§252ΣΩ. ὅθεν δὴ ἑκοῦσα εἶναι οὐκ ἀπολείπεται, οὐδέ τινα τοῦ καλοῦ περὶ πλείονος ποιεῖται, ἀλλὰ μητέρων τε καὶ ἀδελφῶν καὶ ἑταίρων πάντων λέλησται, καὶ οὐσίας διʼ ἀμέλειαν ἀπολλυμένης παρʼ οὐδὲν τίθεται, νομίμων δὲ καὶ εὐσχημόνων, οἷς πρὸ τοῦ ἐκαλλωπίζετο, πάντων καταφρονήσασα δουλεύειν ἑτοίμη καὶ κοιμᾶσθαι ὅπου ἂν ἐᾷ τις ἐγγυτάτω τοῦ πόθου·
苏格拉底:因此,它绝非自愿离开他,也不把任何人看得比那美者更重,而是忘记了母亲、兄弟和所有的同伴,对因疏忽而损失的财产毫不在意。 它蔑视以前引以为傲的一切礼仪和体面的规则,甘愿俯首听命,并在任何允许的地方,尽可能靠近它所渴望的对象同眠。
πρὸς γὰρ τῷ σέβεσθαι τὸν τὸ κάλλος ἔχοντα ἰατρὸν ηὕρηκε μόνον τῶν μεγίστων πόνων.
因为除了敬畏拥有美的人之外,它还在他身上找到了医治其最大痛苦的唯一医生。
τοῦτο δὲ τὸ πάθος, ὦ παῖ καλέ, πρὸς ὃν δή μοι ὁ λόγος, ἄνθρωποι μὲν ἔρωτα ὀνομάζουσιν, θεοὶ δὲ ὃ καλοῦσιν ἀκούσας εἰκότως διὰ νεότητα γελάσῃ.
我所对话的这位美丽的少年啊,人们把这种激情称为“厄洛斯”(爱),但当你听到神明如何称呼他时,你很可能会因为年轻而发笑。
λέγουσι δὲ οἶμαί τινες Ὁμηριδῶν ἐκ τῶν ἀποθέτων ἐπῶν δύο ἔπη εἰς τὸν ἔρωτα, ὧν τὸ ἕτερον ὑβριστικὸν πάνυ καὶ οὐ σφόδρα τι ἔμμετρον·
我想,有些荷马门徒从他们的秘藏诗篇中引用了关于厄洛斯的两行诗,其中一行非常无礼,而且并不十分合乎音律。
ὑμνοῦσι δὲ ὧδε—
"
τὸν δʼ ἤτοι θνητοὶ μὲν ἔρωτα καλοῦσι ποτηνόν,
ἀθάνατοι δὲ Πτέρωτα, διὰ πτεροφύτορʼ ἀνάγκην.
他们是这样咏唱的: “凡人固然称他为有翼的厄洛斯,不死的神明却称他为普特洛斯,因那生出羽翼的必然性。
"
τούτοις δὴ ἔξεστι μὲν πείθεσθαι, ἔξεστιν δὲ μή· ὅμως δὲ ἥ γε αἰτία καὶ τὸ πάθος τῶν ἐρώντων τοῦτο ἐκεῖνο τυγχάνει ὄν.
” 这些诗句,信不信由你;然而,爱者们的成因和激情确实就是如此。
τῶν μὲν οὖν Διὸς ὀπαδῶν ὁ ληφθεὶς ἐμβριθέστερον δύναται φέρειν τὸ τοῦ πτερωνύμου ἄχθος· ὅσοι δὲ Ἄρεώς τε θεραπευταὶ καὶ μετʼ ἐκείνου περιεπόλουν, ὅταν ὑπʼ Ἔρωτος ἁλῶσι καί τι οἰηθῶσιν ἀδικεῖσθαι ὑπὸ τοῦ ἐρωμένου, φονικοὶ καὶ ἕτοιμοι καθιερεύειν αὑτούς τε καὶ τὰ παιδικά.
那么,在宙斯的随从中被捕获的人,能够更庄重地承受这带羽翼之名的重担;而那些曾是阿瑞斯的侍从并与他一同巡游的人,一旦被厄洛斯捕获,并认为自己受到了爱人的某种不公对待,就会变得具有杀意,随时准备牺牲自己和他们的爱人。
καὶ οὕτω καθʼ ἕκαστον θεόν, οὗ ἕκαστος ἦν χορευτής, ἐκεῖνον τιμῶν τε καὶ μιμούμενος εἰς τὸ δυνατὸν ζῇ, ἕως ἂν ᾖ ἀδιάφθορος καὶ τὴν τῇδε πρώτην γένεσιν βιοτεύῃ, καὶ τούτῳ τῷ τρόπῳ πρός τε τοὺς ἐρωμένους καὶ τοὺς ἄλλους ὁμιλεῖ τε καὶ προσφέρεται.
就这样,根据每个人曾属于哪位神明的歌舞队,他就尊崇并尽力模仿哪位神明来生活,只要他尚未堕落、并在度过这里的初生之世时皆是如此;他也以这种方式与他的爱人及其他人交往和相处。
τόν τε οὖν ἔρωτα τῶν καλῶν πρὸς τρόπου ἐκλέγεται ἕκαστος, καὶ ὡς θεὸν αὐτὸν ἐκεῖνον ὄντα ἑαυτῷ οἷον ἄγαλμα τεκταίνεταί τε καὶ κατακοσμεῖ, ὡς τιμήσων τε καὶ ὀργιάσων.
因此,每个人都根据自己的性格,从美者中挑选出自己的爱人,并且仿佛那人就是他自己的神明一样,为自己雕刻并装点一尊神像,仿佛要去尊崇他并为他举行秘仪。
οἱ μὲν δὴ οὖν Διὸς δῖόν τινα εἶναι ζητοῦσι τὴν ψυχὴν τὸν ὑφʼ αὑτῶν ἐρώμενον· σκοποῦσιν οὖν εἰ φιλόσοφός τε καὶ ἡγεμονικὸς τὴν φύσιν, καὶ ὅταν αὐτὸν εὑρόντες ἐρασθῶσι, πᾶν ποιοῦσιν ὅπως τοιοῦτος ἔσται.
因此,属于宙斯的人,寻求他们所爱之人的灵魂是某种“神圣的”(像宙斯一样的)人;所以他们观察他是否天生热爱智慧并具有领导力,而一旦找到并爱上了他,他们就会尽一切努力使他成为这样的人。
§253ΣΩ. ἐὰν οὖν μὴ πρότερον ἐμβεβῶσι τῷ ἐπιτηδεύματι, τότε ἐπιχειρήσαντες μανθάνουσί τε ὅθεν ἄν τι δύνωνται καὶ αὐτοὶ μετέρχονται, ἰχνεύοντες δὲ παρʼ ἑαυτῶν ἀνευρίσκειν τὴν τοῦ σφετέρου θεοῦ φύσιν εὐποροῦσι διὰ τὸ συντόνως ἠναγκάσθαι πρὸς τὸν θεὸν βλέπειν, καὶ ἐφαπτόμενοι αὐτοῦ τῇ μνήμῃ ἐνθουσιῶντες ἐξ ἐκείνου λαμβάνουσι τὰ ἔθη καὶ τὰ ἐπιτηδεύματα, καθʼ ὅσον δυνατὸν θεοῦ ἀνθρώπῳ μετασχεῖν·
苏格拉底:如果他们以前没有致力于这种修行,那么他们此时就会着手尝试,从任何可行的地方学习,并亲自去追求;他们从自身内部寻踪,成功地发现了自己神明的本性,因为他们被迫专注地注视着他们的神。
καὶ τούτων δὴ τὸν ἐρώμενον αἰτιώμενοι ἔτι τε μᾶλλον ἀγαπῶσι, κἂν ἐκ Διὸς ἀρύτωσιν ὥσπερ αἱ βάκχαι, ἐπὶ τὴν τοῦ ἐρωμένου ψυχὴν ἐπαντλοῦντες ποιοῦσιν ὡς δυνατὸν ὁμοιότατον τῷ σφετέρῳ θεῷ.
他们通过记忆触及这位神,灵感大发,从他那里获得习惯和修行,尽人类所能去分有神;他们将这一切归功于自己的爱人,从而更加爱他,如果他们像巴克科斯的女信徒一样从宙斯那里汲水,他们就会把水倾注在爱人的灵魂上,使他尽可能像他们自己的神。
ὅσοι δʼ αὖ μεθʼ Ἥρας εἵποντο, βασιλικὸν ζητοῦσι, καὶ εὑρόντες περὶ τοῦτον πάντα δρῶσιν τὰ αὐτά.
另一方面,那些追随赫拉的人则寻找具有王者气质的人,一旦找到,就会对他做同样的事。
οἱ δὲ Ἀπόλλωνός τε καὶ ἑκάστου τῶν θεῶν οὕτω κατὰ τὸν θεὸν ἰόντες ζητοῦσι τὸν σφέτερον παῖδα πεφυκέναι, καὶ ὅταν κτήσωνται, μιμούμενοι αὐτοί τε καὶ τὰ παιδικὰ πείθοντες καὶ ῥυθμίζοντες εἰς τὸ ἐκείνου ἐπιτήδευμα καὶ ἰδέαν ἄγουσιν, ὅση ἑκάστῳ δύναμις, οὐ φθόνῳ οὐδʼ ἀνελευθέρῳ δυσμενείᾳ χρώμενοι πρὸς τὰ παιδικά, ἀλλʼ εἰς ὁμοιότητα αὑτοῖς καὶ τῷ θεῷ ὃν ἂν τιμῶσι πᾶσαν πάντως ὅτι μάλιστα πειρώμενοι ἄγειν οὕτω ποιοῦσι.
而阿波罗及其他每位神明的追随者,也这样按照自己的神明行事,寻求自己的少年天生像这位神,一旦得到,他们自己模仿神,并说服和训练自己的爱人,将他们引导到那位神明的修行和形象中,尽其每个人的能力,不因嫉妒或狭隘的敌意对待爱人,而是尝试通过各种方式和手段,尽最大可能将他们引导到与自己及他们所尊崇的神明相似的境地,他们正是这样做的。
προθυμία μὲν οὖν τῶν ὡς ἀληθῶς ἐρώντων καὶ τελετή, ἐάν γε διαπράξωνται ὃ προθυμοῦνται ᾗ λέγω, οὕτω καλή τε καὶ εὐδαιμονικὴ ὑπὸ τοῦ διʼ ἔρωτα μανέντος φίλου τῷ φιληθέντι γίγνεται, ἐὰν αἱρεθῇ·
那些真正相爱的人的热切渴望以及他们的授秘仪,如果他们按照我所说的方式实现了他们所渴望的事,就会这样美妙而幸福地由因爱而狂的友人带给那被爱者,如果被爱者被赢得的话。
ἁλίσκεται δὲ δὴ ὁ αἱρεθεὶς τοιῷδε τρόπῳ.
而被赢得的人,确实是通过以下方式被捕获的。
καθάπερ ἐν ἀρχῇ τοῦδε τοῦ μύθου τριχῇ διείλομεν ψυχὴν ἑκάστην, ἱππομόρφω μὲν δύο τινὲ εἴδη, ἡνιοχικὸν δὲ εἶδος τρίτον, καὶ νῦν ἔτι ἡμῖν ταῦτα μενέτω.
正如在这个神话的开头,我们将每个灵魂分为三部分,两个部分是马的形状,第三个是御者的形状,现在让我们仍然保留这些划分。
τῶν δὲ δὴ ἵππων ὁ μέν, φαμέν, ἀγαθός, ὁ δʼ οὔ· ἀρετὴ δὲ τίς τοῦ ἀγαθοῦ ἢ κακοῦ κακία, οὐ διείπομεν, νῦν δὲ λεκτέον.
而在这些马中,我们说,一匹是好的,另一匹不是;但是好马的德行和坏马的恶德是什么,我们之前并没有详细说明,现在必须说清楚。
ὁ μὲν τοίνυν αὐτοῖν ἐν τῇ καλλίονι στάσει ὢν τό τε εἶδος ὀρθὸς καὶ διηρθρωμένος, ὑψαύχην, ἐπίγρυπος, λευκὸς ἰδεῖν, μελανόμματος, τιμῆς ἐραστὴς μετὰ σωφροσύνης τε καὶ αἰδοῦς, καὶ ἀληθινῆς δόξης ἑταῖρος, ἄπληκτος, κελεύσματι μόνον καὶ λόγῳ ἡνιοχεῖται·
那么,在两匹马中处于较好位置的那匹,体态挺直、骨节分明、颈高、高鼻梁、通体洁白、黑眼、是在节制和羞耻中追求荣誉者,是真实名望的同伴,不需鞭打,仅凭指令和言辞便可驾驭。
ὁ δʼ αὖ σκολιός, πολύς, εἰκῇ συμπεφορημένος, κρατεραύχην, βραχυτράχηλος, σιμοπρόσωπος, μελάγχρως, γλαυκόμματος, ὕφαιμος, ὕβρεως καὶ ἀλαζονείας ἑταῖρος, περὶ ὦτα λάσιος, κωφός, μάστιγι μετὰ κέντρων μόγις ὑπείκων.
相反,另一匹马则身躯弯曲、笨重、杂乱堆砌、颈粗、项短、塌鼻子、皮肤黝黑、蓝灰眼、满眼血丝、是放肆和狂妄的同伴、耳边毛发蓬乱、耳聋、即便用鞭子和刺棒也难以驯服。