§262ΦΑΙ. ἐν τοῖς ὀλίγον.
帕德罗斯:在差异极小的事物之间。
ΣΩ. ἀλλά γε δὴ κατὰ σμικρὸν μεταβαίνων μᾶλλον λήσεις ἐλθὼν ἐπὶ τὸ ἐναντίον ἢ κατὰ μέγα.
苏格拉底:但是,一点一点地过渡,比大幅度地过渡,更能让人在不知不觉中走到相反的方面。
ΦΑΙ. πῶς δʼ οὔ;
帕德罗斯:怎么会不呢?
ΣΩ. δεῖ ἄρα τὸν μέλλοντα ἀπατήσειν μὲν ἄλλον, αὐτὸν δὲ μὴ ἀπατήσεσθαι, τὴν ὁμοιότητα τῶν ὄντων καὶ ἀνομοιότητα ἀκριβῶς διειδέναι.
苏格拉底:那么,想要欺骗别人而自己不被欺骗的人,就必须精确地辨别存在之物的相似性与不相似性。
ΦΑΙ. ἀνάγκη μὲν οὖν.
帕德罗斯:必然如此。
ΣΩ. ἦ οὖν οἷός τε ἔσται, ἀλήθειαν ἀγνοῶν ἑκάστου, τὴν τοῦ ἀγνοουμένου ὁμοιότητα σμικράν τε καὶ μεγάλην ἐν τοῖς ἄλλοις διαγιγνώσκειν;
苏格拉底:那么,如果一个人不知道每个事物的真理,他能够辨别那个不了解的事物在其他事物中的相似性是小还是大吗?
ΦΑΙ. ἀδύνατον.
帕德罗斯:不可能。
ΣΩ. οὐκοῦν τοῖς παρὰ τὰ ὄντα δοξάζουσι καὶ ἀπατωμένοις δῆλον ὡς τὸ πάθος τοῦτο διʼ ὁμοιοτήτων τινῶν εἰσερρύη.
苏格拉底:那么,对于那些违背事实而产生意见并受到欺骗的人来说,显然这种体验是通过某些相似性潜入进来的。
ΦΑΙ. γίγνεται γοῦν οὕτως.
帕德罗斯:至少事情确实是这样发生的。
ΣΩ. ἔστιν οὖν ὅπως τεχνικὸς ἔσται μεταβιβάζειν κατὰ σμικρὸν διὰ τῶν ὁμοιοτήτων ἀπὸ τοῦ ὄντος ἑκάστοτε ἐπὶ τοὐναντίον ἀπάγων, ἢ αὐτὸς τοῦτο διαφεύγειν, ὁ μὴ ἐγνωρικὼς ὃ ἔστιν ἕκαστον τῶν ὄντων;
苏格拉底:那么,如果一个人不认识每一个存在之物是什么,他怎么可能拥有技术,通过相似性一步步转移,引导人们从每次的存在物走向其相反面,或者他自己免受这种欺骗呢?
ΦΑΙ. οὐ μή ποτε.
帕德罗斯:绝不可能。
ΣΩ. λόγων ἄρα τέχνην, ὦ ἑταῖρε, ὁ τὴν ἀλήθειαν μὴ εἰδώς, δόξας δὲ τεθηρευκώς, γελοίαν τινά, ὡς ἔοικε, καὶ ἄτεχνον παρέξεται.
苏格拉底:那么,朋友,那个不知道真理而只猎取意见的人所提供的言论艺术,看来将是某种荒唐而没有艺术的东西。
ΦΑΙ. κινδυνεύει.
帕德罗斯:很有可能。
ΣΩ. βούλει οὖν ἐν τῷ Λυσίου λόγῳ ὃν φέρεις, καὶ ἐν οἷς ἡμεῖς εἴπομεν ἰδεῖν τι ὧν φαμεν ἀτέχνων τε καὶ ἐντέχνων εἶναι;
苏格拉底:那么,你愿意在你带出来的吕西亚斯的演说中,以及在我们刚才所说的话中,看看那些我们所说的无艺术和有艺术的东西吗?
ΦΑΙ. πάντων γέ που μάλιστα, ὡς νῦν γε ψιλῶς πως λέγομεν, οὐκ ἔχοντες ἱκανὰ παραδείγματα.
帕德罗斯:当然最想不过了,因为现在我们只是空洞地谈论,没有足够的例子。
ΣΩ. καὶ μὴν κατὰ τύχην γέ τινα, ὡς ἔοικεν, ἐρρηθήτην τὼ λόγω ἔχοντέ τι παράδειγμα, ὡς ἂν ὁ εἰδὼς τὸ ἀληθὲς προσπαίζων ἐν λόγοις παράγοι τοὺς ἀκούοντας.
苏格拉底:不过实际上,看来凭着某种运气,这两篇言论在发表时包含了一个例子,说明一个知道真理的人如何在言辞中通过开玩笑来误导听众。
καὶ ἔγωγε, ὦ Φαῖδρε, αἰτιῶμαι τοὺς ἐντοπίους θεούς· ἴσως δὲ καὶ οἱ τῶν Μουσῶν προφῆται οἱ ὑπὲρ κεφαλῆς ᾠδοὶ ἐπιπεπνευκότες ἂν ἡμῖν εἶεν τοῦτο τὸ γέρας·
而我,帕德罗斯,要归功于当地的神明;也许在我们头顶上唱歌的缪斯代言人们,已经把这种天赋吹入我们的心中。
οὐ γάρ που ἔγωγε τέχνης τινὸς τοῦ λέγειν μέτοχος.
因为我自己肯定不掌握任何说话的艺术。
ΦΑΙ. ἔστω ὡς λέγεις· μόνον δήλωσον ὃ φῄς.
帕德罗斯:就按你说的办吧;只要解释清楚你的意思就行。
ΣΩ. ἴθι δή μοι ἀνάγνωθι τὴν τοῦ Λυσίου λόγου ἀρχήν.
苏格拉底:来吧,给我读一下吕西亚斯演说的开头。
ΦΑΙ.
περὶ μὲν τῶν ἐμῶν πραγμάτων ἐπίστασαι, καὶ ὡς νομίζω συμφέρειν ἡμῖν τούτων γενομένων, ἀκήκοας.
帕德罗斯:“关于我的事情你是了解的,你也听到了,我认为如果这些事情得以实现,对我们是有利的。
ἀξιῶ δὲ μὴ διὰ τοῦτο ἀτυχῆσαι ὧν δέομαι, ὅτι οὐκ ἐραστὴς ὢν σοῦ τυγχάνω.
我认为我不应该因为自己并非你的情人,就得不到我所请求的事物。
ὡς ἐκείνοις μὲν τότε μεταμέλει
—
ΣΩ. παῦσαι.
因为对于那些人来说,过后就会后悔——” 苏格拉底:停。
τί δὴ οὖν οὗτος ἁμαρτάνει καὶ ἄτεχνον ποιεῖ λεκτέον· ἦ γάρ;
现在必须说明,这个人到底犯了什么错误,做出了无艺术的事;不是吗?
§263ΦΑΙ. ναί.
帕德罗斯:是的。
ΣΩ. ἆρʼ οὖν οὐ παντὶ δῆλον τό γε τοιόνδε, ὡς περὶ μὲν ἔνια τῶν τοιούτων ὁμονοητικῶς ἔχομεν, περὶ δʼ ἔνια στασιωτικῶς;
苏格拉底:那么,至少这一点对每个人来说不是显而易见的吗:对于此类事物中的某些事物,我们的意见是一致的,而对于另外一些,我们则是分裂的?
ΦΑΙ. δοκῶ μὲν ὃ λέγεις μανθάνειν, ἔτι δʼ εἰπὲ σαφέστερον.
帕德罗斯:我想我是懂你的意思了,但请说得更明白些。
ΣΩ. ὅταν τις ὄνομα εἴπῃ σιδήρου ἢ ἀργύρου, ἆρʼ οὐ τὸ αὐτὸ πάντες διενοήθημεν;
苏格拉底:当有人说出“铁”或“银”的名字时,我们脑海里想的难道不都是同一件东西吗?
ΦΑΙ. καὶ μάλα.
帕德罗斯:确实如此。
ΣΩ. τί δʼ ὅταν δικαίου ἢ ἀγαθοῦ;
苏格拉底:但如果是“正义”或“善”呢?
οὐκ ἄλλος ἄλλῃ φέρεται, καὶ ἀμφισβητοῦμεν ἀλλήλοις τε καὶ ἡμῖν αὐτοῖς;
我们难道不是各奔东西,并且彼此争论,甚至自己与自己打架吗?
ΦΑΙ. πάνυ μὲν οὖν.
帕德罗斯:完全是这样。
ΣΩ. ἐν μὲν ἄρα τοῖς συμφωνοῦμεν, ἐν δὲ τοῖς οὔ.
苏格拉底:因此,在有些事物上我们达成一致,在另一些事物上则不然。
ΦΑΙ. οὕτω.
帕德罗斯:是这样。
ΣΩ. ποτέρωθι οὖν εὐαπατητότεροί ἐσμεν, καὶ ἡ ῥητορικὴ ἐν ποτέροις μεῖζον δύναται;
苏格拉底:那么,在这两者中,我们在哪一个里面更容易被欺骗? 辩论术又在哪一个里拥有更大的力量?
ΦΑΙ. δῆλον ὅτι ἐν οἷς πλανώμεθα.
帕德罗斯:显然是在我们会迷失方向的那些里面。
ΣΩ. οὐκοῦν τὸν μέλλοντα τέχνην ῥητορικὴν μετιέναι πρῶτον μὲν δεῖ ταῦτα ὁδῷ διῃρῆσθαι, καὶ εἰληφέναι τινὰ χαρακτῆρα ἑκατέρου τοῦ εἴδους, ἐν ᾧ τε ἀνάγκη τὸ πλῆθος πλανᾶσθαι καὶ ἐν ᾧ μή.
苏格拉底:那么,想要追求辩论艺术的人,首先必须有条不紊地划分这些事物,并掌握这两种类型中每一种的特征——即大众必然迷失方向的那一类,以及不迷失方向的那一类。
ΦΑΙ. καλὸν γοῦν ἄν, ὦ Σώκρατες, εἶδος εἴη κατανενοηκὼς ὁ τοῦτο λαβών.
帕德罗斯:苏格拉底,谁要是掌握了这一点,他所理解的确实是一个极妙的分类。
ΣΩ. ἔπειτά γε οἶμαι πρὸς ἑκάστῳ γιγνόμενον μὴ λανθάνειν ἀλλʼ ὀξέως αἰσθάνεσθαι περὶ οὗ ἂν μέλλῃ ἐρεῖν ποτέρου ὂν τυγχάνει τοῦ γένους.
苏格拉底:然后我想,在面对具体事物时,他绝不能忽略,而必须敏锐地察觉他将要谈论的事物究竟属于这两个属中的哪一个。
ΦΑΙ. τί μήν;
帕德罗斯:当然。
ΣΩ. τί οὖν; τὸν ἔρωτα πότερον φῶμεν εἶναι τῶν ἀμφισβητησίμων ἢ τῶν μή;
苏格拉底:那么,爱呢? 我们应该说它是属于有争议的事物,还是无争议的事物?
ΦΑΙ. τῶν ἀμφισβητησίμων δήπου· ἢ οἴει ἄν σοι ἐγχωρῆσαι εἰπεῖν ἃ νυνδὴ εἶπες περὶ αὐτοῦ, ὡς βλάβη τέ ἐστι τῷ ἐρωμένῳ καὶ ἐρῶντι, καὶ αὖθις ὡς μέγιστον ὂν τῶν ἀγαθῶν τυγχάνει;
帕德罗斯:当然是有争议的;否则你认为,你刚才关于它所说的话——既说它对被爱者和恋爱者都是一种伤害,又说它恰好是最大的善——能被允许吗?
ΣΩ. ἄριστα λέγεις·
苏格拉底:说得太好了。
ἀλλʼ εἰπὲ καὶ τόδε—ἐγὼ γάρ τοι διὰ τὸ ἐνθουσιαστικὸν οὐ πάνυ μέμνημαι—εἰ ὡρισάμην ἔρωτα ἀρχόμενος τοῦ λόγου.
但是也请告诉我这件事——因为我当时处于狂热状态,不太记得了——我在演说开始时是否给爱下了定义?
ΦΑΙ. νὴ Δία ἀμηχάνως γε ὡς σφόδρα.
帕德罗斯:凭宙斯起誓,极其深刻而明确!
ΣΩ. φεῦ, ὅσῳ λέγεις τεχνικωτέρας Νύμφας τὰς Ἀχελῴου καὶ Πᾶνα τὸν Ἑρμοῦ Λυσίου τοῦ Κεφάλου πρὸς λόγους εἶναι.
苏格拉底:天哪,照你这么说,阿刻罗俄斯的女儿宁芙们和赫耳墨斯之子潘,在言论上要比凯法洛斯之子吕西亚斯有艺术得多。
ἢ οὐδὲν λέγω, ἀλλὰ καὶ ὁ Λυσίας ἀρχόμενος τοῦ ἐρωτικοῦ ἠνάγκασεν ἡμᾶς ὑπολαβεῖν τὸν ἔρωτα ἕν τι τῶν ὄντων ὃ αὐτὸς ἐβουλήθη, καὶ πρὸς τοῦτο ἤδη συνταξάμενος πάντα τὸν ὕστερον λόγον διεπεράνατο;
或者,我说得不对,吕西亚斯在情话开头也同样强迫我们把爱理解为某种他自己所希望的单一存在物,并在此基础上安排了之后的所有言论来完成他的演说?
βούλει πάλιν ἀναγνῶμεν τὴν ἀρχὴν αὐτοῦ;
你希望我们再读一遍他的演说开头吗?
ΦΑΙ. εἰ σοί γε δοκεῖ· ὃ μέντοι ζητεῖς οὐκ ἔστʼ αὐτόθι.
帕德罗斯:如果你觉得好的话;然而你所寻找的东西,那里并没有。
ΣΩ. λέγε, ἵνα ἀκούσω αὐτοῦ ἐκείνου.
苏格拉底:读吧,让我能听听他本人的话。