§222ὄνους γὰρ κανθηλίους λέγει καὶ χαλκέας τινὰς καὶ σκυτοτόμους καὶ βυρσοδέψας, καὶ ἀεὶ διὰ τῶν αὐτῶν τὰ αὐτὰ φαίνεται λέγειν, ὥστε ἄπειρος καὶ ἀνόητος ἄνθρωπος πᾶς ἂν τῶν λόγων καταγελάσειεν.
“因为他嘴里说的是驮货的驴、铁匠、鞋匠和皮革工,似乎总是用同样的词语说同样的话,以至于任何没有经验和愚蠢的人都会嘲笑他的言论。
διοιγομένους δὲ ἰδὼν ἄν τις καὶ ἐντὸς αὐτῶν γιγνόμενος πρῶτον μὲν νοῦν ἔχοντας ἔνδον μόνους εὑρήσει τῶν λόγων, ἔπειτα θειοτάτους καὶ πλεῖστα ἀγάλματʼ ἀρετῆς ἐν αὑτοῖς ἔχοντας καὶ ἐπὶ πλεῖστον τείνοντας, μᾶλλον δὲ ἐπὶ πᾶν ὅσον προσήκει σκοπεῖν τῷ μέλλοντι καλῷ κἀγαθῷ ἔσεσθαι.
但是,如果有人看到它们被打开,并深入到它们内部,他首先会发现,在所有言论中,唯有这些言论内部蕴含着理智,其次它们是最神圣的,在自身中保存着最多的美德雕像,并且涉及最广泛的范围,更确切地说,涉及一个立志成为优秀而高尚的人所应当考虑的一切事物。
ταῦτʼ ἐστίν, ὦ ἄνδρες, ἃ ἐγὼ Σωκράτη ἐπαινῶ· καὶ αὖ ἃ μέμφομαι συμμείξας ὑμῖν εἶπον ἅ με ὕβρισεν.
这就是,诸位,我赞美苏格拉底的地方;而另一方面,我指责他的地方,我已经穿插在对你们说的话中,讲述了他如何侮辱了我。
καὶ μέντοι οὐκ ἐμὲ μόνον ταῦτα πεποίηκεν, ἀλλὰ καὶ Χαρμίδην τὸν Γλαύκωνος καὶ Εὐθύδημον τὸν Διοκλέους καὶ ἄλλους πάνυ πολλούς, οὓς οὗτος ἐξαπατῶν ὡς ἐραστὴς παιδικὰ μᾶλλον αὐτὸς καθίσταται ἀντʼ ἐραστοῦ.
而且,他不仅对我一个人这样做,对格劳孔之子哈米德斯、迪奥克勒斯之子欧绪德谟以及极其多的其他人也是如此。 他以情人的身份欺骗他们,结果自己反而成了被爱者,而不是情人。
ἃ δὴ καὶ σοὶ λέγω, ὦ Ἀγάθων, μὴ ἐξαπατᾶσθαι ὑπὸ τούτου, ἀλλʼ ἀπὸ τῶν ἡμετέρων παθημάτων γνόντα εὐλαβηθῆναι, καὶ μὴ κατὰ τὴν παροιμίαν ὥσπερ νήπιον παθόντα γνῶναι.
阿加通啊,这些也是我对你说的,不要被这个男人欺骗,而要从我们的痛苦中汲取教训并保持警惕,不要像谚语所说的那样,像个幼稚的孩子,在吃苦之后才懂得道理。
εἰπόντος δὴ ταῦτα τοῦ Ἀλκιβιάδου γέλωτα γενέσθαι ἐπὶ τῇ παρρησίᾳ αὐτοῦ, ὅτι ἐδόκει ἔτι ἐρωτικῶς ἔχειν τοῦ Σωκράτους.
” 阿尔基比亚德斯说完这些话后,人们因他的坦率而哄堂大笑,因为他看起来似乎仍然对苏格拉底充满着爱意。
τὸν οὖν Σωκράτη, Νήφειν μοι δοκεῖς, φάναι, ὦ Ἀλκιβιάδη.
于是苏格拉底说:“阿尔基比亚德斯,在我看来你是清醒的。
οὐ γὰρ ἄν ποτε οὕτω κομψῶς κύκλῳ περιβαλλόμενος ἀφανίσαι ἐνεχείρεις οὗ ἕνεκα ταῦτα πάντα εἴρηκας, καὶ ὡς ἐν παρέργῳ δὴ λέγων ἐπὶ τελευτῆς αὐτὸ ἔθηκας, ὡς οὐ πάντα τούτου ἕνεκα εἰρηκώς, τοῦ ἐμὲ καὶ Ἀγάθωνα διαβάλλειν, οἰόμενος δεῖν ἐμὲ μὲν σοῦ ἐρᾶν καὶ μηδενὸς ἄλλου, Ἀγάθωνα δὲ ὑπὸ σοῦ ἐρᾶσθαι καὶ μηδʼ ὑφʼ ἑνὸς ἄλλου.
否则,你绝不会如此巧妙地转弯抹角,企图掩盖你之所以说这所有话的真正目的。 你竟然在最后把它当成顺便提及的事说出来,仿佛你不是为了这个目的才说这一切似的——那就是为了离间我和阿加通。 你认为,我应该爱你而不应该爱别人,而阿加通应该被你爱而不应该被其他任何人爱。
ἀλλʼ οὐκ ἔλαθες, ἀλλὰ τὸ σατυρικόν σου δρᾶμα τοῦτο καὶ σιληνικὸν κατάδηλον ἐγένετο.
但你没有得逞,你这出萨提罗斯剧和西勒诺斯剧已经彻底暴露了。
ἀλλʼ, ὦ φίλε Ἀγάθων, μηδὲν πλέον αὐτῷ γένηται, ἀλλὰ παρασκευάζου ὅπως ἐμὲ καὶ σὲ μηδεὶς διαβαλεῖ.
但是,亲爱的阿加通,千万不要让他得逞,而要做好准备,别让任何人离间我和你。
τὸν οὖν Ἀγάθωνα εἰπεῖν, καὶ μήν, ὦ Σώκρατες, κινδυνεύεις ἀληθῆ λέγειν.
” 于是阿加通说:“确实,苏格拉底,你说的恐怕是真的。
τεκμαίρομαι δὲ καὶ ὡς κατεκλίνη ἐν μέσῳ ἐμοῦ τε καὶ σοῦ, ἵνα χωρὶς ἡμᾶς διαλάβῃ.
我从他恰好躺在我们两个中间这件事也可以推测出来,他是为了把我们隔开。
οὐδὲν οὖν πλέον αὐτῷ ἔσται, ἀλλʼ ἐγὼ παρὰ σὲ ἐλθὼν κατακλινήσομαι.
因此,他不会得到任何好处,我要到你身边躺下。
πάνυ γε, φάναι τὸν Σωκράτη, δεῦρο ὑποκάτω ἐμοῦ κατακλίνου.
” “正是如此,”苏格拉底说,“到这里来,躺在我的身下。
ὦ Ζεῦ, εἰπεῖν τὸν Ἀλκιβιάδην, οἷα αὖ πάσχω ὑπὸ τοῦ ἀνθρώπου.
” “哦,宙斯啊! ”阿尔基比亚德斯说,“我竟然又一次从这个男人身上遭受这种待遇。
οἴεταί μου δεῖν πανταχῇ περιεῖναι.
他认为自己在所有事情上都必须胜过我。
ἀλλʼ εἰ μή τι ἄλλο, ὦ θαυμάσιε, ἐν μέσῳ ἡμῶν ἔα Ἀγάθωνα κατακεῖσθαι.
但是,奇妙的人啊,如果不能有别的方式,至少允许阿加通躺在我们两个中间吧。
ἀλλʼ ἀδύνατον, φάναι τὸν Σωκράτη. σὺ μὲν γὰρ ἐμὲ ἐπῄνεσας, δεῖ δὲ ἐμὲ αὖ τὸν ἐπὶ δεξίʼ ἐπαινεῖν.
” “但那是不可能的,”苏院拉底说,“因为你已经赞美了我,而我接下来必须赞美我右边的人。
§223ἐὰν οὖν ὑπὸ σοὶ κατακλινῇ Ἀγάθων, οὐ δήπου ἐμὲ πάλιν ἐπαινέσεται, πρὶν ὑπʼ ἐμοῦ μᾶλλον ἐπαινεθῆναι;
如果阿加通躺在你的身下,他总不能在被我赞美之前,先反过来赞美我吧?
ἀλλʼ ἔασον, ὦ δαιμόνιε, καὶ μὴ φθονήσῃς τῷ μειρακίῳ ὑπʼ ἐμοῦ ἐπαινεθῆναι· καὶ γὰρ πάνυ ἐπιθυμῶ αὐτὸν ἐγκωμιάσαι.
所以,算了吧,奇妙的朋友,不要嫉妒这个年轻人受到我的赞美;因为我确实非常想歌颂他。
ἰοῦ ἰοῦ, φάναι τὸν Ἀγάθωνα, Ἀλκιβιάδη, οὐκ ἔσθʼ ὅπως ἂν ἐνθάδε μείναιμι, ἀλλὰ παντὸς μᾶλλον μεταναστήσομαι, ἵνα ὑπὸ Σωκράτους ἐπαινεθῶ.
” “哎呀,哎呀! ”阿加通说,“阿尔基比亚德斯,我绝不可能留在这里,我无论如何都要换位置,以便能受到苏格拉底的赞美。
ταῦτα ἐκεῖνα, φάναι τὸν Ἀλκιβιάδην, τὰ εἰωθότα·
” “又来了,”阿尔基比亚德斯说,“这就是老一套。
Σωκράτους παρόντος τῶν καλῶν μεταλαβεῖν ἀδύνατον ἄλλῳ.
只要苏格拉底在场,别人就别想分享美的事物。
καὶ νῦν ὡς εὐπόρως καὶ πιθανὸν λόγον ηὗρεν, ὥστε παρʼ ἑαυτῷ τουτονὶ κατακεῖσθαι.
你看,他这次又是多么轻易地找到了一个有说服力的理由,好让这个年轻人躺在他的身边!
τὸν μὲν οὖν Ἀγάθωνα ὡς κατακεισόμενον παρὰ τῷ Σωκράτει ἀνίστασθαι·
” 于是阿加通站起身来,准备躺到苏格拉底的身边。
ἐξαίφνης δὲ κωμαστὰς ἥκειν παμπόλλους ἐπὶ τὰς θύρας, καὶ ἐπιτυχόντας ἀνεῳγμέναις ἐξιόντος τινὸς εἰς τὸ ἄντικρυς πορεύεσθαι παρὰ σφᾶς καὶ κατακλίνεσθαι, καὶ θορύβου μεστὰ πάντα εἶναι, καὶ οὐκέτι ἐν κόσμῳ οὐδενὶ ἀναγκάζεσθαι πίνειν πάμπολυν οἶνον.
然而,突然有大批狂欢者来到门前,他们发现由于有人出去,门正开着,便径直朝他们走来并躺下。 一时间,到处充满了喧闹,不再有任何秩序,大家被迫喝下大量的酒。
τὸν μὲν οὖν Ἐρυξίμαχον καὶ τὸν Φαῖδρον καὶ ἄλλους τινὰς ἔφη ὁ Ἀριστόδημος οἴχεσθαι ἀπιόντας, ἓ δὲ ὕπνον λαβεῖν, καὶ καταδαρθεῖν πάνυ πολύ, ἅτε μακρῶν τῶν νυκτῶν οὐσῶν, ἐξεγρέσθαι δὲ πρὸς ἡμέραν ἤδη ἀλεκτρυόνων ᾀδόντων, ἐξεγρόμενος δὲ ἰδεῖν τοὺς μὲν ἄλλους καθεύδοντας καὶ οἰχομένους, Ἀγάθωνα δὲ καὶ Ἀριστοφάνη καὶ Σωκράτη ἔτι μόνους ἐγρηγορέναι καὶ πίνειν ἐκ φιάλης μεγάλης ἐπὶ δεξιά.
阿里斯托德谟说,厄律克西马科斯、斐德若和一些别的人起身离去了,而他自己则睡着了,并且睡了很久,因为夜很长。 直到天快亮、雄鸡报晓时他才醒来。 醒来后,他看到其他人有的在睡觉,有的已经离去,只有阿加通、阿里斯托芬和苏格拉底这三个人还醒着,用一个大杯子按从右往左的顺序喝酒。
τὸν οὖν Σωκράτη αὐτοῖς διαλέγεσθαι·
苏格拉底当时正在和他们交谈。
καὶ τὰ μὲν ἄλλα ὁ Ἀριστόδημος οὐκ ἔφη μεμνῆσθαι τῶν λόγων—οὔτε γὰρ ἐξ ἀρχῆς παραγενέσθαι ὑπονυστάζειν τε—τὸ μέντοι κεφάλαιον, ἔφη, προσαναγκάζειν τὸν Σωκράτη ὁμολογεῖν αὐτοὺς τοῦ αὐτοῦ ἀνδρὸς εἶναι κωμῳδίαν καὶ τραγῳδίαν ἐπίστασθαι ποιεῖν, καὶ τὸν τέχνῃ τραγῳδοποιὸν ὄντα καὶ κωμῳδοποιὸν εἶναι.
阿里斯托德谟说,至于其余的谈话内容,他记不清了,因为他不仅一开始就没有跟上,而且还打着瞌睡。 不过他说,其核心内容是苏格拉底迫使他们承认:同一个人应当懂得如何创作喜剧和悲剧,凭技艺成为悲剧作家的人也必然是喜剧作家。
ταῦτα δὴ ἀναγκαζομένους αὐτοὺς καὶ οὐ σφόδρα ἑπομένους νυστάζειν, καὶ πρότερον μὲν καταδαρθεῖν τὸν Ἀριστοφάνη, ἤδη δὲ ἡμέρας γιγνομένης τὸν Ἀγάθωνα.
在他们被迫承认这一点、且没有完全听懂的情况下,他们开始打盹。 首先睡着的是阿里斯托芬,当已经破晓时,阿加通也睡着了。
τὸν οὖν Σωκράτη, κατακοιμίσαντʼ ἐκείνους, ἀναστάντα ἀπιέναι, καὶ ἓ ὥσπερ εἰώθει ἕπεσθαι, καὶ ἐλθόντα εἰς Λύκειον, ἀπονιψάμενον, ὥσπερ ἄλλοτε τὴν ἄλλην ἡμέραν διατρίβειν, καὶ οὕτω διατρίψαντα εἰς ἑσπέραν οἴκοι ἀναπαύεσθαι.
苏格拉底在使他们入睡后,站起身来离去,而阿里斯托德谟也像往常一样跟随着他。 苏格拉底来到吕克昂,洗过脸后,像平时一样度过了一天的其余时间,就这样一直待到傍晚,才回家休息。 ”