§229ΣΩ. δεῦρʼ ἐκτραπόμενοι κατὰ τὸν Ἰλισὸν ἴωμεν, εἶτα ὅπου ἂν δόξῃ ἐν ἡσυχίᾳ καθιζησόμεθα.
苏格拉底:我们从这里转过去,沿着伊利索斯河走吧,然后只要觉得合适,就在安静的地方坐下来。
ΦΑΙ. εἰς καιρόν, ὡς ἔοικεν, ἀνυπόδητος ὢν ἔτυχον· σὺ μὲν γὰρ δὴ ἀεί.
斐德若:这似乎正合时宜,我碰巧光着脚;而你当然总是不穿鞋的。
ῥᾷστον οὖν ἡμῖν κατὰ τὸ ὑδάτιον βρέχουσι τοὺς πόδας ἰέναι, καὶ οὐκ ἀηδές, ἄλλως τε καὶ τήνδε τὴν ὥραν τοῦ ἔτους τε καὶ τῆς ἡμέρας.
所以,对我们来说,把脚浸在水里顺流而行是最容易不过的了,而且也很惬意,特别是在一年中的这个季节和一天之中的这个时刻。
ΣΩ. πρόαγε δή, καὶ σκόπει ἅμα ὅπου καθιζησόμεθα.
苏格拉底:那就前行吧,同时留意一下我们在哪里坐下来。
ΦΑΙ. ὁρᾷς οὖν ἐκείνην τὴν ὑψηλοτάτην πλάτανον;
斐德若:那么,你看见那边那棵最高的悬铃木了吗?
ΣΩ. τί μήν;
苏格拉底:怎么会看不见呢?
ΦΑΙ. ἐκεῖ σκιά τʼ ἐστὶν καὶ πνεῦμα μέτριον, καὶ πόα καθίζεσθαι ἢ ἂν βουλώμεθα κατακλινῆναι.
斐德若:那儿既有绿荫,又有和煦的微风,还有草地,可以坐着,要是我们愿意,也可以躺下。
ΣΩ. προάγοις ἄν.
苏格拉底:那你前行吧。
ΦΑΙ. εἰπέ μοι, ὦ Σώκρατες, οὐκ ἐνθένδε μέντοι ποθὲν ἀπὸ τοῦ Ἰλισοῦ λέγεται ὁ Βορέας τὴν Ὠρείθυιαν ἁρπάσαι;
斐德若:告诉我,苏格拉底,传说中波瑞阿斯劫走俄瑞堤亚的地方,不就是在这伊利索斯河畔的某处吗?
ΣΩ. λέγεται γάρ.
苏格拉底:确实是这样传说的。
ΦΑΙ. ἆρʼ οὖν ἐνθένδε;
斐德若:那么,难道就是在这里吗?
χαρίεντα γοῦν καὶ καθαρὰ καὶ διαφανῆ τὰ ὑδάτια φαίνεται, καὶ ἐπιτήδεια κόραις παίζειν παρʼ αὐτά.
至少这里的河水看起来极其优美、纯净而清澈,非常适合女孩子们在水边玩耍。
ΣΩ. οὔκ, ἀλλὰ κάτωθεν ὅσον δύʼ ἢ τρία στάδια, ᾗ πρὸς τὸ ἐν Ἄγρας διαβαίνομεν·
苏格拉底:不,是在下游大约两三斯塔德的地方,也就是我们渡河去往阿格莱神庙的那里。
καὶ πού τίς ἐστι βωμὸς αὐτόθι Βορέου.
我想那里某处还有个波瑞阿斯的祭坛。
ΦΑΙ. οὐ πάνυ νενόηκα·
斐德若:我没怎么注意到。
ἀλλʼ εἰπὲ πρὸς Διός, ὦ Σώκρατες, σὺ τοῦτο τὸ μυθολόγημα πείθῃ ἀληθὲς εἶναι;
不过请因宙斯之名告诉我,苏格拉底,你相信这个神话是真实的吗?
ΣΩ. ἀλλʼ εἰ ἀπιστοίην, ὥσπερ οἱ σοφοί, οὐκ ἂν ἄτοπος εἴην, εἶτα σοφιζόμενος φαίην αὐτὴν πνεῦμα Βορέου κατὰ τῶν πλησίον πετρῶν σὺν Φαρμακείᾳ παίζουσαν ὦσαι, καὶ οὕτω δὴ τελευτήσασαν λεχθῆναι ὑπὸ τοῦ Βορέου ἀνάρπαστον γεγονέναι—ἢ ἐξ Ἀρείου πάγου· λέγεται γὰρ αὖ καὶ οὗτος ὁ λόγος, ὡς ἐκεῖθεν ἀλλʼ οὐκ ἐνθένδε ἡρπάσθη.
苏格拉底:如果我像那些智者一样不相信它,我也不算荒谬;然后我可以运用理性解释说,当她和法尔玛刻娅在附近的岩石上玩耍时,被北风(波瑞阿斯)的烈风推了下去,并以此方式死去,因而被说成是被波瑞阿斯劫走的——或者是从阿瑞奥帕戈斯劫走的;因为还有另一种传说,说她是从那里而不是从这里被劫走的。
ἐγὼ δέ, ὦ Φαῖδρε, ἄλλως μὲν τὰ τοιαῦτα χαρίεντα ἡγοῦμαι, λίαν δὲ δεινοῦ καὶ ἐπιπόνου καὶ οὐ πάνυ εὐτυχοῦς ἀνδρός, κατʼ ἄλλο μὲν οὐδέν, ὅτι δʼ αὐτῷ ἀνάγκη μετὰ τοῦτο τὸ τῶν Ἱπποκενταύρων εἶδος ἐπανορθοῦσθαι, καὶ αὖθις τὸ τῆς Χιμαίρας, καὶ ἐπιρρεῖ δὲ ὄχλος τοιούτων Γοργόνων καὶ Πηγάσων καὶ ἄλλων ἀμηχάνων πλήθη τε καὶ ἀτοπίαι τερατολόγων τινῶν φύσεων·
但是,斐德若,我一方面认为这类解释挺有趣的,但另一方面,我认为这是一个过于聪明、劳碌且并不怎么幸运的人的工作,不为别的原因,只因为在此之后,他必须去修正半人马的形象,接着又是奇美拉,而且还有一大群戈耳工、飞马以及其他数不尽的、具有怪诞特征的奇异自然生物涌向他。
αἷς εἴ τις ἀπιστῶν προσβιβᾷ κατὰ τὸ εἰκὸς ἕκαστον, ἅτε ἀγροίκῳ τινὶ σοφίᾳ χρώμενος, πολλῆς αὐτῷ σχολῆς δεήσει.
如果有人不相信这些,并企图用一种粗俗的智慧,把它们每一个都还原为合理的可能性,他将需要大量的闲暇。
§230ΣΩ. ἐμοὶ δὲ πρὸς αὐτὰ οὐδαμῶς ἐστι σχολή· τὸ δὲ αἴτιον, ὦ φίλε, τούτου τόδε.
苏格拉底:但我根本没有闲暇去做这些事;我的朋友,原因就在于此。
οὐ δύναμαί πω κατὰ τὸ Δελφικὸν γράμμα γνῶναι ἐμαυτόν· γελοῖον δή μοι φαίνεται τοῦτο ἔτι ἀγνοοῦντα τὰ ἀλλότρια σκοπεῖν.
我还无法按照德尔斐的铭文去认识我自己;因此,在我仍然对此一无所知的时候,去研究身外之物,这在我看来是荒谬的。
ὅθεν δὴ χαίρειν ἐάσας ταῦτα, πειθόμενος δὲ τῷ νομιζομένῳ περὶ αὐτῶν, ὃ νυνδὴ ἔλεγον, σκοπῶ οὐ ταῦτα ἀλλʼ ἐμαυτόν, εἴτε τι θηρίον ὂν τυγχάνω Τυφῶνος πολυπλοκώτερον καὶ μᾶλλον ἐπιτεθυμμένον, εἴτε ἡμερώτερόν τε καὶ ἁπλούστερον ζῷον, θείας τινὸς καὶ ἀτύφου μοίρας φύσει μετέχον.
所以,我让这些事情随风而去,并接受关于它们的传统看法,正如我刚才所说,我研究的不是它们,而是我自己,看看我究竟是一个比台风般暴烈之怪兽(提丰)更复杂、更充满狂暴激情的野兽,还是一个更温顺、更简单的生物,天生分有着某种神圣且谦逊的天命。
ἀτάρ, ὦ ἑταῖρε, μεταξὺ τῶν λόγων, ἆρʼ οὐ τόδε ἦν τὸ δένδρον ἐφʼ ὅπερ ἦγες ἡμᾶς;
不过,我的朋友,在谈话间,这不就是你一直带我们来的那棵树吗?
ΦΑΙ. τοῦτο μὲν οὖν αὐτό.
斐德若:没错,就是这一棵。
ΣΩ. νὴ τὴν Ἥραν, καλή γε ἡ καταγωγή.
苏格拉底:凭赫拉起誓,这真是一个优美的休憩所。
ἥ τε γὰρ πλάτανος αὕτη μάλʼ ἀμφιλαφής τε καὶ ὑψηλή, τοῦ τε ἄγνου τὸ ὕψος καὶ τὸ σύσκιον πάγκαλον, καὶ ὡς ἀκμὴν ἔχει τῆς ἄνθης, ὡς ἂν εὐωδέστατον παρέχοι τὸν τόπον·
因为这棵悬铃木枝叶繁茂且高大,而黄荆树的高度和浓郁的绿荫也美极了,并且正值盛开之时,必定会让这个地方芬芳无比。
ἥ τε αὖ πηγὴ χαριεστάτη ὑπὸ τῆς πλατάνου ῥεῖ μάλα ψυχροῦ ὕδατος, ὥστε γε τῷ ποδὶ τεκμήρασθαι.
此外,悬铃木下流淌着的泉水也令人心旷神怡,水温非常冰凉,这从我的脚就能试出来。
Νυμφῶν τέ τινων καὶ Ἀχελῴου ἱερὸν ἀπὸ τῶν κορῶν τε καὶ ἀγαλμάτων ἔοικεν εἶναι.
从那些泥娃娃和神像来看,这里似乎是某些宁芙和阿克洛奥斯神的神圣之所。
εἰ δʼ αὖ βούλει, τὸ εὔπνουν τοῦ τόπου ὡς ἀγαπητὸν καὶ σφόδρα ἡδύ·
如果你愿意的话,这里的风息是多么令人向往和极其惬意啊!
θερινόν τε καὶ λιγυρὸν ὑπηχεῖ τῷ τῶν τεττίγων χορῷ.
它回应着蝉群合唱的那种充满夏日气息且清脆的鸣声。
πάντων δὲ κομψότατον τὸ τῆς πόας, ὅτι ἐν ἠρέμα προσάντει ἱκανὴ πέφυκε κατακλινέντι τὴν κεφαλὴν παγκάλως ἔχειν.
但最优雅的还是这片草地,因为它长在平缓的斜坡上,刚好适合躺下的人把头靠在上面,感到无比舒适。
ὥστε ἄριστά σοι ἐξενάγηται, ὦ φίλε Φαῖδρε.
所以,亲爱的人斐德若,你做了一个最优秀的向导。
ΦΑΙ. σὺ δέ γε, ὦ θαυμάσιε, ἀτοπώτατός τις φαίνῃ.
斐德若:而你,奇特的人,看起来倒是一个最古怪的人。
ἀτεχνῶς γάρ, ὃ λέγεις, ξεναγουμένῳ τινὶ καὶ οὐκ ἐπιχωρίῳ ἔοικας· οὕτως ἐκ τοῦ ἄστεος οὔτʼ εἰς τὴν ὑπερορίαν ἀποδημεῖς, οὔτʼ ἔξω τείχους ἔμοιγε δοκεῖς τὸ παράπαν ἐξιέναι.
因为你简直像你所说的,是一个被向导指路的外来者,而不是本地人;你既不从城里到境外去旅行,在我看来,你也似乎根本不出城墙一步。
ΣΩ. συγγίγνωσκέ μοι, ὦ ἄριστε.
苏格拉底:宽恕我吧,我优秀的朋友。
φιλομαθὴς γάρ εἰμι· τὰ μὲν οὖν χωρία καὶ τὰ δένδρα οὐδέν μʼ ἐθέλει διδάσκειν, οἱ δʼ ἐν τῷ ἄστει ἄνθρωποι.
因为我是个好学之人;田野和树木不愿教我任何东西,而城里的人却能。
σὺ μέντοι δοκεῖς μοι τῆς ἐμῆς ἐξόδου τὸ φάρμακον ηὑρηκέναι.
然而,你似乎找到了治愈我外出的药方。
ὥσπερ γὰρ οἱ τὰ πεινῶντα θρέμματα θαλλὸν ἤ τινα καρπὸν προσείοντες ἄγουσιν, σὺ ἐμοὶ λόγους οὕτω προτείνων ἐν βιβλίοις τήν τε Ἀττικὴν φαίνῃ περιάξειν ἅπασαν καὶ ὅποι ἂν ἄλλοσε βούλῃ.
因为正如人们拿着绿枝或水果在饥饿的牲口面前晃动来牵着它们走一样,你用这种方式在我面前呈示书中的辞章,看来就能牵着我走遍整个阿提卡,以及其他任何你想要去的地方。
νῦν δʼ οὖν ἐν τῷ παρόντι δεῦρʼ ἀφικόμενος ἐγὼ μέν μοι δοκῶ κατακείσεσθαι, σὺ δʼ ἐν ὁποίῳ σχήματι οἴει ῥᾷστα ἀναγνώσεσθαι, τοῦθʼ ἑλόμενος ἀναγίγνωσκε.
不过无论如何,既然现在来到了这里,我想我要躺下了,而你则选择一个你认为最容易阅读的姿势,开始读吧。
ΦΑΙ. ἄκουε δή.
斐德若:那么,请听着。