Humanitext Reader

柏拉图 · 斐德罗篇 §258-259

优美写作的标准与蝉的神话

第 18 段,共 28 段 · 希腊语

内容简介

苏格拉底与帕德罗斯达成共识,认为撰写言论本身并不耻辱,写得拙劣和丑陋才是耻辱,并开始探讨如何优美地进行口头与书面表达。为了不因炎夏的中午而昏睡,苏格拉底讲述了蝉的起源及它们向缪斯报告的特权神话。

§258ΣΩ. οὐ μανθάνεις ὅτι ἐν ἀρχῇ ἀνδρὸς πολιτικοῦ πρῶτος ὁ ἐπαινέτης γέγραπται.
苏格拉底:你难道不明白,在政治家撰写的文件开头,首先写着的是赞美他的起草人的名字吗?
ΦΑΙ. πῶς;
帕德罗斯:怎么说?
ΣΩ. ἔδοξέ πού φησιν τῇ βουλῇ ἢ τῷ δήμῳ ἢ ἀμφοτέροις, καὶ ὃς καὶ ὃς εἶπεν —τὸν αὑτὸν δὴ λέγων μάλα σεμνῶς καὶ ἐγκωμιάζων ὁ συγγραφεύς—ἔπειτα λέγει δὴ μετὰ τοῦτο, ἐπιδεικνύμενος τοῖς ἐπαινέταις τὴν ἑαυτοῦ σοφίαν, ἐνίοτε πάνυ μακρὸν ποιησάμενος σύγγραμμα·
苏格拉底:文件里写着“评议会,或民会,或两者的决议”,以及“某某提议”——此时,执笔人实际上是在非常庄重地提及并赞美他自己。 随后,在这之后他继续说下去,向赞美他的人展示他自己的智慧,有时甚至写成了长篇大作。
ἤ σοι ἄλλο τι φαίνεται τὸ τοιοῦτον ἢ λόγος συγγεγραμμένος;
在你看来,这样的东西除了是写下来的言论之外,还会是别的什么吗?
ΦΑΙ. οὐκ ἔμοιγε.
帕德罗斯:在我看来确实不是别的。
ΣΩ. οὐκοῦν ἐὰν μὲν οὗτος ἐμμένῃ, γεγηθὼς ἀπέρχεται ἐκ τοῦ θεάτρου ὁ ποιητής· ἐὰν δὲ ἐξαλειφθῇ καὶ ἄμοιρος γένηται λογογραφίας τε καὶ τοῦ ἄξιος εἶναι συγγράφειν, πενθεῖ αὐτός τε καὶ οἱ ἑταῖροι.
苏格拉底:因此,如果这个决议案得以保留,这位诗人就会满心欢喜地离开剧场;但如果它被抹去,使他失去了撰写言论和写下著作的资格,他自己和他的同伴们就会哀悼。
ΦΑΙ. καὶ μάλα.
帕德罗斯:正是如此。
ΣΩ. δῆλόν γε ὅτι οὐχ ὡς ὑπερφρονοῦντες τοῦ ἐπιτηδεύματος, ἀλλʼ ὡς τεθαυμακότες.
苏格拉底:这显然不是因为他们看不起这种营业,而是因为他们对此赞赏有加。
ΦΑΙ. πάνυ μὲν οὖν.
帕德罗斯:完全如此。
ΣΩ. τί δέ; ὅταν ἱκανὸς γένηται ῥήτωρ ἢ βασιλεύς, ὥστε λαβὼν τὴν Λυκούργου ἢ Σόλωνος ἢ Δαρείου δύναμιν ἀθάνατος γενέσθαι λογογράφος ἐν πόλει, ἆρʼ οὐκ ἰσόθεον ἡγεῖται αὐτός τε αὑτὸν ἔτι ζῶν, καὶ οἱ ἔπειτα γιγνόμενοι ταὐτὰ ταῦτα περὶ αὐτοῦ νομίζουσι, θεώμενοι αὐτοῦ τὰ συγγράμματα;
苏格拉底:那么,如果一个辩论家或国王变得足够有能力,以至于掌握了莱库古、梭伦或大流士的力量,在城邦中成为不朽的“言论作家”,他难道不觉得自己在活着的时候就如同神一般,而后世的人在注视着他的著作时,不也是对他抱有同样的看法吗?
ΦΑΙ. καὶ μάλα.
帕德罗斯:正是如此。
ΣΩ. οἴει τινὰ οὖν τῶν τοιούτων, ὅστις καὶ ὁπωστιοῦν δύσνους Λυσίᾳ, ὀνειδίζειν αὐτὸ τοῦτο ὅτι συγγράφει;
苏格拉底:那么,你认为在这样的人当中,哪怕对吕西亚斯抱有任何恶意的人,会因为正是这件事,即“他写了著作”而谴责他吗?
ΦΑΙ. οὔκουν εἰκός γε ἐξ ὧν σὺ λέγεις·
帕德罗斯:按照你的说法,这确实不太可能。
καὶ γὰρ ἂν τῇ ἑαυτοῦ ἐπιθυμίᾳ, ὡς ἔοικεν, ὀνειδίζοι.
因为这样一来,他似乎是在谴责他自己的欲望了。
ΣΩ. τοῦτο μὲν ἄρα παντὶ δῆλον, ὅτι οὐκ αἰσχρὸν αὐτό γε τὸ γράφειν λόγους.
苏格拉底:由此可见,写言论这件事本身绝不是可耻的,这在任何人看来都是明摆着的。
ΦΑΙ. τί γάρ;
帕德罗斯:那当然。
ΣΩ. ἀλλʼ ἐκεῖνο οἶμαι αἰσχρὸν ἤδη, τὸ μὴ καλῶς λέγειν τε καὶ γράφειν ἀλλʼ αἰσχρῶς τε καὶ κακῶς.
苏格拉底:但我认为,真正可耻的是,说得不好、写得不好,而是写得丑陋且拙劣。
ΦΑΙ. δῆλον δή.
帕德罗斯:显然如此。
ΣΩ. τίς οὖν ὁ τρόπος τοῦ καλῶς τε καὶ μὴ γράφειν;
苏格拉底:那么,写得好与不好的方法是什么呢?
δεόμεθά τι, ὦ Φαῖδρε, Λυσίαν τε περὶ τούτων ἐξετάσαι καὶ ἄλλον ὅστις πώποτέ τι γέγραφεν ἢ γράψει, εἴτε πολιτικὸν σύγγραμμα εἴτε ἰδιωτικόν, ἐν μέτρῳ ὡς ποιητὴς ἢ ἄνευ μέτρου ὡς ἰδιώτης;
帕德罗斯,我们是否有些需要就这些问题来检验吕西亚斯,以及任何写过或将要写过什么东西的人——无论那是政治著作还是私人著作,是像诗人那样有格律的还是像普通人那样无格律的?
ΦΑΙ. ἐρωτᾷς εἰ δεόμεθα;
帕德罗斯:你问我们是否需要?
τίνος μὲν οὖν ἕνεκα κἄν τις ὡς εἰπεῖν ζῴη, ἀλλʼ ἢ τῶν τοιούτων ἡδονῶν ἕνεκα;
可以这么说,如果不是为了这些快乐,人究竟是为了什么而活呢?
οὐ γάρ που ἐκείνων γε ὧν προλυπηθῆναι δεῖ ἢ μηδὲ ἡσθῆναι, ὃ δὴ ὀλίγου πᾶσαι αἱ περὶ τὸ σῶμα ἡδοναὶ ἔχουσι·
总不能是为了那些必须先经历痛苦,否则就无法享受的快乐吧,这几乎是所有关乎肉体的快乐的特征。
διὸ καὶ δικαίως ἀνδραποδώδεις κέκληνται.
因此,它们也被正当地称为是奴隶般的。
§259ΣΩ. σχολὴ μὲν δή, ὡς ἔοικε·
苏格拉底:看来我们确实有闲暇。
καὶ ἅμα μοι δοκοῦσιν ὡς ἐν τῷ πνίγει ὑπὲρ κεφαλῆς ἡμῶν οἱ τέττιγες ᾁδοντες καὶ ἀλλήλοις διαλεγόμενοι καθορᾶν καὶ ἡμᾶς.
同时,在我看来,在这酷暑中,在我们头顶歌唱且互相倾谈的蝉,似乎也正在俯视着我们。
εἰ οὖν ἴδοιεν καὶ νὼ καθάπερ τοὺς πολλοὺς ἐν μεσημβρίᾳ μὴ διαλεγομένους ἀλλὰ νυστάζοντας καὶ κηλουμένους ὑφʼ αὑτῶν διʼ ἀργίαν τῆς διανοίας, δικαίως ἂν καταγελῷεν, ἡγούμενοι ἀνδράποδʼ ἄττα σφίσιν ἐλθόντα εἰς τὸ καταγώγιον ὥσπερ προβάτια μεσημβριάζοντα περὶ τὴν κρήνην εὕδειν·
因此,如果它们看到我们两个也像大多数人一样,在中午不倾谈,反而因为思维的怠惰而在它们的歌声中打瞌睡并被它们迷惑,它们自然会嘲笑我们,以为是一些奴隶来到了它们的憩所,像中午在泉水旁休息的羊群一样睡觉。
ἐὰν δὲ ὁρῶσι διαλεγομένους καὶ παραπλέοντάς σφας ὥσπερ Σειρῆνας ἀκηλήτους, ὃ γέρας παρὰ θεῶν ἔχουσιν ἀνθρώποις διδόναι, τάχʼ ἂν δοῖεν ἀγασθέντες.
但如果它们看到我们正在倾谈,像经过塞壬时那样,不被其迷惑地从它们身旁驶过,它们或许会因为赞赏我们,而将它们从神那里得到的、用以赐予人类的礼物送给我们。
ΦΑΙ. ἔχουσι δὲ δὴ τί τοῦτο;
帕德罗斯:它们拥有什么礼物?
ἀνήκοος γάρ, ὡς ἔοικε, τυγχάνω ὤν.
看来我刚好没有听说过。
ΣΩ. οὐ μὲν δὴ πρέπει γε φιλόμουσον ἄνδρα τῶν τοιούτων ἀνήκοον εἶναι.
苏格拉底:爱戴缪斯的人对这些事情居然没有听说过,这确实是不妥的。
λέγεται δʼ ὥς ποτʼ ἦσαν οὗτοι ἄνθρωποι τῶν πρὶν μούσας γεγονέναι, γενομένων δὲ Μουσῶν καὶ φανείσης ᾠδῆς οὕτως ἄρα τινὲς τῶν τότε ἐξεπλάγησαν ὑφʼ ἡδονῆς, ὥστε ᾁδοντες ἠμέλησαν σίτων τε καὶ ποτῶν, καὶ ἔλαθον τελευτήσαντες αὑτούς·
据说在缪斯诞生之前,这些蝉曾经是人类。 然而,当缪斯诞生,歌声出现时,当时的一些人被这快乐大为震撼,以至于在歌唱中忘记了食物和饮料,甚至在不知不觉中死去了。
ἐξ ὧν τὸ τεττίγων γένος μετʼ ἐκεῖνο φύεται, γέρας τοῦτο παρὰ Μουσῶν λαβόν, μηδὲν τροφῆς δεῖσθαι γενόμενον, ἀλλʼ ἄσιτόν τε καὶ ἄποτον εὐθὺς ᾁδειν, ἕως ἂν τελευτήσῃ, καὶ μετὰ ταῦτα ἐλθὸν παρὰ μούσας ἀπαγγέλλειν τίς τίνα αὐτῶν τιμᾷ τῶν ἐνθάδε.
在那之后,蝉的种族就从他们之中孕育出来,并从缪斯那里得到了这个礼物:诞生后不需要任何营养,而是不吃不喝地立即歌唱,直到死去;在此之后,它们会来到缪斯那里,报告这里的什么人敬重了她们中的哪一位。
Τερψιχόρᾳ μὲν οὖν τοὺς ἐν τοῖς χοροῖς τετιμηκότας αὐτὴν ἀπαγγέλλοντες ποιοῦσι προσφιλεστέρους, τῇ δὲ Ἐρατοῖ τοὺς ἐν τοῖς ἐρωτικοῖς, καὶ ταῖς ἄλλαις οὕτως, κατὰ τὸ εἶδος ἑκάστης τιμῆς·
于是,向忒普西科里报告那些在舞蹈中敬重她的人,使他们变得更受喜爱;向厄拉托报告那些在情爱中敬重她的人;对于其他缪斯也是如此,按照她们各自受到敬重的形式。
τῇ δὲ πρεσβυτάτῃ Καλλιόπῃ καὶ τῇ μετʼ αὐτὴν Οὐρανίᾳ τοὺς ἐν φιλοσοφίᾳ διάγοντάς τε καὶ τιμῶντας τὴν ἐκείνων μουσικὴν ἀγγέλλουσιν, αἳ δὴ μάλιστα τῶν Μουσῶν περί τε οὐρανὸν καὶ λόγους οὖσαι θείους τε καὶ ἀνθρωπίνους ἱᾶσιν καλλίστην φωνήν.
而向最年长的卡利俄佩以及在她之后的乌拉尼亚,报告那些在哲学中度日并敬重她们的文艺的人,因为在所有缪斯中,这两位最关切天体以及神与人的言论,并发出最美丽的声音。
πολλῶν δὴ οὖν ἕνεκα λεκτέον τι καὶ οὐ καθευδητέον ἐν τῇ μεσημβρίᾳ.
所以,出于许多原因,我们必须说些什么,而不能在中午沉睡。
ΦΑΙ. λεκτέον γὰρ οὖν.
帕德罗斯:确实必须说。
ΣΩ. οὐκοῦν, ὅπερ νῦν προυθέμεθα σκέψασθαι, τὸν λόγον ὅπῃ καλῶς ἔχει λέγειν τε καὶ γράφειν καὶ ὅπῃ μή, σκεπτέον.
苏格拉底:因此,我们刚才提出要探讨的,即言论如何在何种方式下写得好、说得好,又在何种方式下写得不好、说得不好,应当予以探讨。
ΦΑΙ. δῆλον.
帕德罗斯:显然。
ΣΩ. ἆρʼ οὖν οὐχ ὑπάρχειν δεῖ τοῖς εὖ γε καὶ καλῶς ῥηθησομένοις τὴν τοῦ λέγοντος διάνοιαν εἰδυῖαν τὸ ἀληθὲς ὧν ἂν ἐρεῖν πέρι μέλλῃ;
苏格拉底:那么,对于那些将要说得精彩和美妙的言论,说话者的心灵难道不应该预先存在着,对它们将要谈论的事物的真理的了解吗?

词汇与语法注释

  1. 258aἐν ἀρχῇ ἀνδρὸς πολιτικοῦ — 此处属格 `ἀνδρὸς πολιτικοῦ` 指代“政治家(所撰写的决议案或公文)”,指的是法案等公文的开头格式。
  2. 258aτὸν αὑτὸν δὴ λέγων — 宾格 `τὸν αὑτόν` 指代起草者自身。此处说明政治家作为法案起草人,在正式决议文书(“某某提议”)中形式上以第三人称指代并赞美自己。
  3. 258eτίνος μὲν οὖν ἕνεκα κἄν τις ὡς εἰπεῖν ζῴη, ἀλλʼ ἢ τῶν τοιούτων ἡδονῶν ἕνεκα; — 连词 `κἄν` (`καὶ ἄν`) 配合希求式 `ζῴη` 表示潜在或可能性,构成反问句(“到底为了什么而活呢……”)。小词组合 `ἀλλʼ ἤ` 是表示“除了……之外”的习惯用法。
  4. 259aπαραπλέοντάς σφας ὥσπερ Σειρῆνας ἀκηλήτους — 分词 `παραπλέοντάς` 引入了航海通过塞壬之岛的比喻。对格代词 `σφας` 指代蝉,形容词 `ἀκηλήτους` 作表语性形容词(“未被迷惑地”)修饰这一通过的状态。
  5. 259eὑπάρχειν δεῖ... τὴν τοῦ λέγοντος διάνοιαν εἰδυῖαν τὸ ἀληθές — 由无人称动词 `δεῖ` 支配的“对格加不定式”结构。`τὴν τοῦ λέγοντος διάνοιαν` 是不定式 `ὑπάρχειν` 的逻辑主语(对格),阴性对格分词 `εἰδυῖαν` 在性、数、格上与 `διάνοιαν` 一致并修饰它(“知晓真理”)。

引用这一段

柏拉图, 斐德罗篇 §258-259. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:258-259

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。