διαμαρτυρομένων λόγων, ὅτι ψεύδεται καὶ οὐκ ἔστι τέχνη ἀλλʼ ἄτεχνος τριβή·
因为我似乎听见一些走上前的言论在抗议说,她在撒谎,她不是艺术,而是一种无艺术的熟练。
τοῦ δὲ λέγειν, φησὶν ὁ Λάκων, ἔτυμος τέχνη ἄνευ τοῦ ἀληθείας ἧφθαι οὔτʼ ἔστιν οὔτε μή ποτε ὕστερον γένηται.
正如斯巴达人所说:“如果不掌握真理,就不存在真正说理的艺术,以后也绝不会有。
§261ΦΑΙ. τούτων δεῖ τῶν λόγων, ὦ Σώκρατες·
” 帕德罗斯:苏格拉底,需要这些言论。
ἀλλὰ δεῦρο αὐτοὺς παράγων ἐξέταζε τί καὶ πῶς λέγουσιν.
请把它们带到这里,检验它们说了什么,又是怎么说的。
ΣΩ. πάριτε δή, θρέμματα γενναῖα, καλλίπαιδά τε Φαῖδρον πείθετε ὡς ἐὰν μὴ ἱκανῶς φιλοσοφήσῃ, οὐδὲ ἱκανός ποτε λέγειν ἔσται περὶ οὐδενός.
苏格拉底:那么上前来吧,高贵的生灵们,去说服育有美子的帕德罗斯,让他明白,如果他不能充分地研究哲学,他就永远无法就任何事情进行充分的阐述。
ἀποκρινέσθω δὴ ὁ Φαῖδρος.
让帕德罗斯回答吧。
ΦΑΙ. ἐρωτᾶτε.
帕德罗斯:请提问。
ΣΩ. ἆρʼ οὖν οὐ τὸ μὲν ὅλον ἡ ῥητορικὴ ἂν εἴη τέχνη ψυχαγωγία τις διὰ λόγων, οὐ μόνον ἐν δικαστηρίοις καὶ ὅσοι ἄλλοι δημόσιοι σύλλογοι, ἀλλὰ καὶ ἐν ἰδίοις, ἡ αὐτὴ σμικρῶν τε καὶ μεγάλων πέρι, καὶ οὐδὲν ἐντιμότερον τό γε ὀρθὸν περὶ σπουδαῖα ἢ περὶ φαῦλα γιγνόμενον;
苏格拉底:那么,从整体上看,辩论术难道不就是一种通过言论来引导灵魂的艺术吗? 不仅在法庭和任何其他公共集会中是如此,在私人聚会中也是如此;它同样关乎大事和小事,而且,正确地运用于严肃的事物,并不比运用于微不足道的事物更显尊贵。
ἢ πῶς σὺ ταῦτʼ ἀκήκοας;
或者,你对这些事情是怎么听说的?
ΦΑΙ. οὐ μὰ τὸν Δίʼ οὐ παντάπασιν οὕτως, ἀλλὰ μάλιστα μέν πως περὶ τὰς δίκας λέγεταί τε καὶ γράφεται τέχνῃ, λέγεται δὲ καὶ περὶ δημηγορίας·
帕德罗斯:不,凭宙斯起誓,完全不是这样。
ἐπὶ πλέον δὲ οὐκ ἀκήκοα.
人们通常说和写的关于这门艺术的事,大多是关于诉讼的,也有关于群众演说的。 但我没有听说过更多的了。
ΣΩ. ἀλλʼ ἦ τὰς Νέστορος καὶ Ὀδυσσέως τέχνας μόνον περὶ λόγων ἀκήκοας, ἃς ἐν Ἰλίῳ σχολάζοντες συνεγραψάτην, τῶν δὲ Παλαμήδους ἀνήκοος γέγονας;
苏格拉底:难道你只听说过涅斯托尔和奥德修斯的言论艺术,是他们在伊利翁闲暇时撰写的,而你却从没听说过帕拉墨德斯的艺术吗?
ΦΑΙ. καὶ ναὶ μὰ Δίʼ ἔγωγε τῶν Νέστορος, εἰ μὴ Γοργίαν Νέστορά τινα κατασκευάζεις, ἤ τινα Θρασύμαχόν τε καὶ Θεόδωρον Ὀδυσσέα.
帕德罗斯:不,凭宙斯起誓,我听过涅斯托尔的,除非你把戈尔吉亚斯当成某种涅斯托尔,或者把色拉叙马霍斯和狄奥多洛斯当成某种奥德修斯。
ΣΩ. ἴσως.
苏格拉底:也许是这样。
ἀλλὰ γὰρ τούτους ἐῶμεν·
但我们且不管这些人。
σὺ δʼ εἰπέ, ἐν δικαστηρίοις οἱ ἀντίδικοι τί δρῶσιν;
你告诉我,在法庭上,诉讼双方在做什么?
οὐκ ἀντιλέγουσιν μέντοι;
他们不是在针锋相对地辩论吗?
ἢ τί φήσομεν;
或者我们该怎么说?
ΦΑΙ. τοῦτʼ αὐτό.
帕德罗斯:正是如此。
ΣΩ. περὶ τοῦ δικαίου τε καὶ ἀδίκου;
苏格拉底:关于正义与非正义?
ΦΑΙ. ναί.
帕德罗斯:是的。
ΣΩ. οὐκοῦν ὁ τέχνῃ τοῦτο δρῶν ποιήσει φανῆναι τὸ αὐτὸ τοῖς αὐτοῖς τοτὲ μὲν δίκαιον, ὅταν δὲ βούληται, ἄδικον;
苏格拉底:那么,凭借艺术来做这件事的人,难道不会让同一件事,在同一群人面前,时而显得正义,在只要他愿意的时候,时而又显得非正义吗?
ΦΑΙ. τί μήν;
帕德罗斯:怎么不会呢?
ΣΩ. καὶ ἐν δημηγορίᾳ δὴ τῇ πόλει δοκεῖν τὰ αὐτὰ τοτὲ μὲν ἀγαθά, τοτὲ δʼ αὖ τἀναντία;
苏格拉底:而在群众演说中,他难道不会让城邦觉得同一件事时而为善,时而又相反吗?
ΦΑΙ. οὕτως.
帕德罗斯:正是这样。
ΣΩ. τὸν οὖν Ἐλεατικὸν Παλαμήδην λέγοντα οὐκ ἴσμεν τέχνῃ, ὥστε φαίνεσθαι τοῖς ἀκούουσι τὰ αὐτὰ ὅμοια καὶ ἀνόμοια, καὶ ἓν καὶ πολλά, μένοντά τε αὖ καὶ φερόμενα;
苏格拉底:那么,我们难道不知道爱利亚的帕拉墨德斯如何凭借艺术来说理,以至于让听众觉得同一件事物既相似又相异,既是单一又是诸多,既是静止又是运动的吗?
ΦΑΙ. μάλα γε.
帕德罗斯:确实如此。
ΣΩ. οὐκ ἄρα μόνον περὶ δικαστήριά τέ ἐστιν ἡ ἀντιλογικὴ καὶ περὶ δημηγορίαν, ἀλλʼ, ὡς ἔοικε, περὶ πάντα τὰ λεγόμενα μία τις τέχνη, εἴπερ ἔστιν, αὕτη ἂν εἴη, ᾗ τις οἷός τʼ ἔσται πᾶν παντὶ ὁμοιοῦν τῶν δυνατῶν καὶ οἷς δυνατόν, καὶ ἄλλου ὁμοιοῦντος καὶ ἀποκρυπτομένου εἰς φῶς ἄγειν.
苏格拉底:因此,反驳的艺术不仅关于法庭和群众演说,而且看来,关于所有被说出的话语,都只有这门单一的艺术——如果它确实存在的话。 凭借这门艺术,人们将能够把一切可能之物与一切事物进行类似,并在别人进行类似和隐瞒时,将其带到光天化日之下。
ΦΑΙ. πῶς δὴ τὸ τοιοῦτον λέγεις;
帕德罗斯:你这话究竟是什么意思?
ΣΩ. τῇδε δοκῶ ζητοῦσιν φανεῖσθαι.
苏格拉底:我认为这对于探求者来说,会通过以下方式显现出来。
ἀπάτη πότερον ἐν πολὺ διαφέρουσι γίγνεται μᾶλλον ἢ ὀλίγον;
欺骗更容易发生在差异很大的事物之间,还是差异极小的事物之间?

词汇与语法注释

  1. 260aτὰ δόξαντʼ ἂν πλήθει — 助词 ἂν 与分词 δόξαντα(δόξας 的中性复数宾格)连用,赋予了潜在或推测性的色彩(“在大众看来可能会显得如此的事物”)。
  2. 260eτοῦ δὲ λέγειν... ἄνευ τοῦ ἀληθείας ἧφθαι — 介词 ἄνευ 支配属格的带冠词完成时不定式 τοῦ ἧφθαι(源自 ἅπτομαι),该不定式又以属格 ἀληθείας 为宾语,意为“在未掌握真理的情况下”。
  3. 261aκαλλίπαιδά τε Φαῖδρον — 形容词 καλλίπαις(育有美子的)在此处被用作柏拉图式的比喻,暗指帕德罗斯是美丽言论(logos)的创造者或“父亲”。
  4. 261dτὸν οὖν Ἐλεατικὸν Παλαμήδην — “爱利亚的帕拉墨德斯”是一个隐喻性称呼,指代爱利亚学派的芝诺,他以其辩证术(反驳的艺术)闻名,能使同一事物显得既相似又相异、既是单一又是诸多、既静止又运动。

引用这一段

柏拉图, 斐德罗篇 §260-261. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:260-261

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。