§239ΣΩ. οὔτε δὴ κρείττω οὔτε ἰσούμενον ἑκὼν ἐραστὴς παιδικὰ ἀνέξεται, ἥττω δὲ καὶ ὑποδεέστερον ἀεὶ ἀπεργάζεται·
ΣΩ. 자, 사랑하는 자는 자신보다 우수하거나 대등한 사랑하는 소년을 기꺼이 용납하려 하지 않고, 항상 자신보다 열등하고 한 단계 아래인 상태로 만들어 버린다네.
ἥττων δὲ ἀμαθὴς σοφοῦ, δειλὸς ἀνδρείου, ἀδύνατος εἰπεῖν ῥητορικοῦ, βραδὺς ἀγχίνου.
열등한 자란 현자에 비하면 무지한 자이고, 용감한 자에 비하면 겁쟁이이며, 말솜씨가 있는 자에 비하면 말할 능력이 없는 자이고, 눈치가 빠른 자에 비하면 머리 회전이 느린 자라네.
τοσούτων κακῶν καὶ ἔτι πλειόνων κατὰ τὴν διάνοιαν ἐραστὴν ἐρωμένῳ ἀνάγκη γιγνομένων τε καὶ φύσει ἐνόντων μὲν ἥδεσθαι, τὰ δὲ παρασκευάζειν, ἢ στέρεσθαι τοῦ παραυτίκα ἡδέος.
이처럼 정신적인 면에서 아주 많고, 아니 그보다 더 많은 악이 사랑받는 자에게 발생하고 또 본성적으로 깃들어 있는 것에 대해, 사랑하는 자는 한편으로는 그것을 기뻐하고 다른 한편으로는 그것을 조장해야만 하네. 그렇지 않으면 그 순간의 유쾌함을 빼앗기게 되기 때문이네.
εἶναι, καὶ πολλῶν μὲν ἄλλων συνουσιῶν ἀπείργοντα καὶ ὠφελίμων ὅθεν ἂν μάλιστʼ ἀνὴρ γίγνοιτο, μεγάλης αἴτιον εἶναι βλάβης, μεγίστης δὲ τῆς ὅθεν ἂν φρονιμώτατος εἴη.
그리고 소년을 유익한 다른 많은 교우 관계로부터, 즉 그를 통해 진정한 한 남자로 성장할 수 있는 관계로부터 차단함으로써 큰 해악을 끼치게 되는데, 그가 가장 현명해질 수 있는 교우 관계로부터 차단하는 것이야말로 가장 큰 해악이라네.
τοῦτο δὲ ἡ θεία φιλοσοφία τυγχάνει ὄν, ἧς ἐραστὴν παιδικὰ ἀνάγκη πόρρωθεν εἴργειν, περίφοβον ὄντα τοῦ καταφρονηθῆναι·
그런데 이것은 다름 아닌 신성한 철학인데, 사랑하는 자는 소년을 이 철학으로부터 멀리 떼어 놓아야만 하네. 자신이 경멸당할까 봐 전전긍긍하기 때문이라네.
τά τε ἄλλα μηχανᾶσθαι ὅπως ἂν ᾖ πάντα ἀγνοῶν καὶ πάντα ἀποβλέπων εἰς τὸν ἐραστήν, οἷος ὢν τῷ μὲν ἥδιστος, ἑαυτῷ δὲ βλαβερώτατος ἂν εἴη.
또한 소년이 모든 것에 무지하게 되고, 모든 면에서 오직 사랑하는 자만을 바라보도록 온갖 수단을 강구해야 하네. 소년이 그런 상태가 된다면 사랑하는 자에게는 더없이 유쾌하겠지만, 자기 자신에게는 가장 해로울 것이라네.
τὰ μὲν οὖν κατὰ διάνοιαν ἐπίτροπός τε καὶ κοινωνὸς οὐδαμῇ λυσιτελὴς ἀνὴρ ἔχων ἔρωτα.
정신적인 면에 관한 한, 사랑에 사로잡힌 남자는 보호자로서나 동반자로서 결코 이롭지 못하네.
τὴν δὲ τοῦ σώματος ἕξιν τε καὶ θεραπείαν οἵαν τε καὶ ὡς θεραπεύσει οὗ ἂν γένηται κύριος, ὃς ἡδὺ πρὸ ἀγαθοῦ ἠνάγκασται διώκειν, δεῖ μετὰ ταῦτα ἰδεῖν.
그렇다면 그 다음으로, 선한 것보다 유쾌한 것을 추구하도록 강요받는 자가, 자신이 지배하게 된 소년의 육체 상태와 관리를 어떤 식으로 하고 어떻게 관리할 것인지를 살펴보아야 하네.
ὀφθήσεται δὴ μαλθακόν τινα καὶ οὐ στερεὸν διώκων, οὐδʼ ἐν ἡλίῳ καθαρῷ τεθραμμένον ἀλλὰ ὑπὸ συμμιγεῖ σκιᾷ, πόνων μὲν ἀνδρείων καὶ ἱδρώτων ξηρῶν ἄπειρον, ἔμπειρον δὲ ἁπαλῆς καὶ ἀνάνδρου διαίτης, ἀλλοτρίοις χρώμασι καὶ κόσμοις χήτει οἰκείων κοσμούμενον, ὅσα τε ἄλλα τούτοις ἕπεται πάντα ἐπιτηδεύοντα, ἃ δῆλα καὶ οὐκ ἄξιον περαιτέρω προβαίνειν, ἀλλὰ ἓν κεφάλαιον ὁρισαμένους ἐπʼ ἄλλο ἰέναι·
실제로 그가 추구하는 것은, 연약하고 강건하지 못하며, 맑은 햇살 아래서 자란 것이 아니라 뒤섞인 그늘 아래서 자랐고, 남자다운 고된 노동과 마른 땀방울을 경험해 보지 못했으며, 부드럽고 나약한 생활 방식에 익숙하고, 타고난 아름다움이 없어서 남의 화장과 장신구로 몸을 꾸미며, 이와 관련된 다른 모든 일을 행하는 자임이 드러날 것이네. 이는 뻔한 일이니 더 이상 논할 가치도 없고, 그저 하나의 요점을 정의하고 다른 논제로 넘어가야 하네.
τὸ γὰρ τοιοῦτον σῶμα ἐν πολέμῳ τε καὶ ἄλλαις χρείαις ὅσαι μεγάλαι οἱ μὲν ἐχθροὶ θαρροῦσιν, οἱ δὲ φίλοι καὶ αὐτοὶ οἱ ἐρασταὶ φοβοῦνται.
왜냐하면 그러한 육체는 전쟁터나 다른 여러 중대한 위기 상황에서 적들에게는 용기를 북돋워 주는 반면, 아군이나 사랑하는 자 본인에게는 두려움의 대상이 되기 때문이라네.
τοῦτο μὲν οὖν ὡς δῆλον ἐατέον, τὸ δʼ ἐφεξῆς ῥητέον, τίνα ἡμῖν ὠφελίαν ἢ τίνα βλάβην περὶ τὴν κτῆσιν ἡ τοῦ ἐρῶντος ὁμιλία τε καὶ ἐπιτροπεία παρέξεται.
그러므로 이 점은 자명한 것으로 두고 넘어가고, 그 다음으로 재산과 관련하여 사랑하는 자와의 교제와 보호가 우리에게 어떤 유익이나 어떤 해악을 가져다줄 것인지 말해야 하네.
§240ΣΩ. σαφὲς δὴ τοῦτό γε παντὶ μέν, μάλιστα δὲ τῷ ἐραστῇ, ὅτι τῶν φιλτάτων τε καὶ εὐνουστάτων καὶ θειοτάτων κτημάτων ὀρφανὸν πρὸ παντὸς εὔξαιτʼ ἂν εἶναι τὸν ἐρώμενον·
ΣΩ. 자, 이 점은 누구에게나, 특히 사랑하는 자에게 너무나도 분명하네. 즉 사랑하는 자는 사랑받는 소년이 가장 소중하고 우호적이며 신성한 재산들을 빼앗겨 고립되기를 무엇보다도 먼저 기도할 것이라는 점이네.
πατρὸς γὰρ καὶ μητρὸς καὶ συγγενῶν καὶ φίλων στέρεσθαι ἂν αὐτὸν δέξαιτο, διακωλυτὰς καὶ ἐπιτιμητὰς ἡγούμενος τῆς ἡδίστης πρὸς αὐτὸν ὁμιλίας.
그는 소년이 아버지와 어머니, 친척과 친구들을 잃기를 바랄 것이니, 그들을 자신과의 가장 즐거운 교제를 가로막고 비판하는 자들로 여기기 때문이라네.
ἀλλὰ μὴν οὐσίαν γʼ ἔχοντα χρυσοῦ ἤ τινος ἄλλης κτήσεως οὔτε εὐάλωτον ὁμοίως οὔτε ἁλόντα εὐμεταχείριστον ἡγήσεται·
더욱이 소년이 황금이나 다른 재산을 가지고 있다면, 그를 손쉽게 손에 넣을 수도 없고 손에 넣은 뒤에도 다루기 쉽지 않다고 생각할 것이네.
ἐξ ὧν πᾶσα ἀνάγκη ἐραστὴν παιδικοῖς φθονεῖν μὲν οὐσίαν κεκτημένοις, ἀπολλυμένης δὲ χαίρειν.
이 때문에 사랑하는 자는 소년들이 재산을 소유하고 있는 것에 대해서는 시기하고, 그것이 사라질 때는 기뻐할 수밖에 없네.
ἔτι τοίνυν ἄγαμον, ἄπαιδα, ἄοικον ὅτι πλεῖστον χρόνον παιδικὰ ἐραστὴς εὔξαιτʼ ἂν γενέσθαι, τὸ αὑτοῦ γλυκὺ ὡς πλεῖστον χρόνον καρποῦσθαι ἐπιθυμῶν.
나아가 사랑하는 자는 소년이 가능한 한 오랫동안 미혼이고, 자식도 없고, 집도 없는 상태로 지내기를 기도할 것인데, 자신만의 달콤한 열매를 가능한 한 오랫동안 누리기를 갈망하기 때문이네.
ἔστι μὲν δὴ καὶ ἄλλα κακά, ἀλλά τις δαίμων ἔμειξε τοῖς πλείστοις ἐν τῷ παραυτίκα ἡδονήν, οἷον κόλακι, δεινῷ θηρίῳ καὶ βλάβῃ μεγάλῃ, ὅμως ἐπέμειξεν ἡ φύσις ἡδονήν τινα οὐκ ἄμουσον, καί τις ἑταίραν ὡς βλαβερὸν ψέξειεν ἄν, καὶ ἄλλα πολλὰ τῶν τοιουτοτρόπων θρεμμάτων τε καὶ ἐπιτηδευμάτων, οἷς τό γε καθʼ ἡμέραν ἡδίστοισιν εἶναι ὑπάρχει·
실로 다른 해악들도 존재하지만, 어떤 신이 그 대부분에 일시적인 유쾌함을 버무려 놓았네. 예컨대 아첨꾼은 무시무시한 짐승이자 커다란 해악이지만, 자연은 거기에 어색하지 않은 어떤 즐거움을 섞어 놓았네. 또한 창녀에 대해서도 해롭다고 비난하는 이가 있을 것이고, 그와 같은 부류의 피조물들과 직업들도 많지만, 그것들은 적어도 하루하루를 살아가는 데 있어서는 지극히 유쾌한 것이 되기 마련이네.
παιδικοῖς δὲ ἐραστὴς πρὸς τῷ βλαβερῷ καὶ εἰς τὸ συνημερεύειν πάντων ἀηδέστατον.
그러나 사랑받는 소년에게 사랑하는 자는 해가 될 뿐만 아니라, 날마다 함께 지내는 데 있어서도 세상에서 가장 불쾌한 존재라네.
ἥλικα γὰρ δὴ καὶ ὁ παλαιὸς λόγος τέρπειν τὸν ἥλικα—ἡ γὰρ οἶμαι χρόνου ἰσότης ἐπʼ ἴσας ἡδονὰς ἄγουσα διʼ ὁμοιότητα φιλίαν παρέχεται—ἀλλʼ ὅμως κόρον γε καὶ ἡ τούτων συνουσία ἔχει. καὶ μὴν τό γε ἀναγκαῖον αὖ βαρὺ παντὶ περὶ πᾶν λέγεται· ὃ δὴ πρὸς τῇ ἀνομοιότητι μάλιστα ἐραστὴς πρὸς παιδικὰ ἔχει. νεωτέρῳ γὰρ πρεσβύτερος συνὼν οὔθʼ ἡμέρας οὔτε νυκτὸς ἑκὼν ἀπολείπεται, ἀλλʼ ὑπʼ ἀνάγκης τε καὶ οἴστρου ἐλαύνεται, ὃς ἐκείνῳ μὲν ἡδονὰς ἀεὶ διδοὺς ἄγει, ὁρῶντι, ἀκούοντι, ἁπτομένῳ, καὶ πᾶσαν αἴσθησιν αἰσθανομένῳ τοῦ ἐρωμένου, ὥστε μεθʼ ἡδονῆς ἀραρότως αὐτῷ ὑπηρετεῖν· τῷ δὲ δὴ ἐρωμένῳ ποῖον παραμύθιον ἢ τίνας ἡδονὰς διδοὺς ποιήσει τὸν ἴσον χρόνον συνόντα μὴ οὐχὶ ἐπʼ ἔσχατον ἐλθεῖν ἀηδίας—ὁρῶντι μὲν ὄψιν πρεσβυτέραν καὶ οὐκ ἐν ὥρᾳ, ἑπομένων δὲ τῶν ἄλλων ταύτῃ, ἃ καὶ λόγῳ ἐστὶν ἀκούειν οὐκ ἐπιτερπές, μὴ ὅτι δὴ ἔργῳ ἀνάγκης ἀεὶ προσκειμένης μεταχειρίζεσθαι, φυλακάς τε δὴ καχυποτόπους φυλαττομένῳ διὰ παντὸς καὶ πρὸς ἅπαντας, ἀκαίρους τε ἐπαίνους καὶ ὑπερβάλλοντας ἀκούοντι, ὡς δʼ αὕτως ψόγους νήφοντος μὲν οὐκ ἀνεκτούς, εἰς δὲ μέθην ἰόντος πρὸς τῷ μὴ ἀνεκτῷ ἐπαισχεῖς, παρρησίᾳ κατακορεῖ καὶ ἀναπεπταμένῃ χρωμένου;
왜냐하면 옛말에도