Humanitext Reader

柏拉图 · 斐德罗篇 §244-245

神圣狂气的恩赐与灵魂不朽的证明

第 11 段,共 28 段 · 希腊语

内容简介

苏格拉底通过阐述预言、净化和诗歌等神圣狂气的表现,论证了狂气是神赐的恩典,并开始对灵魂作为自我运动者而不朽进行形而上学的论证。

§244ΣΩ. οὑτωσὶ τοίνυν, ὦ παῖ καλέ, ἐννόησον, ὡς ὁ μὲν πρότερος ἦν λόγος Φαίδρου τοῦ Πυθοκλέους, Μυρρινουσίου ἀνδρός· ὃν δὲ μέλλω λέγειν, Στησιχόρου τοῦ Εὐφήμου, Ἱμεραίου.
苏格拉底:那么,美丽的少年,请这样想:先前的言论属于毕索克勒斯之子、缪里努斯区的斐德若;而我将要发表的,则属于尤斐穆斯之子、希梅拉的司特西科罗斯。
λεκτέος δὲ ὧδε, ὅτι οὐκ ἔστʼ ἔτυμος λόγος ὃς ἂν παρόντος ἐραστοῦ τῷ μὴ ἐρῶντι μᾶλλον φῇ δεῖν χαρίζεσθαι, διότι δὴ ὁ μὲν μαίνεται, ὁ δὲ σωφρονεῖ.
它必须这样说:即认为在有恋爱者在场时,人们应该更倾向于向非恋爱者示好的言论是不真实的,因为理由是恋爱者是疯狂的,而非恋爱者是清醒的。
εἰ μὲν γὰρ ἦν ἁπλοῦν τὸ μανίαν κακὸν εἶναι, καλῶς ἂν ἐλέγετο·
如果仅仅认为狂气是邪恶的,那刚才的话说得倒还算好。
νῦν δὲ τὰ μέγιστα τῶν ἀγαθῶν ἡμῖν γίγνεται διὰ μανίας, θείᾳ μέντοι δόσει διδομένης.
但实际上,最伟大的善恰恰是通过狂气,作为神赐的礼物带给我们的。
ἥ τε γὰρ δὴ ἐν Δελφοῖς προφῆτις αἵ τʼ ἐν Δωδώνῃ ἱέρειαι μανεῖσαι μὲν πολλὰ δὴ καὶ καλὰ ἰδίᾳ τε καὶ δημοσίᾳ τὴν Ἑλλάδα ἠργάσαντο, σωφρονοῦσαι δὲ βραχέα ἢ οὐδέν·
事实上,德尔斐的女祭司和多多纳的女祭司在狂乱状态下,确实为希腊在公私两方面做出了许多美好的贡献,而在清醒时却贡献甚微,甚至毫无作为。
καὶ ἐὰν δὴ λέγωμεν Σίβυλλάν τε καὶ ἄλλους, ὅσοι μαντικῇ χρώμενοι ἐνθέῳ πολλὰ δὴ πολλοῖς προλέγοντες εἰς τὸ μέλλον ὤρθωσαν, μηκύνοιμεν ἂν δῆλα παντὶ λέγοντες.
如果我们还要谈论西比拉和其他人,他们利用神圣的预言,预言了未来的许多事情,引导了许多人,那么我们说这些大家都明白的事情就显得太冗长了。
τόδε μὴν ἄξιον ἐπιμαρτύρασθαι, ὅτι καὶ τῶν παλαιῶν οἱ τὰ ὀνόματα τιθέμενοι οὐκ αἰσχρὸν ἡγοῦντο οὐδὲ ὄνειδος μανίαν·
但这确实值得作为佐证:古代的命名者们并不认为狂气是可耻或不名誉的。
οὐ γὰρ ἂν τῇ καλλίστῃ τέχνῃ, ᾗ τὸ μέλλον κρίνεται, αὐτὸ τοῦτο τοὔνομα ἐμπλέκοντες μανικὴν ἐκάλεσαν.
否则,他们就不会把决定未来的最美妙的技艺命名为“狂气之术”了。
ἀλλʼ ὡς καλοῦ ὄντος, ὅταν θείᾳ μοίρᾳ γίγνηται, οὕτω νομίσαντες ἔθεντο, οἱ δὲ νῦν ἀπειροκάλως τὸ ταῦ ἐπεμβάλλοντες μαντικὴν ἐκάλεσαν.
相反,正是因为他们认为,当狂气因神圣的命运而产生时,它是美好的,所以才这样命名;而现代人由于缺乏审美,硬塞进一个塔乌字母,称之为“预言之术”。
ἐπεὶ καὶ τήν γε τῶν ἐμφρόνων, ζήτησιν τοῦ μέλλοντος διά τε ὀρνίθων ποιουμένων καὶ τῶν ἄλλων σημείων, ἅτʼ ἐκ διανοίας ποριζομένων ἀνθρωπίνῃ οἰήσει νοῦν τε καὶ ἱστορίαν, οἰονοϊστικὴν ἐπωνόμασαν, ἣν νῦν οἰωνιστικὴν τῷ ω σεμνύνοντες οἱ νέοι καλοῦσιν·
既然他们也将那些聪明人通过观察飞鸟和其他兆头来探求未来的行为——因为这些行为是人类凭着智力和考察,从主观意识中获得的心智和探究——称作“鸟占之术”,而现代的年轻人为了显得庄重,用奥米加字母将其称为“鸟占术”。
ὅσῳ δὴ οὖν τελεώτερον καὶ ἐντιμότερον μαντικὴ οἰωνιστικῆς, τό τε ὄνομα τοῦ ὀνόματος ἔργον τʼ ἔργου, τόσῳ κάλλιον μαρτυροῦσιν οἱ παλαιοὶ μανίαν σωφροσύνης τὴν ἐκ θεοῦ τῆς παρʼ ἀνθρώπων γιγνομένης.
因此,预言之术在名字和功用上比鸟占之术越是完美和尊贵,古代人就越是证明了神赐的狂气比源自人类的清醒更加美丽。
ἀλλὰ μὴν νόσων γε καὶ πόνων τῶν μεγίστων, ἃ δὴ παλαιῶν ἐκ μηνιμάτων ποθὲν ἔν τισι τῶν γενῶν ἡ μανία ἐγγενομένη καὶ προφητεύσασα, οἷς ἔδει ἀπαλλαγὴν ηὕρετο, καταφυγοῦσα πρὸς θεῶν εὐχάς τε καὶ λατρείας, ὅθεν δὴ καθαρμῶν τε καὶ τελετῶν τυχοῦσα ἐξάντη ἐποίησε τὸν ἔχοντα πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον, λύσιν τῷ ὀρθῶς μανέντι τε καὶ κατασχομένῳ τῶν παρόντων κακῶν εὑρομένη.
而且,对于由古老的愤怒在某些家族中引起的重大疾病和苦难,狂气在其中产生并进行预言,为那些需要的人找到了免除之法。 狂气通过诉诸神明的祈祷和崇拜,从而获得了净化和秘仪,使狂乱者免受当前和未来的灾祸,为那些处于正当疯狂且被神明附身的人找到了从眼前灾难中解脱的方法。
§245ΣΩ. τρίτη δὲ ἀπὸ Μουσῶν κατοκωχή τε καὶ μανία, λαβοῦσα ἁπαλὴν καὶ ἄβατον ψυχήν, ἐγείρουσα καὶ ἐκβακχεύουσα κατά τε ᾠδὰς καὶ κατὰ τὴν ἄλλην ποίησιν, μυρία τῶν παλαιῶν ἔργα κοσμοῦσα τοὺς ἐπιγιγνομένους παιδεύει·
苏格拉底:第三种是由缪斯带来的凭依和狂气。 它能捕获温柔且无人践踏的灵魂,唤醒并使之在歌谣和其他诗作中狂欢,通过点缀古代人无数的业绩来教育后代。
ὃς δʼ ἂν ἄνευ μανίας Μουσῶν ἐπὶ ποιητικὰς θύρας ἀφίκηται, πεισθεὶς ὡς ἄρα ἐκ τέχνης ἱκανὸς ποιητὴς ἐσόμενος, ἀτελὴς αὐτός τε καὶ ἡ ποίησις ὑπὸ τῆς τῶν μαινομένων ἡ τοῦ σωφρονοῦντος ἠφανίσθη.
但如果有人没有缪斯的狂气,仅凭相信技术就能成为足够优秀的诗人而敲响诗歌的大门,他本身就是不完美的,而他的诗作也将被疯狂者的诗作所掩盖,清醒者的诗作因此黯然失色。
τοσαῦτα μέν σοι καὶ ἔτι πλείω ἔχω μανίας γιγνομένης ἀπὸ θεῶν λέγειν καλὰ ἔργα.
关于神赐狂气所产生的如此多、甚至更多的美好功绩,我还可以对你讲。
ὥστε τοῦτό γε αὐτὸ μὴ φοβώμεθα, μηδέ τις ἡμᾶς λόγος θορυβείτω δεδιττόμενος ὡς πρὸ τοῦ κεκινημένου τὸν σώφρονα δεῖ προαιρεῖσθαι φίλον·
因此,我们不要害怕这一点,也不要让任何试图恐吓我们的言论感到不安,说我们应该选择清醒的清醒者做朋友,而不是受震动的人。
ἀλλὰ τόδε πρὸς ἐκείνῳ δείξας φερέσθω τὰ νικητήρια, ὡς οὐκ ἐπʼ ὠφελίᾳ ὁ ἔρως τῷ ἐρῶντι καὶ τῷ ἐρωμένῳ ἐκ θεῶν ἐπιπέμπεται.
相反,只有通过证明以下这点,那个言论才能赢得胜利:即爱神并不是为了恋爱者和被爱者的福祉而由神明派遣的。
ἡμῖν δὲ ἀποδεικτέον αὖ τοὐναντίον, ὡς ἐπʼ εὐτυχίᾳ τῇ μεγίστῃ παρὰ θεῶν ἡ τοιαύτη μανία δίδοται·
我们则相反,必须证明这种狂气是由神明为了最大的幸福而赐予的。
ἡ δὲ δὴ ἀπόδειξις ἔσται δεινοῖς μὲν ἄπιστος, σοφοῖς δὲ πιστή.
这一证明在聪明人看来是不可信的,但在智者看来却是可信的。
δεῖ οὖν πρῶτον ψυχῆς φύσεως πέρι θείας τε καὶ ἀνθρωπίνης ἰδόντα πάθη τε καὶ ἔργα τἀληθὲς νοῆσαι·
因此,首先必须通过观察神圣和人类灵魂的性质、它的受动和能动,来理解真理。
ἀρχὴ δὲ ἀποδείξεως ἥδε.
论证的起点如下:所有灵魂都是不朽的。
ψυχὴ πᾶσα ἀθάνατος.
因为始终运动着的是不朽的;而那些运动其他事物且被其他事物所运动的,一旦运动停止,生命也就停止了。
τὸ γὰρ ἀεικίνητον ἀθάνατον· τὸ δʼ ἄλλο κινοῦν καὶ ὑπʼ ἄλλου κινούμενον, παῦλαν ἔχον κινήσεως, παῦλαν ἔχει ζωῆς.
唯有自我运动者,因为它不会抛弃自身,所以永远不会停止运动,而且它也是其他所有运动着的事物的运动源泉和起点。
μόνον δὴ τὸ αὑτὸ κινοῦν, ἅτε οὐκ ἀπολεῖπον ἑαυτό, οὔποτε λήγει κινούμενον, ἀλλὰ καὶ τοῖς ἄλλοις ὅσα κινεῖται τοῦτο πηγὴ καὶ ἀρχὴ κινήσεως.
起点是无始的。
ἀρχὴ δὲ ἀγένητον.
因为每一个产生的事物都必须从起点产生,而起点自身却不从任何事物产生。
ἐξ ἀρχῆς γὰρ ἀνάγκη πᾶν τὸ γιγνόμενον γίγνεσθαι, αὐτὴν δὲ μηδʼ ἐξ ἑνός·
因为如果起点是从某种事物产生的,它就不再是起点。
εἰ γὰρ ἔκ του ἀρχὴ γίγνοιτο, οὐκ ἂν ἔτι ἀρχὴ γίγνοιτο.
既然起点是无始的,它也必然是不可毁灭的。
ἐπειδὴ δὲ ἀγένητόν ἐστιν, καὶ ἀδιάφθορον αὐτὸ ἀνάγκη εἶναι. ἀρχῆς γὰρ δὴ ἀπολομένης οὔτε αὐτή ποτε ἔκ του οὔτε ἄλλο ἐξ ἐκείνης γενήσεται, εἴπερ ἐξ ἀρχῆς δεῖ τὰ πάντα γίγνεσθαι.
因为如果起点被毁灭,它就永远不会从任何事物中产生,其他事物也不会从它中产生,如果一切确实必须从起点产生的话。
οὕτω δὴ κινήσεως μὲν ἀρχὴ τὸ αὐτὸ αὑτὸ κινοῦν.
因此,运动的起点就是自我运动者。
τοῦτο δὲ οὔτʼ ἀπόλλυσθαι οὔτε γίγνεσθαι δυνατόν, ἢ πάντα τε οὐρανὸν πᾶσάν τε γῆν εἰς ἓν συμπεσοῦσαν στῆναι καὶ μήποτε αὖθις ἔχειν ὅθεν κινηθέντα γενήσεται.
而这是既不可能被毁灭也不可能产生的,否则,整个天空和整个大地都会坍塌在一起并停滞不前,再也没有任何可以启动并产生它们的力量。
ἀθανάτου δὲ πεφασμένου τοῦ ὑφʼ ἑαυτοῦ κινουμένου, ψυχῆς οὐσίαν τε καὶ λόγον τοῦτον αὐτόν τις λέγων οὐκ αἰσχυνεῖται.
既然自我运动者已被证明是不朽的,那么如果有人说这就是灵魂的本质和定义,他就不会感到羞愧。

词汇与语法注释

  1. 244cοὐ γὰρ ἂν τῇ καλλίστῃ τέχνῃ... μανικὴν ἐκάλεσαν — 这是一个带有 ἄν 和直说过去时(ἐκάλεσαν)的反事实条件句。它表明,如果古代的命名者认为狂气(μανία)是不名誉的,他们就不会将这个词融入最美丽的预言之术中并称之为“狂气之术”(manike)。
  2. 244eἀλλὰ μὴν νόσων γε καὶ πόνων τῶν μεγίστων... — 句首的属格短语“νόσων γε καὶ πόνων τῶν μεγίστων”修饰靠近句末的“λύσιν”(解脱),构成一个复杂的倒装结构(Hyperbaton)。主语“ἡ μανία”伴随着分词“προφητεύσασα”,指向主动词“ηὕρετο”。
  3. 245cτὸ γὰρ ἀεικίνητον ἀθάνατον... — “τὸ ἀεικίνητον”是一个中性名词化的主语,意为“始终运动着的事物”,而“ἀθάνατον”是其谓语。这构成了论证灵魂作为自我运动者(τὸ αὑτὸ κινοῦν)之定义的命题前提。

引用这一段

柏拉图, 斐德罗篇 §244-245. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:244-245

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。