§220πρῶτον μὲν οὖν τοῖς πόνοις οὐ μόνον ἐμοῦ περιῆν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων—ὁπότʼ ἀναγκασθεῖμεν ἀποληφθέντες που, οἷα δὴ ἐπὶ στρατείας, ἀσιτεῖν, οὐδὲν ἦσαν οἱ ἄλλοι πρὸς τὸ καρτερεῖν—ἔν τʼ αὖ ταῖς εὐωχίαις μόνος ἀπολαύειν οἷός τʼ ἦν τά τʼ ἄλλα καὶ πίνειν οὐκ ἐθέλων, ὁπότε ἀναγκασθείη, πάντας ἐκράτει, καὶ ὃ πάντων θαυμαστότατον, Σωκράτη μεθύοντα οὐδεὶς πώποτε ἑώρακεν ἀνθρώπων.
"First of all, then, in respect to labors he got the better not only of me, but also of all the others—whenever we were compelled, being cut off somewhere, as is likely on a campaign, to go without food, the others were nothing compared to him in enduring—and on the other hand, in feasts, he alone was able to enjoy them in other respects, and especially when compelled to drink, though not wishing to, he overcame everyone; and what is most wonderful of all, no one of men has ever seen Socrates drunk.
τούτου μὲν οὖν μοι δοκεῖ καὶ αὐτίκα ὁ ἔλεγχος ἔσεσθαι.
Of this indeed, it seems to me, there will be a test immediately.
πρὸς δὲ αὖ τὰς τοῦ χειμῶνος καρτερήσεις —δεινοὶ γὰρ αὐτόθι χειμῶνες—θαυμάσια ἠργάζετο τά τε ἄλλα, καί ποτε ὄντος πάγου οἵου δεινοτάτου, καὶ πάντων ἢ οὐκ ἐξιόντων ἔνδοθεν, ἢ εἴ τις ἐξίοι, ἠμφιεσμένων τε θαυμαστὰ δὴ ὅσα καὶ ὑποδεδεμένων καὶ ἐνειλιγμένων τοὺς πόδας εἰς πίλους καὶ ἀρνακίδας, οὗτος δʼ ἐν τούτοις ἐξῄει ἔχων ἱμάτιον μὲν τοιοῦτον οἷόνπερ καὶ πρότερον εἰώθει φορεῖν, ἀνυπόδητος δὲ διὰ τοῦ κρυστάλλου ῥᾷον ἐπορεύετο ἢ οἱ ἄλλοι ὑποδεδεμένοι, οἱ δὲ στρατιῶται ὑπέβλεπον αὐτὸν ὡς καταφρονοῦντα σφῶν.
And again, in respect to the endurance of winter—for winters there are terrible—he performed wonderful deeds in other respects; and once when there was a frost of the most terrible kind, and all either did not go outside, or if anyone did go out, they were wrapped up in an incredible amount of clothes and wore shoes and had their feet wrapped in felt and sheepskins, this man went out among them wearing a cloak of the same sort as he was accustomed to wear before, and barefoot he marched through the ice more easily than the others who were shod; and the soldiers looked askance at him, as if he despised them.
καὶ ταῦτα μὲν δὴ ταῦτα·
And indeed, these things are so.
"
οἷον δʼ αὖ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
"
ἐκεῖ ποτε ἐπὶ στρατιᾶς, ἄξιον ἀκοῦσαι.
'And again, what a deed this was that the strong man performed and endured' there once on the campaign, is well worth hearing.
συννοήσας γὰρ αὐτόθι ἕωθέν τι εἱστήκει σκοπῶν, καὶ ἐπειδὴ οὐ προυχώρει αὐτῷ, οὐκ ἀνίει ἀλλὰ εἱστήκει ζητῶν.
For having thought of something there, he stood from dawn considering it, and when it did not make progress for him, he did not give up but stood searching.
καὶ ἤδη ἦν μεσημβρία, καὶ ἅνθρωποι ᾐσθάνοντο, καὶ θαυμάζοντες ἄλλος ἄλλῳ ἔλεγεν ὅτι Σωκράτης ἐξ ἑωθινοῦ φροντίζων τι ἕστηκε.
And it was already midday, and the men perceived it, and wondering said to one another that Socrates had been standing since dawn thinking of something.
τελευτῶντες δέ τινες τῶν Ἰώνων, ἐπειδὴ ἑσπέρα ἦν, δειπνήσαντες—καὶ γὰρ θέρος τότε γʼ ἦν—χαμεύνια ἐξενεγκάμενοι ἅμα μὲν ἐν τῷ ψύχει καθηῦδον, ἅμα δʼ ἐφύλαττον αὐτὸν εἰ καὶ τὴν νύκτα ἑστήξοι.
Finally, some of the Ionians, when it was evening, having dined—for indeed it was summer then—carried out their pallets and both slept in the cool and watched him to see if he would stand through the night as well.
ὁ δὲ εἱστήκει μέχρι ἕως ἐγένετο καὶ ἥλιος ἀνέσχεν· ἔπειτα ᾤχετʼ ἀπιὼν προσευξάμενος τῷ ἡλίῳ.
And he stood until it became dawn and the sun rose; then he went away after having prayed to the sun.
εἰ δὲ βούλεσθε ἐν ταῖς μάχαις—τοῦτο γὰρ δὴ δίκαιόν γε αὐτῷ ἀποδοῦναι—ὅτε γὰρ ἡ μάχη ἦν ἐξ ἧς ἐμοὶ καὶ τἀριστεῖα ἔδοσαν οἱ στρατηγοί, οὐδεὶς ἄλλος ἐμὲ ἔσωσεν ἀνθρώπων ἢ οὗτος, τετρωμένον οὐκ ἐθέλων ἀπολιπεῖν, ἀλλὰ συνδιέσωσε καὶ τὰ ὅπλα καὶ αὐτὸν ἐμέ.
And if you wish, in battles—for indeed it is just to pay this tribute to him—for when the battle was from which the generals gave me the prize for valor, no other man saved me than this one, who was unwilling to leave me when I was wounded, but saved both my armor and my own self.
καὶ ἐγὼ μέν, ὦ Σώκρατες, καὶ τότε ἐκέλευον σοὶ διδόναι τἀριστεῖα τοὺς στρατηγούς, καὶ τοῦτό γέ μοι οὔτε μέμψῃ οὔτε ἐρεῖς ὅτι ψεύδομαι· ἀλλὰ γὰρ τῶν στρατηγῶν πρὸς τὸ ἐμὸν ἀξίωμα ἀποβλεπόντων καὶ βουλομένων ἐμοὶ διδόναι τἀριστεῖα, αὐτὸς προθυμότερος ἐγένου τῶν στρατηγῶν ἐμὲ λαβεῖν ἢ σαυτόν.
And I, Socrates, even then urged the generals to give you the prize for valor, and in this indeed you will neither blame me nor say that I lie; but because the generals looked to my social standing and wished to give me the prize, you yourself were more eager than the generals that I should receive it rather than yourself.
§221ἔτι τοίνυν, ὦ ἄνδρες, ἄξιον ἦν θεάσασθαι Σωκράτη, ὅτε ἀπὸ Δηλίου φυγῇ ἀνεχώρει τὸ στρατόπεδον· ἔτυχον γὰρ παραγενόμενος ἵππον ἔχων, οὗτος δὲ ὅπλα.
Furthermore, gentlemen, it was worth beholding Socrates when the army retreated in flight from Delium; for I happened to be present having a horse, while he had armor.
ἀνεχώρει οὖν ἐσκεδασμένων ἤδη τῶν ἀνθρώπων οὗτός τε ἅμα καὶ Λάχης· καὶ ἐγὼ περιτυγχάνω, καὶ ἰδὼν εὐθὺς παρακελεύομαί τε αὐτοῖν θαρρεῖν, καὶ ἔλεγον ὅτι οὐκ ἀπολείψω αὐτώ.
He was retreating, then, when the men were already scattered, he and Laches together; and I happened upon them, and seeing them I immediately encouraged them both to take heart, and said that I would not abandon them.
ἐνταῦθα δὴ καὶ κάλλιον ἐθεασάμην Σωκράτη ἢ ἐν Ποτειδαίᾳ—αὐτὸς γὰρ ἧττον ἐν φόβῳ ἦ διὰ τὸ ἐφʼ ἵππου εἶναι—πρῶτον μὲν ὅσον περιῆν Λάχητος τῷ ἔμφρων εἶναι· ἔπειτα ἔμοιγʼ ἐδόκει, ὦ Ἀριστόφανες, τὸ σὸν δὴ τοῦτο, καὶ ἐκεῖ διαπορεύεσθαι ὥσπερ καὶ ἐνθάδε,
"βρενθυόμενος καὶ τὠφθαλμὼ παραβάλλων"
, ἠρέμα παρασκοπῶν καὶ τοὺς φιλίους καὶ τοὺς πολεμίους, δῆλος ὢν παντὶ καὶ πάνυ πόρρωθεν ὅτι εἴ τις ἅψεται τούτου τοῦ ἀνδρός, μάλα ἐρρωμένως ἀμυνεῖται.
There indeed I beheld Socrates even more beautifully than at Potidaea—for I myself was in less fear because of being on horseback—first, how much he got the better of Laches in being calm; then, it seemed to me, Aristophanes, in that phrase of yours, that he walked there just as he does here, 'swaggering and casting his eyes sideways', calmly looking around at both friends and enemies, making it clear to everyone even from very far away that if anyone should touch this man, he would defend himself very vigorously.
διὸ καὶ ἀσφαλῶς ἀπῄει καὶ οὗτος καὶ ὁ ἑταῖρος· σχεδὸν γάρ τι τῶν οὕτω διακειμένων ἐν τῷ πολέμῳ οὐδὲ ἅπτονται, ἀλλὰ τοὺς προτροπάδην φεύγοντας διώκουσιν.
Therefore both he and his companion departed safely; for they hardly even touch those who are thus disposed in war, but they pursue those who flee headlong.
πολλὰ μὲν οὖν ἄν τις καὶ ἄλλα ἔχοι Σωκράτη ἐπαινέσαι καὶ θαυμάσια· ἀλλὰ τῶν μὲν ἄλλων ἐπιτηδευμάτων τάχʼ ἄν τις καὶ περὶ ἄλλου τοιαῦτα εἴποι, τὸ δὲ μηδενὶ ἀνθρώπων ὅμοιον εἶναι, μήτε τῶν παλαιῶν μήτε τῶν νῦν ὄντων, τοῦτο ἄξιον παντὸς θαύματος.
Many other things indeed one might have to praise and admire about Socrates; but while concerning his other practices one might perhaps say such things about another as well, yet to be like no other human being, neither of the ancients nor of those now existing, this is worthy of all wonder.
οἷος γὰρ Ἀχιλλεὺς ἐγένετο, ἀπεικάσειεν ἄν τις καὶ Βρασίδαν καὶ ἄλλους, καὶ οἷος αὖ Περικλῆς, καὶ Νέστορα καὶ Ἀντήνορα—εἰσὶ δὲ καὶ ἕτεροι— καὶ τοὺς ἄλλους κατὰ ταὔτʼ ἄν τις ἀπεικάζοι· οἷος δὲ οὑτοσὶ γέγονε τὴν ἀτοπίαν ἅνθρωπος, καὶ αὐτὸς καὶ οἱ λόγοι αὐτοῦ, οὐδʼ ἐγγὺς ἂν εὕροι τις ζητῶν, οὔτε τῶν νῦν οὔτε τῶν παλαιῶν, εἰ μὴ ἄρα εἰ οἷς ἐγὼ λέγω ἀπεικάζοι τις αὐτόν, ἀνθρώπων μὲν μηδενί, τοῖς δὲ σιληνοῖς καὶ σατύροις, αὐτὸν καὶ τοὺς λόγους.
For such as Achilles was, one might compare both Brasidas and others, and such again as Pericles was, one might compare both Nestor and Antenor—and there are others too— and one might compare the others according to the same; but such as this man here has become in his strangeness, both himself and his discourses, one would not find anyone even close, whether searching among those now or among the ancients, unless indeed one should compare him to those whom I say—not to any of men, but to the Silenuses and Satyrs, both himself and his discourses.
καὶ γὰρ οὖν καὶ τοῦτο ἐν τοῖς πρώτοις παρέλιπον, ὅτι καὶ οἱ λόγοι αὐτοῦ ὁμοιότατοί εἰσι τοῖς σιληνοῖς τοῖς διοιγομένοις.
For indeed I also omitted this in the beginning, that his discourses are also most like the Silenuses that are opened up.
εἰ γὰρ ἐθέλοι τις τῶν Σωκράτους ἀκούειν λόγων, φανεῖεν ἂν πάνυ γελοῖοι τὸ πρῶτον· τοιαῦτα καὶ ὀνόματα καὶ ῥήματα ἔξωθεν περιαμπέχονται, σατύρου δή τινα ὑβριστοῦ δοράν.
For if one should be willing to listen to the discourses of Socrates, they would appear very ridiculous at first; such names and phrases do they wrap themselves in outwardly, like the skin of some insolent satyr."