§220πρῶτον μὲν οὖν τοῖς πόνοις οὐ μόνον ἐμοῦ περιῆν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων—ὁπότʼ ἀναγκασθεῖμεν ἀποληφθέντες που, οἷα δὴ ἐπὶ στρατείας, ἀσιτεῖν, οὐδὲν ἦσαν οἱ ἄλλοι πρὸς τὸ καρτερεῖν—ἔν τʼ αὖ ταῖς εὐωχίαις μόνος ἀπολαύειν οἷός τʼ ἦν τά τʼ ἄλλα καὶ πίνειν οὐκ ἐθέλων, ὁπότε ἀναγκασθείη, πάντας ἐκράτει, καὶ ὃ πάντων θαυμαστότατον, Σωκράτη μεθύοντα οὐδεὶς πώποτε ἑώρακεν ἀνθρώπων.
“首先,在面对劳苦时,他不仅战胜了我,也战胜了其他所有人。 每当我们被迫在某处断绝粮食时(这在行军中是常有的事),其他人在忍耐方面都无法与他相比。 另一方面,在宴席上,他是唯一一个能够尽情享受的人,尤其是在被迫喝酒时,虽然他并不情愿,但他却能战胜所有人;而最令人惊叹的是,至今没有一个人类见过苏格拉底喝醉。
τούτου μὲν οὖν μοι δοκεῖ καὶ αὐτίκα ὁ ἔλεγχος ἔσεσθαι.
关于这一点,我想马上就会得到验证。
πρὸς δὲ αὖ τὰς τοῦ χειμῶνος καρτερήσεις —δεινοὶ γὰρ αὐτόθι χειμῶνες—θαυμάσια ἠργάζετο τά τε ἄλλα, καί ποτε ὄντος πάγου οἵου δεινοτάτου, καὶ πάντων ἢ οὐκ ἐξιόντων ἔνδοθεν, ἢ εἴ τις ἐξίοι, ἠμφιεσμένων τε θαυμαστὰ δὴ ὅσα καὶ ὑποδεδεμένων καὶ ἐνειλιγμένων τοὺς πόδας εἰς πίλους καὶ ἀρνακίδας, οὗτος δʼ ἐν τούτοις ἐξῄει ἔχων ἱμάτιον μὲν τοιοῦτον οἷόνπερ καὶ πρότερον εἰώθει φορεῖν, ἀνυπόδητος δὲ διὰ τοῦ κρυστάλλου ῥᾷον ἐπορεύετο ἢ οἱ ἄλλοι ὑποδεδεμένοι, οἱ δὲ στρατιῶται ὑπέβλεπον αὐτὸν ὡς καταφρονοῦντα σφῶν.
此外,在忍受冬天的寒冷方面(那里的冬天非常可怕),他在其他方面也做出了令人惊叹的事。 有一次,天气冷得结了最可怕的冰,大家要么躲在屋里不出来,要么即使有人出来,也都裹着多得惊人的衣服,穿着鞋,用毛毡和羊皮把脚严严实实地包起来,而他却在这些人中间走了出来,身上只穿着他平时习惯穿的那件普通外套,光着脚在冰上走,比其他穿着鞋的人还要轻松。 士兵们侧目而视他,以为他是在轻视他们。
καὶ ταῦτα μὲν δὴ ταῦτα·
这些事情确实就是这样。
"
οἷον δʼ αὖ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
"
ἐκεῖ ποτε ἐπὶ στρατιᾶς, ἄξιον ἀκοῦσαι.
‘而那个坚韧的男子在那里、在行军中,又曾做过和忍受过怎样的事情’ 这确实值得一听。
συννοήσας γὰρ αὐτόθι ἕωθέν τι εἱστήκει σκοπῶν, καὶ ἐπειδὴ οὐ προυχώρει αὐτῷ, οὐκ ἀνίει ἀλλὰ εἱστήκει ζητῶν.
因为他当时在那里一大早就开始思考某件事,一直站着沉思,由于没有结果,他也不放弃,而是继续站着探寻。
καὶ ἤδη ἦν μεσημβρία, καὶ ἅνθρωποι ᾐσθάνοντο, καὶ θαυμάζοντες ἄλλος ἄλλῳ ἔλεγεν ὅτι Σωκράτης ἐξ ἑωθινοῦ φροντίζων τι ἕστηκε.
当时已经是中午了,人们注意到了这一点,感到非常惊奇,大家交头接耳地传开,说苏格拉底从清晨起就为了某件事站着沉思。
τελευτῶντες δέ τινες τῶν Ἰώνων, ἐπειδὴ ἑσπέρα ἦν, δειπνήσαντες—καὶ γὰρ θέρος τότε γʼ ἦν—χαμεύνια ἐξενεγκάμενοι ἅμα μὲν ἐν τῷ ψύχει καθηῦδον, ἅμα δʼ ἐφύλαττον αὐτὸν εἰ καὶ τὴν νύκτα ἑστήξοι.
最后,一些爱奥尼亚人到了晚上,吃过晚饭后—— 因为当时是夏天——把凉席搬了出来,一边在凉爽中睡觉,一边监视他是否也会站着过夜。
ὁ δὲ εἱστήκει μέχρι ἕως ἐγένετο καὶ ἥλιος ἀνέσχεν· ἔπειτα ᾤχετʼ ἀπιὼν προσευξάμενος τῷ ἡλίῳ.
而他一直站到天亮,太阳升起;然后他向太阳作了祈祷,便离去了。
εἰ δὲ βούλεσθε ἐν ταῖς μάχαις—τοῦτο γὰρ δὴ δίκαιόν γε αὐτῷ ἀποδοῦναι—ὅτε γὰρ ἡ μάχη ἦν ἐξ ἧς ἐμοὶ καὶ τἀριστεῖα ἔδοσαν οἱ στρατηγοί, οὐδεὶς ἄλλος ἐμὲ ἔσωσεν ἀνθρώπων ἢ οὗτος, τετρωμένον οὐκ ἐθέλων ἀπολιπεῖν, ἀλλὰ συνδιέσωσε καὶ τὰ ὅπλα καὶ αὐτὸν ἐμέ.
如果你们想知道他在战斗中的表现——因为这确实是应该给予他的公正评价——当那场战斗发生时,将军们因此而授予我武功奖,除了这个男子之外,没有其他人救了我。 他不愿丢下受伤的我,而是把我的武器和我本人一起救了出来。
καὶ ἐγὼ μέν, ὦ Σώκρατες, καὶ τότε ἐκέλευον σοὶ διδόναι τἀριστεῖα τοὺς στρατηγούς, καὶ τοῦτό γέ μοι οὔτε μέμψῃ οὔτε ἐρεῖς ὅτι ψεύδομαι·
苏格拉底啊,我当时也曾要求将军们把武功奖授予你,对此你既不会责怪我,也不会说我在撒谎。
ἀλλὰ γὰρ τῶν στρατηγῶν πρὸς τὸ ἐμὸν ἀξίωμα ἀποβλεπόντων καὶ βουλομένων ἐμοὶ διδόναι τἀριστεῖα, αὐτὸς προθυμότερος ἐγένου τῶν στρατηγῶν ἐμὲ λαβεῖν ἢ σαυτόν.
然而,由于将军们看重我的社会地位,想要把武功奖授予我,你反而比将军们更热切地希望让我得到它,而不是你自己。
§221ἔτι τοίνυν, ὦ ἄνδρες, ἄξιον ἦν θεάσασθαι Σωκράτη, ὅτε ἀπὸ Δηλίου φυγῇ ἀνεχώρει τὸ στρατόπεδον·
此外,诸位,当军队从德利翁败退时,苏格拉底的英姿确实值得一睹。
ἔτυχον γὰρ παραγενόμενος ἵππον ἔχων, οὗτος δὲ ὅπλα.
我当好骑着马在场,而他则是重装步兵。
ἀνεχώρει οὖν ἐσκεδασμένων ἤδη τῶν ἀνθρώπων οὗτός τε ἅμα καὶ Λάχης·
当士兵们已经溃散时,他和拉刻斯一起退却。
καὶ ἐγὼ περιτυγχάνω, καὶ ἰδὼν εὐθὺς παρακελεύομαί τε αὐτοῖν θαρρεῖν, καὶ ἔλεγον ὅτι οὐκ ἀπολείψω αὐτώ.
我碰巧遇到了他们,一看到他们,我就立刻鼓励他们要振作,并说我不会丢下他们。
ἐνταῦθα δὴ καὶ κάλλιον ἐθεασάμην Σωκράτη ἢ ἐν Ποτειδαίᾳ—αὐτὸς γὰρ ἧττον ἐν φόβῳ ἦ διὰ τὸ ἐφʼ ἵππου εἶναι—πρῶτον μὲν ὅσον περιῆν Λάχητος τῷ ἔμφρων εἶναι·
在那里,我看到了比在波提狄亚更伟大的苏格拉底——因为我自己骑着马,所以没那么害怕——首先,他在冷静沉着上是多么地胜过拉刻斯。
ἔπειτα ἔμοιγʼ ἐδόκει, ὦ Ἀριστόφανες, τὸ σὸν δὴ τοῦτο, καὶ ἐκεῖ διαπορεύεσθαι ὥσπερ καὶ ἐνθάδε,
"βρενθυόμενος καὶ τὠφθαλμὼ παραβάλλων"
, ἠρέμα παρασκοπῶν καὶ τοὺς φιλίους καὶ τοὺς πολεμίους, δῆλος ὢν παντὶ καὶ πάνυ πόρρωθεν ὅτι εἴ τις ἅψεται τούτου τοῦ ἀνδρός, μάλα ἐρρωμένως ἀμυνεῖται.
其次,阿里斯托芬啊,在我看来,正如你所说的那样,他在那里走起路来也像在这里一样,‘神气活现,双眼向旁斜视’,平静地打量着盟友和敌人。 谁都能看出来,而且哪怕是从极远的地方也能看出来,如果有人碰了这个男子,他必定会进行极其有力的反击。
διὸ καὶ ἀσφαλῶς ἀπῄει καὶ οὗτος καὶ ὁ ἑταῖρος·
因此,他和他的同伴都安全地撤退了。
σχεδὸν γάρ τι τῶν οὕτω διακειμένων ἐν τῷ πολέμῳ οὐδὲ ἅπτονται, ἀλλὰ τοὺς προτροπάδην φεύγοντας διώκουσιν.
因为在战争中,敌人几乎不会去碰那些展现出这种姿态的人,而只会去追击那些落荒而逃的人。
πολλὰ μὲν οὖν ἄν τις καὶ ἄλλα ἔχοι Σωκράτη ἐπαινέσαι καὶ θαυμάσια·
关于苏格拉底,人们还可以赞美和惊叹许多其他的事情。
ἀλλὰ τῶν μὲν ἄλλων ἐπιτηδευμάτων τάχʼ ἄν τις καὶ περὶ ἄλλου τοιαῦτα εἴποι, τὸ δὲ μηδενὶ ἀνθρώπων ὅμοιον εἶναι, μήτε τῶν παλαιῶν μήτε τῶν νῦν ὄντων, τοῦτο ἄξιον παντὸς θαύματος.
但是,关于他的其他行为,或许人们在别人身上也能说出类似的话,然而,他竟然不与任何人类相似,无论是古代的人还是现在的人,这才是最值得惊叹的。
οἷος γὰρ Ἀχιλλεὺς ἐγένετο, ἀπεικάσειεν ἄν τις καὶ Βρασίδαν καὶ ἄλλους, καὶ οἷος αὖ Περικλῆς, καὶ Νέστορα καὶ Ἀντήνορα—εἰσὶ δὲ καὶ ἕτεροι— καὶ τοὺς ἄλλους κατὰ ταὔτʼ ἄν τις ἀπεικάζοι·
例如,像阿基琉斯这样的人,人们可以拿巴西达斯和其他人来比拟,像伯里克利这样的人,可以拿涅斯托尔和安特诺尔来比拟——还有其他人也是如此—— 人们可以按照同样的方式去比拟其他人。
οἷος δὲ οὑτοσὶ γέγονε τὴν ἀτοπίαν ἅνθρωπος, καὶ αὐτὸς καὶ οἱ λόγοι αὐτοῦ, οὐδʼ ἐγγὺς ἂν εὕροι τις ζητῶν, οὔτε τῶν νῦν οὔτε τῶν παλαιῶν, εἰ μὴ ἄρα εἰ οἷς ἐγὼ λέγω ἀπεικάζοι τις αὐτόν, ἀνθρώπων μὲν μηδενί, τοῖς δὲ σιληνοῖς καὶ σατύροις, αὐτὸν καὶ τοὺς λόγους.
但是,这个男子在奇特性上是怎样的一个人,无论是他本人还是他的言论,哪怕你去寻找现在的人或古代的人,也找不到任何接近的人,除非有人像我所说的那样去比拟他——不与任何人类,而是与西勒诺斯和萨提罗斯比拟,将他本人和他的言论都作此比拟。
καὶ γὰρ οὖν καὶ τοῦτο ἐν τοῖς πρώτοις παρέλιπον, ὅτι καὶ οἱ λόγοι αὐτοῦ ὁμοιότατοί εἰσι τοῖς σιληνοῖς τοῖς διοιγομένοις.
因为,其实我一开始也漏掉了这一点,那就是他的言论本身也和那些可以打开的西勒诺斯雕像极其相似。
εἰ γὰρ ἐθέλοι τις τῶν Σωκράτους ἀκούειν λόγων, φανεῖεν ἂν πάνυ γελοῖοι τὸ πρῶτον·
因为如果有人愿意听苏格拉底的言论,起初会觉得它们非常可笑。
τοιαῦτα καὶ ὀνόματα καὶ ῥήματα ἔξωθεν περιαμπέχονται, σατύρου δή τινα ὑβριστοῦ δοράν.
因为它们外面包裹着这样那样的词汇和词组,就好像一个粗暴的萨提罗斯的外皮一样。 ”