Humanitext Reader

柏拉图 · 斐德罗篇 §231-232

应委身于非情人而非情人的理由

第 3 段,共 28 段 · 希腊语

内容简介

斐德若开始宣读一篇演说(即吕西亚斯的演说),主张人们应该委身于非情人而非情人。演说对比了情人特有的后悔、狂热与嫉妒,以及非情人所具备的克制、理性与稳定的友谊。

§231ΦΑΙ. περὶ μὲν τῶν ἐμῶν πραγμάτων ἐπίστασαι, καὶ ὡς νομίζω συμφέρειν ἡμῖν γενομένων τούτων ἀκήκοας·
斐德若:关于我的事情,你是知道的,而且你也听我说过,我认为这些事情实现对我们是有利的。
ἀξιῶ δὲ μὴ διὰ τοῦτο ἀτυχῆσαι ὧν δέομαι, ὅτι οὐκ ἐραστὴς ὤν σου τυγχάνω.
我不希望因为我不是你的情人而无法得到我所请求的东西。
ὡς ἐκείνοις μὲν τότε μεταμέλει ὧν ἂν εὖ ποιήσωσιν, ἐπειδὰν τῆς ἐπιθυμίας παύσωνται· τοῖς δὲ οὐκ ἔστι χρόνος ἐν ᾧ μεταγνῶναι προσήκει.
因为情人一旦欲望熄灭,就会后悔自己曾经施予的恩惠;而对于非情人来说,没有一个时刻是他们应当后悔的。
οὐ γὰρ ὑπʼ ἀνάγκης ἀλλʼ ἑκόντες, ὡς ἂν ἄριστα περὶ τῶν οἰκείων βουλεύσαιντο, πρὸς τὴν δύναμιν τὴν αὑτῶν εὖ ποιοῦσιν.
他们不是迫于无奈,而是出于自愿,就像他们为自己的事务做最妥善的筹划一样,竭尽全力地施予恩惠。
ἔτι δὲ οἱ μὲν ἐρῶντες σκοποῦσιν ἅ τε κακῶς διέθεντο τῶν αὑτῶν διὰ τὸν ἔρωτα καὶ ἃ πεποιήκασιν εὖ, καὶ ὃν εἶχον πόνον προστιθέντες ἡγοῦνται πάλαι τὴν ἀξίαν ἀποδεδωκέναι χάριν τοῖς ἐρωμένοις·
此外,情人们会计较自己因爱情而损失了多少财产,付出了多少心血,再加上他们所承受的劳苦,就认为自己早就向被爱者支付了足够的回报。
τοῖς δὲ μὴ ἐρῶσιν οὔτε τὴν τῶν οἰκείων ἀμέλειαν διὰ τοῦτο ἔστιν προφασίζεσθαι, οὔτε τοὺς παρεληλυθότας πόνους ὑπολογίζεσθαι, οὔτε τὰς πρὸς τοὺς προσήκοντας διαφορὰς αἰτιάσασθαι·
而对于非情人来说,他们既不能以此为借口抱怨疏忽了家务,也不能把过去的辛劳计算在内,更不能归咎于与亲友的不和。
ὥστε περιῃρημένων τοσούτων κακῶν οὐδὲν ὑπολείπεται ἀλλʼ ἢ ποιεῖν προθύμως ὅτι ἂν αὐτοῖς οἴωνται πράξαντες χαριεῖσθαι.
因此,在排除了这么多麻烦之后,他们除了解除后顾之忧、热切地去做那些能取悦对方的事情之外,便无所事事了。
ἔτι δὲ εἰ διὰ τοῦτο ἄξιον τοὺς ἐρῶντας περὶ πολλοῦ ποιεῖσθαι, ὅτι τούτους μάλιστά φασιν φιλεῖν ὧν ἂν ἐρῶσιν, καὶ ἕτοιμοί εἰσι καὶ ἐκ τῶν λόγων καὶ ἐκ τῶν ἔργων τοῖς ἄλλοις ἀπεχθανόμενοι τοῖς ἐρωμένοις χαρίζεσθαι, ῥᾴδιον γνῶναι, εἰ ἀληθῆ λέγουσιν, ὅτι ὅσων ἂν ὕστερον ἐρασθῶσιν, ἐκείνους αὐτῶν περὶ πλείονος ποιήσονται, καὶ δῆλον ὅτι, ἐὰν ἐκείνοις δοκῇ, καὶ τούτους κακῶς ποιήσουσιν.
此外,如果因为情人宣称自己最爱所爱的人,并且准备好在言语和行动上得罪他人以取悦被爱者,就值得高度器重,那么,如果他们说的是真话,显而易见,他们今后爱上谁,就会对谁更加器重,并且显然,只要后来的新欢高兴,他们甚至会去伤害旧爱。
καίτοι πῶς εἰκός ἐστι τοιοῦτον πρᾶγμα προέσθαι τοιαύτην ἔχοντι συμφοράν, ἣν οὐδʼ ἂν ἐπιχειρήσειεν οὐδεὶς ἔμπειρος ὢν ἀποτρέπειν;
然而,把如此重要的事情托付给一个身陷如此不幸之中的人,这怎么可能是合理的呢? 任何有经验的人甚至都不会试图去阻止这种不幸。
καὶ γὰρ αὐτοὶ ὁμολογοῦσι νοσεῖν μᾶλλον ἢ σωφρονεῖν, καὶ εἰδέναι ὅτι κακῶς φρονοῦσιν, ἀλλʼ οὐ δύνασθαι αὑτῶν κρατεῖν·
因为他们自己也承认自己是病态的,而不是理智的,并且知道自己神志不清,却无法控制自己。
ὥστε πῶς ἂν εὖ φρονήσαντες ταῦτα καλῶς ἔχειν ἡγήσαιντο περὶ ὧν οὕτω διακείμενοι βουλεύονται;
既然如此,当他们恢复理智时,又怎么会认为自己在那种状态下所做的决定是正确的呢?
καὶ μὲν δὴ εἰ μὲν ἐκ τῶν ἐρώντων τὸν βέλτιστον αἱροῖο, ἐξ ὀλίγων ἄν σοι ἡ ἔκλεξις εἴη· εἰ δʼ ἐκ τῶν ἄλλων τὸν σαυτῷ ἐπιτηδειότατον, ἐκ πολλῶν·
再者,如果你在情人中选择最好的一位,你的选择范围就很小;但如果你在其他人中选择最适合你的一位,选择范围就很广。
ὥστε πολὺ πλείων ἐλπὶς ἐν τοῖς πολλοῖς ὄντα τυχεῖν τὸν ἄξιον τῆς σῆς φιλίας.
因此,在多数人中,找到值得你友谊之人的希望要大得多。
§232ΦΑΙ. εἰ τοίνυν τὸν νόμον τὸν καθεστηκότα δέδοικας, μὴ πυθομένων τῶν ἀνθρώπων ὄνειδός σοι γένηται, εἰκός ἐστι τοὺς μὲν ἐρῶντας, οὕτως ἂν οἰομένους καὶ ὑπὸ τῶν ἄλλων ζηλοῦσθαι ὥσπερ αὐτοὺς ὑφʼ αὑτῶν, ἐπαρθῆναι τῷ λέγειν καὶ φιλοτιμουμένους ἐπιδείκνυσθαι πρὸς ἅπαντας ὅτι οὐκ ἄλλως αὐτοῖς πεπόνηται· τοὺς δὲ μὴ ἐρῶντας, κρείττους αὑτῶν ὄντας, τὸ βέλτιστον ἀντὶ τῆς δόξης τῆς παρὰ τῶν ἀνθρώπων αἱρεῖσθαι.
斐德若:如果你害怕世俗的陈规,担心被人发现后会招致耻辱,那么情人们往往会认为别人也会像他们自己一样羡慕他们,因此会得意忘形地向所有人夸耀,虚荣地展示他们的辛劳没有白费;而非情人则能控制自己,宁可选择最好的结果,而不去追求世人的虚名。
ἔτι δὲ τοὺς μὲν ἐρῶντας πολλοὺς ἀνάγκη πυθέσθαι καὶ ἰδεῖν ἀκολουθοῦντας τοῖς ἐρωμένοις καὶ ἔργον τοῦτο ποιουμένους, ὥστε ὅταν ὀφθῶσι διαλεγόμενοι ἀλλήλοις, τότε αὐτοὺς οἴονται ἢ γεγενημένης ἢ μελλούσης ἔσεσθαι τῆς ἐπιθυμίας συνεῖναι· τοὺς δὲ μὴ ἐρῶντας οὐδʼ αἰτιᾶσθαι διὰ τὴν συνουσίαν ἐπιχειροῦσιν, εἰδότες ὅτι ἀναγκαῖόν ἐστιν ἢ διὰ φιλίαν τῳ διαλέγεσθαι ἢ διʼ ἄλλην τινὰ ἡδονήν.
此外,情人们不可避免地会被许多人看到或听说他们整天尾随被爱者,并以此为业,因此,每当人们看到他们互相交谈,就会认为他们在一起是因为欲望已经满足或即将得到满足;而非情人即使交往,人们也不会借此加以指责,因为大家知道,为了友谊或为了其他的娱乐而与人交谈是理寿当然的事。
καὶ μὲν δὴ εἴ σοι δέος παρέστηκεν ἡγουμένῳ χαλεπὸν εἶναι φιλίαν συμμένειν, καὶ ἄλλῳ μὲν τρόπῳ διαφορᾶς γενομένης κοινὴν ἂν ἀμφοτέροις καταστῆναι τὴν συμφοράν, προεμένου δέ σου ἃ περὶ πλείστου ποιῇ μεγάλην ἄν σοι βλάβην ἂν γενέσθαι, εἰκότως ἂν τοὺς ἐρῶντας μᾶλλον ἂν φοβοῖο·
再者,如果你心存恐惧,认为友谊很难持久,并且在其他情况下如果发生不和,灾祸将由双方共同承担,但如果你交出了自己最珍视的东西,你将遭受巨大的伤害,那么你理所当然会更害怕情人。
πολλὰ γὰρ αὐτούς ἐστι τὰ λυποῦντα, καὶ πάντʼ ἐπὶ τῇ αὑτῶν βλάβῃ νομίζουσι γίγνεσθαι.
因为让他们感到痛苦的事情很多,而且他们认为发生的一切都是为了伤害自己。
διόπερ καὶ τὰς πρὸς τοὺς ἄλλους τῶν ἐρωμένων συνουσίας ἀποτρέπουσιν, φοβούμενοι τοὺς μὲν οὐσίαν κεκτημένους μὴ χρήμασιν αὐτοὺς ὑπερβάλωνται, τοὺς δὲ πεπαιδευμένους μὴ συνέσει κρείττους γένωνται·
因此,他们甚至阻止被爱者与其他人交往,担心有资产的人会用金钱压倒他们,有教养的人会用智慧超越他们。
τῶν δὲ ἄλλο τι κεκτημένων ἀγαθὸν τὴν δύναμιν ἑκάστου φυλάττονται.
对于拥有其他任何优点的人,他们也会防范其影响力。
πείσαντες μὲν οὖν ἀπεχθέσθαι σε τούτοις εἰς ἐρημίαν φίλων καθιστᾶσιν, ἐὰν δὲ τὸ σεαυτοῦ σκοπῶν ἄμεινον ἐκείνων φρονῇς, ἥξεις αὐτοῖς εἰς διαφοράν·
如果他们说服你疏远这些人,他们就会使你陷入没有朋友的孤立状态;但如果你考虑自己的利益,比他们更聪明,你就会与他们发生冲突。
ὅσοι δὲ μὴ ἐρῶντες ἔτυχον, ἀλλὰ διʼ ἀρετὴν ἔπραξαν ὧν ἐδέοντο, οὐκ ἂν τοῖς συνοῦσι φθονοῖεν, ἀλλὰ τοὺς μὴ ἐθέλοντας μισοῖεν, ἡγούμενοι ὑπʼ ἐκείνων μὲν ὑπερορᾶσθαι, ὑπὸ τῶν συνόντων δὲ ὠφελεῖσθαι, ὥστε πολὺ πλείων ἐλπὶς φιλίαν αὐτοῖς ἐκ τοῦ πράγματος ἢ ἔχθραν γενέσθαι.
而那些恰好不是情人,但凭借自己的美德而获得所求之物的人,则不会嫉妒与你交往的人,反而会憎恨那些不愿交往的人,认为自己被后者轻视,而被交往者所助。 因此,这件事给他们带来友谊而不是敌意的希望要大得多。

词汇与语法注释

  1. 231aμεταμέλει — 无人称动词 `μεταμέλει` 采用“使(与格)后悔(属格)”的句式。在此处,后悔的主体是 `ἐκείνοις`(与格),而后悔的内容则由带有关联代词吸引的属格关系从句 `ὧν ἂν εὖ ποιήσωσιν`(代替 `τούτων ἃ...`)表示。
  2. 231cτοῖς ἄλλοις ἀπεχθανόμενοι τοῖς ἐρωμένοις χαρίζεσθαι — 注意两个与格短语的修饰关系:`τοῖς ἄλλοις`(其他人)修饰现在分词 `ἀπεχθανόμενοι`(被……憎恨),而 `τοῖς ἐρωμένοις`(被爱者)修饰不定式 `χαρίζεσθαι`(取悦)。
  3. 232cἡγουμένῳ χαλεπὸν εἶναι φιλίαν συμμένειν, καὶ ἄλλῳ μὲν τρόπῳ διαφορᾶς γενομένης κοινὴν ἂν ἀμφοτέροις καταστῆναι τὴν συμφοράν, προεμένου δέ σου ἃ περὶ πλείστου ποιῇ μεγάλην ἄν σοι βλάβην ἂν γενέσθαι — 在由分词 `ἡγουμένῳ`(认为)引导的间接引语中,两个具有对比性质的不定式从句(`καταστῆναι` 和 `γενέσθαι`)通过连词 `καί` 并列。每个不定式中出现的 `ἄν` 代表直接引语中的潜在祈愿语气(Potential Optative: `ἂν κατασταίη` / `ἂν γένοι度`)在间接引语中转化为不定式的形式。

引用这一段

柏拉图, 斐德罗篇 §231-232. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:231-232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。