§233ΦΑΙ. καὶ μὲν δὴ τῶν μὲν ἐρώντων πολλοὶ πρότερον τοῦ σώματος ἐπεθύμησαν ἢ τὸν τρόπον ἔγνωσαν καὶ τῶν ἄλλων οἰκείων ἔμπειροι ἐγένοντο, ὥστε ἄδηλον αὐτοῖς εἰ ἔτι τότε βουλήσονται φίλοι εἶναι, ἐπειδὰν τῆς ἐπιθυμίας παύσωνται·
斐德若:而且确实,许多情人在了解对方的人格并熟悉其他私事之前,就已经渴望其肉体了。 因此,当他们的欲望熄灭时,他们自己也不清楚到那时是否还愿意继续做朋友。
τοῖς δὲ μὴ ἐρῶσιν, οἳ καὶ πρότερον ἀλλήλοις φίλοι ὄντες ταῦτα ἔπραξαν, οὐκ ἐξ ὧν ἂν εὖ πάθωσι ταῦτα εἰκὸς ἐλάττω τὴν φιλίαν αὐτοῖς ποιῆσαι, ἀλλὰ ταῦτα μνημεῖα καταλειφθῆναι τῶν μελλόντων ἔσεσθαι.
与此相反,对于非情人来说,他们本就互为朋友而做这些事,因此,对于他们而言,绝非因为接受了恩惠就会削弱彼此的友谊,相反,这些事将作为未来关系的纪念而被保留下来。
καὶ μὲν δὴ βελτίονί σοι προσήκει γενέσθαι ἐμοὶ πειθομένῳ ἢ ἐραστῇ.
而且,你听从我,确实比听从情人更适合让你变得更优秀。
ἐκεῖνοι μὲν γὰρ καὶ παρὰ τὸ βέλτιστον τά τε λεγόμενα καὶ τὰ πραττόμενα ἐπαινοῦσιν, τὰ μὲν δεδιότες μὴ ἀπέχθωνται, τὰ δὲ καὶ αὐτοὶ χεῖρον διὰ τὴν ἐπιθυμίαν γιγνώσκοντες.
因为那些情人甚至会违背最善的原则,去赞美对方的一言一行,一方面是因为害怕被讨厌,另一方面则是他们自己也因为欲望而削弱了判断力。
τοιαῦτα γὰρ ὁ ἔρως ἐπιδείκνυται· δυστυχοῦντας μέν, ἃ μὴ λύπην τοῖς ἄλλοις παρέχει, ἀνιαρὰ ποιεῖ νομίζειν· εὐτυχοῦντας δὲ καὶ τὰ μὴ ἡδονῆς ἄξια παρʼ ἐκείνων ἐπαίνου ἀναγκάζει τυγχάνειν·
实际上,爱就展现出这样的特征:对于在爱中不幸的人,它甚至会让那些不给他人带来痛苦的事显得令人厌烦;而对于在爱中幸运的人,它甚至会强迫那些不值得快乐的事也从对方那里获得赞美。
ὥστε πολὺ μᾶλλον ἐλεεῖν τοῖς ἐρωμένοις ἢ ζηλοῦν αὐτοὺς προσήκει.
因此,对于被爱者,人们更应该同情他们,而不是嫉妒他们。
ἐὰν δέ μοι πείθῃ, πρῶτον μὲν οὐ τὴν παροῦσαν ἡδονὴν θεραπεύων συνέσομαί σοι, ἀλλὰ καὶ τὴν μέλλουσαν ὠφελίαν ἔσεσθαι, οὐχ ὑπʼ ἔρωτος ἡττώμενος ἀλλʼ ἐμαυτοῦ κρατῶν, οὐδὲ διὰ σμικρὰ ἰσχυρὰν ἔχθραν ἀναιρούμενος ἀλλὰ διὰ μεγάλα βραδέως ὀλίγην ὀργὴν ποιούμενος, τῶν μὲν ἀκουσίων συγγνώμην ἔχων, τὰ δὲ ἑκούσια πειρώμενος ἀποτρέπειν·
如果你听从我,首先,我与你交往不是为了迎合眼前的享乐,而是也关照到未来将产生的益处;我不会被爱情征服,而是能克制自己;我不会因为琐碎的小事而产生强烈的敌意,而是会因为重大的事情而缓慢地表现出些许愤怒;对于无心之失我会予以宽容,而对于有意的过错我则会努力加以劝阻。
ταῦτα γάρ ἐστι φιλίας πολὺν χρόνον ἐσομένης τεκμήρια.
因为这些正是友谊长存的证明。
εἰ δʼ ἄρα σοι τοῦτο παρέστηκεν, ὡς οὐχ οἷόν τε ἰσχυρὰν φιλίαν γενέσθαι ἐὰν μή τις ἐρῶν τυγχάνῃ, ἐνθυμεῖσθαι χρὴ ὅτι οὔτʼ ἂν τοὺς ὑεῖς περὶ πολλοῦ ἐποιούμεθα οὔτʼ ἂν τοὺς πατέρας καὶ τὰς μητέρας, οὔτʼ ἂν πιστοὺς φίλους ἐκεκτήμεθα, οἳ οὐκ ἐξ ἐπιθυμίας τοιαύτης γεγόνασιν ἀλλʼ ἐξ ἑτέρων ἐπιτηδευμάτων.
如果你心中恰好有这样的想法,认为只要一个人不处于爱中,就不可能产生牢固的友谊,那么你就应当心:我们既不会珍视我们的儿子,也不会珍视我们的父母,更不会拥有忠实的朋友,而这些人的产生并不是出于这种渴望,而是出于其他的相处之道。
ἔτι δὲ εἰ χρὴ τοῖς δεομένοις μάλιστα χαρίζεσθαι, προσήκει καὶ τοῖς ἄλλοις μὴ τοὺς βελτίστους ἀλλὰ τοὺς ἀπορωτάτους εὖ ποιεῖν·
再者,如果应当最取悦那些有求于人的人,那么在其他情况下,也应该恩惠于最贫困的人,而不是最优秀的人。
μεγίστων γὰρ ἀπαλλαγέντες κακῶν πλείστην χάριν αὐτοῖς εἴσονται.
因为他们从最大的灾祸中解脱出来,必然对施恩者怀有最深切的感激。
καὶ μὲν δὴ καὶ ἐν ταῖς ἰδίαις δαπάναις οὐ τοὺς φίλους ἄξιον παρακαλεῖν, ἀλλὰ τοὺς προσαιτοῦντας καὶ τοὺς δεομένους πλησμονῆς·
此外,在私人的宴席上,不应当邀请朋友,而应当邀请乞讨者和需要填饱肚子的人。
ἐκεῖνοι γὰρ καὶ ἀγαπήσουσιν καὶ ἀκολουθήσουσιν καὶ ἐπὶ τὰς θύρας ἥξουσι καὶ μάλιστα ἡσθήσονται καὶ οὐκ ἐλαχίστην χάριν εἴσονται καὶ πολλὰ ἀγαθὰ αὐτοῖς εὔξονται.
因为正是他们会喜爱并跟随你,来到你的门前,感到最大的快乐,怀有不小的感激,并为你祈求许多福分。
§234ΦΑΙ. ἀλλʼ ἴσως προσήκει οὐ τοῖς σφόδρα δεομένοις χαρίζεσθαι, ἀλλὰ τοῖς μάλιστα ἀποδοῦναι χάριν δυναμένοις· οὐδὲ τοῖς προσαιτοῦσι μόνον, ἀλλὰ τοῖς τοῦ πράγματος ἀξίοις· οὐδὲ ὅσοι τῆς σῆς ὥρας ἀπολαύσονται, ἀλλʼ οἵτινες πρεσβυτέρῳ γενομένῳ τῶν σφετέρων ἀγαθῶν μεταδώσουσιν· οὐδὲ οἳ διαπραξάμενοι πρὸς τοὺς ἄλλους φιλοτιμήσονται, ἀλλʼ οἵτινες αἰσχυνόμενοι πρὸς ἅπαντας σιωπήσονται· οὐδὲ τοῖς ὀλίγον χρόνον σπουδάζουσιν, ἀλλὰ τοῖς ὁμοίως διὰ παντὸς τοῦ βίου φίλοις ἐσομένοις· οὐδὲ οἵτινες παυόμενοι τῆς ἐπιθυμίας ἔχθρας πρόφασιν ζητήσουσιν, ἀλλʼ οἳ παυσαμένου τῆς ὥρας τότε τὴν αὑτῶν ἀρετὴν ἐπιδείξονται.
斐德若:但是,或许不应当取悦那些极度匮乏的人,而应当取悦那些最能回报恩惠的人;不仅不应当只取悦那些乞讨的人,还要取悦那些配得上这件事的人;不应当取悦那些仅仅享受你的青春美貌的人,而应当取悦那些在你年老时愿意分享自己福祉的人;不应当取悦那些在事成之后向他人炫耀的人,而应当取悦那些因知耻而对所有人保持沉默的人;不应当取悦那些只热心一时的人,而应当取悦那些在整个人生中同样作为朋友的人;不应当取悦那些在欲望熄灭时寻找敌意借口的人,而应当取悦那些在青春逝去时反而展现自身美德的人。
σὺ οὖν τῶν τε εἰρημένων μέμνησο καὶ ἐκεῖνο ἐνθυμοῦ, ὅτι τοὺς μὲν ἐρῶντας οἱ φίλοι νουθετοῦσιν ὡς ὄντος κακοῦ τοῦ ἐπιτηδεύματος, τοῖς δὲ μὴ ἐρῶσιν οὐδεὶς πώποτε τῶν οἰκείων ἐμέμψατο ὡς διὰ τοῦτο κακῶς βουλευομένοις περὶ ἑαυτῶν.
因此,你要记住这些话,并把这件事放在心上:对于情人,朋友们会劝诫他们,认为这种行为是不好的;而对于非情人,亲友中从未有人指责过他们,认为他们因为这件事而在自己的事务上做出了错误的决定。
ἴσως ἂν οὖν ἔροιό με εἰ ἅπασίν σοι παραινῶ τοῖς μὴ ἐρῶσι χαρίζεσθαι.
那么,你或许会问我,是否建议你取悦所有的非情人。
ἐγὼ μὲν οἶμαι οὐδʼ ἂν τὸν ἐρῶντα πρὸς ἅπαντάς σε κελεύειν τοὺς ἐρῶντας ταύτην ἔχειν τὴν διάνοιαν.
我认为,即使是情人,也不会要求你对所有的情人都抱有这种态度。
οὔτε γὰρ τῷ λαμβάνοντι χάριτος ἴσης ἄξιον, οὔτε σοὶ βουλομένῳ τοὺς ἄλλους λανθάνειν ὁμοίως δυνατόν·
因为这对于接受者来说不值同等的感激,而且即使你想瞒过他人,你也同样无法做到。
δεῖ δὲ βλάβην μὲν ἀπʼ αὐτοῦ μηδεμίαν, ὠφελίαν δὲ ἀμφοῖν γίγνεσθαι.
而这件事不应带来任何伤害,且必须对双方都有益处。
ἐγὼ μὲν οὖν ἱκανά μοι νομίζω τὰ εἰρημένα·
对我而言,我认为已经说得足够了。
εἰ δʼ ἔτι τι σὺ ποθεῖς, ἡγούμενος παραλελεῖφθαι, ἐρώτα.
但如果你觉得有什么疏漏,还想要了解什么,请尽管提问。
τί σοι φαίνεται, ὦ Σώκρατες, ὁ λόγος;
苏格拉底,你觉得这篇言论怎么样?
οὐχ ὑπερφυῶς τά τε ἄλλα καὶ τοῖς ὀνόμασιν εἰρῆσθαι;
是不是无论在其他方面还是在遣词造句上,都说得好极了?
ΣΩ. δαιμονίως μὲν οὖν, ὦ ἑταῖρε, ὥστε με ἐκπλαγῆναι.
苏格拉底:岂止是好极了,我的朋友,简直神妙无比,甚至让我惊叹不已。
καὶ τοῦτο ἐγὼ ἔπαθον διὰ σέ, ὦ Φαῖδρε, πρὸς σὲ ἀποβλέπων, ὅτι ἐμοὶ ἐδόκεις γάνυσθαι ὑπὸ τοῦ λόγου μεταξὺ ἀναγιγνώσκων·
而我之所以会这样,全是因为你啊,斐德若。 我看着你,因为你在朗读的时候,让我觉得你似乎在被这篇言论所取悦、显得喜气洋洋。
ἡγούμενος γὰρ σὲ μᾶλλον ἢ ἐμὲ ἐπαΐειν περὶ τῶν τοιούτων σοὶ εἱπόμην, καὶ ἑπόμενος συνεβάκχευσα μετὰ σοῦ τῆς θείας κεφαλῆς.
由于我认为你比我更懂得这些事情,所以我便跟随着你;而在跟随着你的时候,我与你那神圣的首级一起狂乱起来。
ΦΑΙ. εἶεν· οὕτω δὴ δοκεῖ παίζειν;
斐德若:好啊,您当真是在开玩笑吗?
ΣΩ. δοκῶ γάρ σοι παίζειν καὶ οὐχὶ ἐσπουδακέναι;
苏格拉底:你觉得我是在开玩笑,而不是在说认真话吗?
ΦΑΙ. μηδαμῶς, ὦ Σώκρατες, ἀλλʼ ὡς ἀληθῶς εἰπὲ πρὸς Διὸς φιλίου, οἴει ἄν τινα ἔχειν εἰπεῖν ἄλλον τῶν Ἑλλήνων ἕτερα τούτων μείζω καὶ πλείω περὶ τοῦ αὐτοῦ πράγματος;
斐德若:绝对不是,苏格拉底。 但请看在友谊之神宙斯的份上,诚实地告诉我:你认为希腊人中还有谁能就同一主题,说出比这更伟大、更丰富的道理吗?