Humanitext Reader

柏拉图 · 斐德罗篇 §241-242

第一篇演说的结束与神迹制止引起的悔悟

第 9 段,共 28 段 · 希腊语

内容简介

苏格拉底在阐述了恋爱者的不忠和危害后终止了演说,但在准备渡河时受到了守护神迹(daimonion)的阻拦。他意识到自己通过诋毁爱神厄洛斯犯下了不敬之罪,决定留下来发表一篇赎罪的演说。

§241ΣΩ. καὶ ἐρῶν μὲν βλαβερός τε καὶ ἀηδής, λήξας δὲ τοῦ ἔρωτος εἰς τὸν ἔπειτα χρόνον ἄπιστος, εἰς ὃν πολλὰ καὶ μετὰ πολλῶν ὅρκων τε καὶ δεήσεων ὑπισχνούμενος μόγις κατεῖχε τήν γʼ ἐν τῷ τότε συνουσίαν ἐπίπονον οὖσαν φέρειν διʼ ἐλπίδα ἀγαθῶν.
苏格拉底:而且,当他恋爱时,他是既有害又令人不快的,但当他的爱意消退后,对往后的时光而言他便是不忠实的。 为了这段时光,他曾伴随着许多誓言和恳请许下许多诺言,才得以借助对美好未来的期盼,勉强维持着当时那难以忍受的交往。
τότε δὴ δέον ἐκτίνειν, μεταβαλὼν ἄλλον ἄρχοντα ἐν αὑτῷ καὶ προστάτην, νοῦν καὶ σωφροσύνην ἀντʼ ἔρωτος καὶ μανίας, ἄλλος γεγονὼς λέληθεν τὰ παιδικά.
而到了应该兑现诺言的时候,他内心已经换了另一个支配者和保护者——理知和节制代替了爱意和狂热,他在不为少年所觉察的情况下已经变成了另一个人。
καὶ ὁ μὲν αὐτὸν χάριν ἀπαιτεῖ τῶν τότε, ὑπομιμνῄσκων τὰ πραχθέντα καὶ λεχθέντα, ὡς τῷ αὐτῷ διαλεγόμενος· ὁ δὲ ὑπʼ αἰσχύνης οὔτε εἰπεῖν τολμᾷ ὅτι ἄλλος γέγονεν, οὔθʼ ὅπως τὰ τῆς προτέρας ἀνοήτου ἀρχῆς ὁρκωμόσιά τε καὶ ὑποσχέσεις ἐμπεδώσῃ ἔχει, νοῦν ἤδη ἐσχηκὼς καὶ σεσωφρονηκώς, ἵνα μὴ πράττων ταὐτὰ τῷ πρόσθεν ὅμοιός τε ἐκείνῳ καὶ ὁ αὐτὸς πάλιν γένηται.
少年向他讨要当年的恩惠,提醒他过去所做和所说的话,仿佛在与同一个谈话;而他因感到羞愧,既不敢说自己已经变成了另一个人,也已经获得了理知并变得节制,不知该如何履行过去那个愚蠢支配时期的誓言和承诺,以免因做和以前同样的事而变得与以前的自己相似并再次成为同一个人。
φυγὰς δὴ γίγνεται ἐκ τούτων, καὶ ἀπεστερηκὼς ὑπʼ ἀνάγκης ὁ πρὶν ἐραστής, ὀστράκου μεταπεσόντος, ἵεται φυγῇ μεταβαλών·
因此,他逃避这些事情,曾经的恋爱者在被迫违背誓言后,如陶片翻转般突然转变,急忙逃走。
ὁ δὲ ἀναγκάζεται διώκειν ἀγανακτῶν καὶ ἐπιθεάζων, ἠγνοηκὼς τὸ ἅπαν ἐξ ἀρχῆς, ὅτι οὐκ ἄρα ἔδει ποτὲ ἐρῶντι καὶ ὑπʼ ἀνάγκης ἀνοήτῳ χαρίζεσθαι, ἀλλὰ πολὺ μᾶλλον μὴ ἐρῶντι καὶ νοῦν ἔχοντι· εἰ δὲ μή, ἀναγκαῖον εἴη ἐνδοῦναι αὑτὸν ἀπίστῳ, δυσκόλῳ, φθονερῷ, ἀηδεῖ, βλαβερῷ μὲν πρὸς οὐσίαν, βλαβερῷ δὲ πρὸς τὴν τοῦ σώματος ἕξιν, πολὺ δὲ βλαβερωτάτῳ πρὸς τὴν τῆς ψυχῆς παίδευσιν, ἧς οὔτε ἀνθρώποις οὔτε θεοῖς τῇ ἀληθείᾳ τιμιώτερον οὔτε ἔστιν οὔτε ποτὲ ἔσται.
而少年在愤怒和呼求神明的同时,不得不追赶他,因为他从一开始就完全不了解整个事情的真相:原来他绝不该将自己的好意给予一个恋爱着的、因必然性而丧失理智的人,而是应该给予一个不恋爱且拥有理知的人;否则,他就必然要将自己托付给一个不忠实的、脾气坏的、嫉妒的、令人不快的、对财产有害的、对身体状况有害的、以及对灵魂的教育极其有害的人,而灵魂的教育在真理中无论对于人还是神,都是没有、也绝不会有比它更尊贵的东西的。
ταῦτά τε οὖν χρή, ὦ παῖ, συννοεῖν, καὶ εἰδέναι τὴν ἐραστοῦ φιλίαν ὅτι οὐ μετʼ εὐνοίας γίγνεται, ἀλλὰ σιτίου τρόπον, χάριν πλησμονῆς, ὡς λύκοι ἄρνας ἀγαπῶσιν, ὣς παῖδα φιλοῦσιν ἐρασταί.
因此,少年啊,你必须思考这些事情,并明白恋爱者的友情并非伴随着善意而产生,而是像对待食物一样为了饱足: “正如狼爱羊,恋爱者也这般爱少年。
τοῦτʼ ἐκεῖνο, ὦ Φαῖδρε.
” 斐德若,这就是那个。
οὐκέτʼ ἂν τὸ πέρα ἀκούσαις ἐμοῦ λέγοντος, ἀλλʼ ἤδη σοι τέλος ἐχέτω ὁ λόγος.
你不会再听到我继续说下去了,我的这篇言论现在就结束吧。
ΦΑΙ. καίτοι ᾤμην γε μεσοῦν αὐτόν, καὶ ἐρεῖν τὰ ἴσα περὶ τοῦ μὴ ἐρῶντος, ὡς δεῖ ἐκείνῳ χαρίζεσθαι μᾶλλον, λέγων ὅσα αὖ ἔχει ἀγαθά· νῦν δὲ δή, ὦ Σώκρατες, τί ἀποπαύῃ;
斐德若:可是我原以为它才讲到一半,还会对不恋爱的人发表同等的言论,说明应该更多地向不恋爱的人示好,历数他所拥有的种种好处;但现在,苏格拉底,你为什么停下来了呢?
ΣΩ. οὐκ ᾔσθου, ὦ μακάριε, ὅτι ἤδη ἔπη φθέγγομαι ἀλλʼ οὐκέτι διθυράμβους, καὶ ταῦτα ψέγων;
苏格拉底:你没有注意到吗,我亲爱的人,我刚才已经开始用叙事诗的格律而不是酒神赞歌的调子说话了,而且这还是在进行谴责的时候。
ἐὰν δʼ ἐπαινεῖν τὸν ἕτερον ἄρξωμαι, τί με οἴει ποιήσειν;
如果我开始称赞另一方,你认为我会做出什么来呢?
ἆρʼ οἶσθʼ ὅτι ὑπὸ τῶν Νυμφῶν, αἷς με σὺ προύβαλες ἐκ προνοίας, σαφῶς ἐνθουσιάσω;
难道你不知道,由于你故意把我推向了那些宁芙,我显然会完全陷入神圣的狂喜状态吗?
λέγω οὖν ἑνὶ λόγῳ ὅτι ὅσα τὸν ἕτερον λελοιδορήκαμεν, τῷ ἑτέρῳ τἀναντία τούτων ἀγαθὰ πρόσεστιν.
所以,我用一句话来概括:凡是我们谴责那一方的,在这一方身上都具有与之相反的好处。
καὶ τί δεῖ μακροῦ λόγου;
又何必多费舌呢?
περὶ γὰρ ἀμφοῖν ἱκανῶς εἴρηται.
因为关于这两者,已经说得足够充分了。
§242ΣΩ. καὶ οὕτω δὴ ὁ μῦθος ὅτι πάσχειν προσήκει αὐτῷ, τοῦτο πείσεται· κἀγὼ τὸν ποταμὸν τοῦτον διαβὰς ἀπέρχομαι πρὶν ὑπὸ σοῦ τι μεῖζον ἀναγκασθῆναι.
苏格拉底:而这篇神话也将遭受它应当遭受的命运;我要在被你强迫做出更大的事情之前,渡过这条河离开这里。
ΦΑΙ. μήπω γε, ὦ Σώκρατες, πρὶν ἂν τὸ καῦμα παρέλθῃ.
斐德若:苏格拉底,先别走,等暑热消退一些吧。
ἢ οὐχ ὁρᾷς ὡς σχεδὸν ἤδη μεσημβρία ἵσταται ἡ δὴ καλουμένη σταθερά;
难道你没看见,现在几乎已经是所谓的静止的中午了吗?
ἀλλὰ περιμείναντες καὶ ἅμα περὶ τῶν εἰρημένων διαλεχθέντες, τάχα ἐπειδὰν ἀποψυχῇ ἴμεν.
我们在这里等一等,顺便讨论一下刚才所说的话,等天气凉快一点,我们马上就走。
ΣΩ. θεῖός γʼ εἶ περὶ τοὺς λόγους, ὦ Φαῖδρε, καὶ ἀτεχνῶς θαυμάσιος.
苏格拉底:斐德若,在言论方面你真是神圣,完全令人惊叹。
οἶμαι γὰρ ἐγὼ τῶν ἐπὶ τοῦ σοῦ βίου γεγονότων λόγων μηδένα πλείους ἢ σὲ πεποιηκέναι γεγενῆσθαι ἤτοι αὐτὸν λέγοντα ἢ ἄλλους ἑνί γέ τῳ τρόπῳ προσαναγκάζοντα —Σιμμίαν Θηβαῖον ἐξαιρῶ λόγου· τῶν δὲ ἄλλων πάμπολυ κρατεῖς—καὶ νῦν αὖ δοκεῖς αἴτιός μοι γεγενῆσθαι λόγῳ τινὶ ῥηθῆναι.
因为我认为,在你这一生中产生的言论,无论是你自己发表的,还是你通过某种方式强迫别人发表的,没有人比你促成得更多了——我把底比斯的西米亚排除在这个话题之外,而你远远超过了其他所有人。 而现在,你似乎又成了促使我发表某篇言论的原因。
ΦΑΙ. οὐ πόλεμόν γε ἀγγέλλεις.
斐德若:你这可不是在宣战。
ἀλλὰ πῶς δὴ καὶ τίνι τούτῳ;
但具体是怎样,又是由于什么原因呢?
ΣΩ. ἡνίκʼ ἔμελλον, ὠγαθέ, τὸν ποταμὸν διαβαίνειν, τὸ δαιμόνιόν τε καὶ τὸ εἰωθὸς σημεῖόν μοι γίγνεσθαι ἐγένετο —ἀεὶ δέ με ἐπίσχει ὃ ἂν μέλλω πράττειν—καί τινα φωνὴν ἔδοξα αὐτόθεν ἀκοῦσαι, ἥ με οὐκ ἐᾷ ἀπιέναι πρὶν ἂν ἀφοσιώσωμαι, ὡς δή τι ἡμαρτηκότα εἰς τὸ θεῖον.
苏格拉底:当我准备渡河时,我的朋友,那个守护神迹——也就是平时向我显现的那个惯常兆头——出现了。 ――无论我准备做什么,它总是阻拦我――而且我似乎听到就在这里有一个声音,不让我离开,直到我进行了神圣的赎罪,因为我显然对神明犯下了某种过错。
εἰμὶ δὴ οὖν μάντις μέν, οὐ πάνυ δὲ σπουδαῖος, ἀλλʼ ὥσπερ οἱ τὰ γράμματα φαῦλοι, ὅσον μὲν ἐμαυτῷ μόνον ἱκανός·
我虽然是个预言者,但并不怎么高明,而是像那些识字不多的人一样,只够我自己用。
σαφῶς οὖν ἤδη μανθάνω τὸ ἁμάρτημα.
现在我终于清楚地明白了自己的过错。
ὡς δή τοι, ὦ ἑταῖρε, μαντικόν γέ τι καὶ ἡ ψυχή·
实际上,朋友啊,灵魂也是具有某种预言能力的。
ἐμὲ γὰρ ἔθραξε μέν τι καὶ πάλαι λέγοντα τὸν λόγον, καί πως ἐδυσωπούμην κατʼ Ἴβυκον, μή τι παρὰ θεοῖς " ἀμβλακὼν τιμὰν πρὸς ἀνθρώπων ἀμείψω·
因为就在刚才发表那篇言论的时候,我就感到有些不安,并且像伊比克斯那样有些气怯,生怕由于对神明 “犯下罪过,反而在凡人那里换取了尊荣。
" νῦν δʼ ᾔσθημαι τὸ ἁμάρτημα.
“但现在,我已经意识到了这个过错。
ΦΑΙ. λέγεις δὲ δὴ τί;
斐德若:你到底在说什么呢?
ΣΩ. δεινόν, ὦ Φαῖδρε, δεινὸν λόγον αὐτός τε ἐκόμισας ἐμέ τε ἠνάγκασας εἰπεῖν.
苏格拉底:可怕啊,斐德若,你带来了一篇可怕的言论,并且强迫我说出来。
ΦΑΙ. πῶς δή;
斐德若:怎么会这样呢?
ΣΩ. εὐήθη καὶ ὑπό τι ἀσεβῆ· οὗ τίς ἂν εἴη δεινότερος;
苏格拉底:这篇言论既愚蠢又有些不敬,还有什么比这更可怕的呢?
ΦΑΙ. οὐδείς, εἴ γε σὺ ἀληθῆ λέγεις.
斐德若:如果你说的是真话,那确实没有更可怕的了。
ΣΩ. τί οὖν; τὸν ἔρωτα οὐκ Ἀφροδίτης καὶ θεόν τινα ἡγῇ;
苏格拉底:那么,你难道不认为爱神是阿佛洛狄忒的儿子,并且是一位神吗?
ΦΑΙ. λέγεταί γε δή.
斐德若:大家确实是这么说的。
ΣΩ. οὔ τι ὑπό γε Λυσίου, οὐδὲ ὑπὸ τοῦ σοῦ λόγου, ὃς διὰ τοῦ ἐμοῦ στόματος καταφαρμακευθέντος ὑπὸ σοῦ ἐλέχθη.
苏格拉底:但这绝不是吕西亚斯的意思,也不是你那篇借着我被你药惑的口说出来的言论的意思。

词汇与语法注释

  1. 241aλέληθεν τὰ παιδικά — 动词 `λανθάνω` 的完成时主动式 `λέληθεν` 在此作现在时使用,并以宾格的 `τὰ παιδικά`(中性复数,在此用作对单一被爱少年的昵称)为直接宾语,构成“在不为少年觉察的情况下……”的句式。它带有补充动名词分词 `ἄλλος γεγονώς`(已经变成了另一个人)。
  2. 241bὀστράκου μεταπεσόντος — 由名词 `ὄστρακον`(陶片或贝壳)和分词 `μεταπεσόντος`(翻转)构成的属格独立结构。这是一个惯用表达,源自古代儿童的游戏“转陶片”(ostrakinda),比喻处境、态度或立场的突然扭转、彻底改变。
  3. 242cὃ ἂν μέλλω πράττειν — 由先行词被省略的关系代词 `ὅ`、条件/泛指小词 `ἄν` 以及虚拟语气 `μέλλω` 构成的一般性条件关系从句,意为“无论我准备做什么”。代词 `ὅ` 是不定式 `πράττειν` 的直接宾语,整个关系从句在主句中作为主导动词 `ἐπίσχει`(阻拦)的宾语或限语。
  4. 242dμή τι παρὰ θεοῖς ἀμβλακὼν τιμὰν πρὸς ἀνθρώπων ἀμείψω — 引用自抒情诗人伊比克斯。否定小词 `μή` 与虚拟语气 `ἀμείψω`(交换、获取)连用,引导一个表示担忧或恐惧的从句(“生怕……”),依附于前文的动词 `ἐδυσωπούμην`(我感到气怯或羞愧)。不定过去时主动分词 `ἀμβλακὼν` 表示先前发生的动作,意为“在犯下罪过之后,生怕换取了……”。

引用这一段

柏拉图, 斐德罗篇 §241-242. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:241-242

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。