← プラトン

パイドロス

§258-259

言論を美しく書くこととセミの神話

ソクラテスとパイドロスは、言論の起草や執筆そのものは恥ではなく、悪く醜く書くことこそが恥であると合意し、いかにして美しく語り書くべきかを議論し始める。また、真昼の暑さの中で二人が怠惰に居眠りしないよう、セミの起源とムーサの特権についての神話が語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§258

ΣΩ. οὐ μανθάνεις ὅτι ἐν ἀρχῇ ἀνδρὸς πολιτικοῦ1 πρῶτος ὁ ἐπαινέτης γέγραπται. ΦΑΙ. πῶς; ΣΩ. ἔδοξέ πού φησιν τῇ βουλῇ ἢ τῷ δήμῳ ἢ ἀμφοτέροις, καὶ ὃς καὶ ὃς εἶπεν —τὸν αὑτὸν δὴ λέγων2 μάλα σεμνῶς καὶ ἐγκωμιάζων ὁ συγγραφεύς—ἔπειτα λέγει δὴ μετὰ τοῦτο, ἐπιδεικνύμενος τοῖς ἐπαινέταις τὴν ἑαυτοῦ σοφίαν, ἐνίοτε πάνυ μακρὸν ποιησάμενος σύγγραμμα· ἤ σοι ἄλλο τι φαίνεται τὸ τοιοῦτον ἢ λόγος συγγεγραμμένος; ΦΑΙ. οὐκ ἔμοιγε. ΣΩ. οὐκοῦν ἐὰν μὲν οὗτος ἐμμένῃ, γεγηθὼς ἀπέρχεται ἐκ τοῦ θεάτρου ὁ ποιητής· ἐὰν δὲ ἐξαλειφθῇ καὶ ἄμοιρος γένηται λογογραφίας τε καὶ τοῦ ἄξιος εἶναι συγγράφειν, πενθεῖ αὐτός τε καὶ οἱ ἑταῖροι. ΦΑΙ. καὶ μάλα. ΣΩ. δῆλόν γε ὅτι οὐχ ὡς ὑπερφρονοῦντες τοῦ ἐπιτηδεύματος, ἀλλʼ ὡς τεθαυμακότες. ΦΑΙ. πάνυ μὲν οὖν. ΣΩ. τί δέ; ὅταν ἱκανὸς γένηται ῥήτωρ ἢ βασιλεύς, ὥστε λαβὼν τὴν Λυκούργου ἢ Σόλωνος ἢ Δαρείου δύναμιν ἀθάνατος γενέσθαι λογογράφος ἐν πόλει, ἆρʼ οὐκ ἰσόθεον ἡγεῖται αὐτός τε αὑτὸν ἔτι ζῶν, καὶ οἱ ἔπειτα γιγνόμενοι ταὐτὰ ταῦτα περὶ αὐτοῦ νομίζουσι, θεώμενοι αὐτοῦ τὰ συγγράμματα; ΦΑΙ. καὶ μάλα. ΣΩ. οἴει τινὰ οὖν τῶν τοιούτων, ὅστις καὶ ὁπωστιοῦν δύσνους Λυσίᾳ, ὀνειδίζειν αὐτὸ τοῦτο ὅτι συγγράφει; ΦΑΙ. οὔκουν εἰκός γε ἐξ ὧν σὺ λέγεις· καὶ γὰρ ἂν τῇ ἑαυτοῦ ἐπιθυμίᾳ, ὡς ἔοικεν, ὀνειδίζοι. ΣΩ. τοῦτο μὲν ἄρα παντὶ δῆλον, ὅτι οὐκ αἰσχρὸν αὐτό γε τὸ γράφειν λόγους. ΦΑΙ. τί γάρ; ΣΩ. ἀλλʼ ἐκεῖνο οἶμαι αἰσχρὸν ἤδη, τὸ μὴ καλῶς λέγειν τε καὶ γράφειν ἀλλʼ αἰσχρῶς τε καὶ κακῶς. ΦΑΙ. δῆλον δή. ΣΩ. τίς οὖν ὁ τρόπος τοῦ καλῶς τε καὶ μὴ γράφειν; δεόμεθά τι, ὦ Φαῖδρε, Λυσίαν τε περὶ τούτων ἐξετάσαι καὶ ἄλλον ὅστις πώποτέ τι γέγραφεν ἢ γράψει, εἴτε πολιτικὸν σύγγραμμα εἴτε ἰδιωτικόν, ἐν μέτρῳ ὡς ποιητὴς ἢ ἄνευ μέτρου ὡς ἰδιώτης; ΦΑΙ. ἐρωτᾷς εἰ δεόμεθα; τίνος μὲν οὖν ἕνεκα3 κἄν τις ὡς εἰπεῖν ζῴη, ἀλλʼ ἢ τῶν τοιούτων ἡδονῶν ἕνεκα; οὐ γάρ που ἐκείνων γε ὧν προλυπηθῆναι δεῖ ἢ μηδὲ ἡσθῆναι, ὃ δὴ ὀλίγου πᾶσαι αἱ περὶ τὸ σῶμα ἡδοναὶ ἔχουσι· διὸ καὶ δικαίως ἀνδραποδώδεις κέκληνται.

ソクラテス:君は、政治家の書いたものの冒頭に、まず賛美者の名が書かれているということが分からないのか。 パイドロス:どういうことですか。 ソクラテス:「評議会に、あるいは民会に、あるいはその両方に決議された」とどこかで言っており、「そして誰それ(誰某)が提案した」と言っている。ここで、執筆者は自分自身を実に厳かに語り、賛美しているのであるが、その後に、彼は自分を賛美してくれる人々に自分の知恵を誇示しながら、時には非常に長い著作を作成して、語り続けるのだ。君にとって、このようなものが、書き下ろされた言論以外のものに見えるかね。 パイドロス:私にはそうは見えません。 ソクラテス:それゆえ、もしこの決議案がそのまま残るなら、その詩人は劇場から大喜びで立ち去る。しかし、もしそれが抹消され、言論執筆の機会も著作を書く権利をも失うならば、彼自身もその仲間たちも嘆き悲しむのだ。 パイドロス:まさにその通りです。 ソクラテス:彼らがそうするのは明らかに、その営みを軽蔑しているからではなく、それを称賛しているからだね。 パイドロス:全くその通りです。 ソクラテス:ではどうだろう。弁論家や王が有能になって、リュクルゴスやソロンやダレイオスの力を手に入れ、国家において不死の言論作家となるとき、彼は生きているうちから自分自身を神のようであると考え、後世の人々も、彼の著作を見つめながら彼についてまさにそのように考えるのではないかね。 パイドロス:まさにその通りです。 ソクラテス:それなら、そういう人々のうち、少しでもリュシアスに対して悪意を抱く者が、まさにこのこと、すなわち彼が著作を書いているということを非難すると思うかね。 パイドロス:あなたの言うことからすれば、ありそうにありません。というのも、そうすれば彼自身の欲望を非難することになってしまうように思われるからです。 ソクラテス:それでは、言論を書くこと自体は決して恥ずべきことではないということは、誰にとっても明らかだ。 パイドロス:ええ、当然です。 ソクラテス:むしろ、本当に恥ずべきなのは、美しく語り書くのではなく、醜く拙くそれを行うことだと私は思う。 パイドロス:それは明らかです。 ソクラテス:それでは、美しく書くことと、そうでないことの、その方法とは何だろうか。パイドロスよ、私たちはこれらについてリュシアスを吟味したり、これまでに何かを書いたことのある、あるいはこれから書くであろう他の誰かを、それが政治的な著作であろうと私的な著作であろうと、詩人のように韻律に従ったものであろうと、一般人のように韻律のないものであろうと、吟味する必要があるのではないかね。 パイドロス:必要があるかと問うのですか。これらのような快楽のためでなければ、そもそも人は何のために生きると言うのでしょう。あらかじめ苦痛を経験しなければならず、そうでなければ快楽も得られないような、肉体に関わるほぼすべての快楽のようなもののために生きるのではないはずです。だからこそ、それらは奴隷的であると正当に呼ばれているのです。

§259

ΣΩ. σχολὴ μὲν δή, ὡς ἔοικε· καὶ ἅμα μοι δοκοῦσιν ὡς ἐν τῷ πνίγει ὑπὲρ κεφαλῆς ἡμῶν οἱ τέττιγες ᾁδοντες καὶ ἀλλήλοις διαλεγόμενοι καθορᾶν καὶ ἡμᾶς. εἰ οὖν ἴδοιεν καὶ νὼ καθάπερ τοὺς πολλοὺς ἐν μεσημβρίᾳ μὴ διαλεγομένους ἀλλὰ νυστάζοντας καὶ κηλουμένους ὑφʼ αὑτῶν διʼ ἀργίαν τῆς διανοίας, δικαίως ἂν καταγελῷεν, ἡγούμενοι ἀνδράποδʼ ἄττα σφίσιν ἐλθόντα εἰς τὸ καταγώγιον ὥσπερ προβάτια μεσημβριάζοντα περὶ τὴν κρήνην εὕδειν· ἐὰν δὲ ὁρῶσι διαλεγομένους καὶ παραπλέοντάς σφας ὥσπερ Σειρῆνας ἀκηλήτους,4 ὃ γέρας παρὰ θεῶν ἔχουσιν ἀνθρώποις διδόναι, τάχʼ ἂν δοῖεν ἀγασθέντες. ΦΑΙ. ἔχουσι δὲ δὴ τί τοῦτο; ἀνήκοος γάρ, ὡς ἔοικε, τυγχάνω ὤν. ΣΩ. οὐ μὲν δὴ πρέπει γε φιλόμουσον ἄνδρα τῶν τοιούτων ἀνήκοον εἶναι. λέγεται δʼ ὥς ποτʼ ἦσαν οὗτοι ἄνθρωποι τῶν πρὶν μούσας γεγονέναι, γενομένων δὲ Μουσῶν καὶ φανείσης ᾠδῆς οὕτως ἄρα τινὲς τῶν τότε ἐξεπλάγησαν ὑφʼ ἡδονῆς, ὥστε ᾁδοντες ἠμέλησαν σίτων τε καὶ ποτῶν, καὶ ἔλαθον τελευτήσαντες αὑτούς· ἐξ ὧν τὸ τεττίγων γένος μετʼ ἐκεῖνο φύεται, γέρας τοῦτο παρὰ Μουσῶν λαβόν, μηδὲν τροφῆς δεῖσθαι γενόμενον, ἀλλʼ ἄσιτόν τε καὶ ἄποτον εὐθὺς ᾁδειν, ἕως ἂν τελευτήσῃ, καὶ μετὰ ταῦτα ἐλθὸν παρὰ μούσας ἀπαγγέλλειν τίς τίνα αὐτῶν τιμᾷ τῶν ἐνθάδε. Τερψιχόρᾳ μὲν οὖν τοὺς ἐν τοῖς χοροῖς τετιμηκότας αὐτὴν ἀπαγγέλλοντες ποιοῦσι προσφιλεστέρους, τῇ δὲ Ἐρατοῖ τοὺς ἐν τοῖς ἐρωτικοῖς, καὶ ταῖς ἄλλαις οὕτως, κατὰ τὸ εἶδος ἑκάστης τιμῆς· τῇ δὲ πρεσβυτάτῃ Καλλιόπῃ καὶ τῇ μετʼ αὐτὴν Οὐρανίᾳ τοὺς ἐν φιλοσοφίᾳ διάγοντάς τε καὶ τιμῶντας τὴν ἐκείνων μουσικὴν ἀγγέλλουσιν, αἳ δὴ μάλιστα τῶν Μουσῶν περί τε οὐρανὸν καὶ λόγους οὖσαι θείους τε καὶ ἀνθρωπίνους ἱᾶσιν καλλίστην φωνήν. πολλῶν δὴ οὖν ἕνεκα λεκτέον τι καὶ οὐ καθευδητέον ἐν τῇ μεσημβρίᾳ. ΦΑΙ. λεκτέον γὰρ οὖν. ΣΩ. οὐκοῦν, ὅπερ νῦν προυθέμεθα σκέψασθαι, τὸν λόγον ὅπῃ καλῶς ἔχει λέγειν τε καὶ γράφειν καὶ ὅπῃ μή, σκεπτέον. ΦΑΙ. δῆλον. ΣΩ. ἆρʼ οὖν οὐχ ὑπάρχειν δεῖ τοῖς εὖ γε καὶ καλῶς ῥηθησομένοις τὴν τοῦ λέγοντος διάνοιαν εἰδυῖαν τὸ ἀληθὲς5 ὧν ἂν ἐρεῖν πέρι μέλλῃ;

ソクラテス:どうやら時間は十分にあるようだ。そして同時に、この酷暑の中で私たちの頭上で歌い、互いにおしゃべりをしているセミたちが、私たちを見下ろしているように思える。もし彼らが、私たち二人をも大衆と同じように、真昼に議論もせず、思考の怠惰のゆえに彼らの歌声に魅了されて居眠りをしているのを見たなら、当然私たちのことを嘲笑うだろう。彼らの憩いの場にやって来たある種の奴隷たちが、まるで泉のほとりで真昼の眠りをむさぼる羊のように眠っているのだと思うだろうからね。しかし、もし私たちが議論を続け、彼らの傍らを、まるでセイレンに魅了されることなく通り過ぎるように通り過ぎるのを見るなら、彼らが人間たちに与えるために神々から授かっているその特典を、感嘆のあまり私たちに授けてくれるかもしれない。 パイドロス:ところで、彼らが持っているその特典とは何ですか。どうやら私はそれを聞いたことがないようです。 ソクラテス:文芸を愛する人が、そのようなことを聞いたことがないというのは、実にふさわしくない。言われているところでは、彼らはかつて、ムーサたちが生まれる前の時代の人間であった。しかし、ムーサたちが生まれ、歌が現れたとき、当時の人々のうちのある者たちは快楽のあまり非常に大きな衝撃を受け、歌うことに没頭して食べ物も飲み物も忘れてしまい、自分たちが死にゆくことにも気づかなかった。彼らから、その後にセミの種族が生まれたのだ。彼らはムーサたちからこのような特権を授けられた。すなわち、生まれてから全く食物を必要とせず、飢えも渇きもなく、死ぬまでただちに歌い続けること、そして死んだ後はムーサたちのところへ行き、地上の者たちのうち誰が彼女たちの誰を敬っているかを報告することである。テルプシコラには、合唱において彼女を敬った者たちを報告して、彼らをより愛されるようにし、エラトには、愛の事柄において彼女を敬った者たちを報告し、他のムーサたちにもそれぞれの敬意の形に従って同様にする。そして、最年長のカリオペと、その次に位置するウラニアには、哲学の中に生き、彼女たちの文芸を重んじる者たちを報告する。この二人のムーサは、ムーサたちの中でも特に、天と、神的および人間的な言論に関わっており、最も美しい声を放つ。それゆえ、多くの理由から、私たちは何かを語るべきであり、真昼に眠りこけてはならないのだ。 パイドロス:確かに、語るべきです。 ソクラテス:それでは、私たちが先ほど検討の課題としたこと、すなわち、言論がどのように美しく語られ書かれるべきであり、どのようにそうであってはならないか、を検討しなければならないね。 パイドロス:明らかです。 ソクラテス:それなら、見事に、かつ美しく語られようとする言論には、語り手の知性が、これから語ろうとする事柄についての真実を知っていることが、あらかじめ備わっていなければならないのではないかね。

構文注5 件
  1. 258aἐν ἀρχῇ ἀνδρὸς πολιτικοῦ

    ここでの属格 ἀνδρὸς πολιτικοῦ は「政治家の[執筆した法案、文書]」を指す。法案等の公的文書の冒頭の書式を意味している。

  2. 258aτὸν αὑτὸν δὴ λέγων

    対格 τὸν αὑτόν は「自分自身」を指す。政治家が法案の起草者として、決議の公式な文面(「誰それが提案した」)の中で形式的に自分を第三者として言及している構造を説明している。

  3. 258eτίνος μὲν οὖν ἕνεκα κἄν τις ὡς εἰπεῖν ζῴη, ἀλλʼ ἢ τῶν τοιούτων ἡδονῶν ἕνεκα;

    接続詞 κἄν(καὶ ἄν)と希求法 ζῴη は潜在を表し、「いったい何のために生きるのか」という反語的疑問文を形成する。また ἀλλʼ ἤ は「〜以外に、〜を除いて」という除外を表す慣用的な小辞の組み合わせである。

  4. 259aπαραπλέοντάς σφας ὥσπερ Σειρῆνας ἀκηλήτους

    分詞 παραπλέοντάς は船乗りがセイレンの島を素通りする航海の比喩。対格 σφας はセミたちを指し、形容詞 ἀκηλήτους は分詞を修飾して「魅了されない状態で」を表す述語的形容詞である。

  5. 259eὑπάρχειν δεῖ... τὴν τοῦ λέγοντος διάνοιαν εἰδυῖαν τὸ ἀληθές

    非人称動詞 δεῖ に支配された対格不定詞構文。不定詞 ὑπάρχειν に対し、τὴν τοῦ λέγοντος διάνοιαν が意味上の主語(対格)であり、女性対格分詞 εἰδυῖαν は διάνοιαν に性・数・格を一致させて修飾している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:258-259