Humanitext Reader

柏拉图 · 会饮篇 §214-215

阿尔西比亚德斯开始赞美苏格拉底

第 32 段,共 36 段 · 希腊语

内容简介

阿尔西比亚德斯让苏格拉底喝下一大杯酒后,在厄律克西马科斯的敦促下开始赞美苏格拉底。他把苏格拉底比作外表丑陋但内心藏有神像的西勒诺斯雕像,以及仅凭言辞就能迷住他人的萨特马耳绪阿斯,热烈地描述了苏格拉底动摇其灵魂的力量。

§214μᾶλλον δὲ οὐδὲν δεῖ, ἀλλὰ φέρε, παῖ, φάναι, τὸν ψυκτῆρα ἐκεῖνον, ἰδόντα αὐτὸν πλέον ἢ ὀκτὼ κοτύλας χωροῦντα.
“或者更确切地说,根本不需要,孩子,把那个冰酒桶拿过来,”他说。 因为他看见它能容纳八个多“科图拉”(约两升多)。
τοῦτον ἐμπλησάμενον πρῶτον μὲν αὐτὸν ἐκπιεῖν, ἔπειτα τῷ Σωκράτει κελεύειν ἐγχεῖν καὶ ἅμα εἰπεῖν· πρὸς μὲν Σωκράτη, ὦ ἄνδρες, τὸ σόφισμά μοι οὐδέν·
他让人把这个倒满,首先自己一饮而尽,然后命令仆人给苏格拉底倒酒,同时说道:“诸位,对付苏格拉底,我的这种把戏毫无用处。
ὁπόσον γὰρ ἂν κελεύῃ τις, τοσοῦτον ἐκπιὼν οὐδὲν μᾶλλον μή ποτε μεθυσθῇ.
因为无论别人命令他喝多少,他喝完之后也绝不会更加醉倒。
τὸν μὲν οὖν Σωκράτη ἐγχέαντος τοῦ παιδὸς πίνειν·
” 于是,在仆人倒酒后,苏格拉底喝了。
τὸν δʼ Ἐρυξίμαχον πῶς οὖν, φάναι, ὦ Ἀλκιβιάδη, ποιοῦμεν;
厄律克西马科斯说:“那么,阿尔西比亚德斯,我们该怎么办?
οὕτως οὔτε τι λέγομεν ἐπὶ τῇ κύλικι οὔτε τι ᾁδομεν, ἀλλʼ ἀτεχνῶς ὥσπερ οἱ διψῶντες πιόμεθα;
难道我们就这样对着酒杯既不说话,也不唱歌,而只是像口渴的人一样单纯地喝酒吗?
τὸν οὖν Ἀλκιβιάδην εἰπεῖν ὦ Ἐρυξίμαχε, βέλτιστε βελτίστου πατρὸς καὶ σωφρονεστάτου, χαῖρε.
” 阿尔西比亚德斯说:“厄律克西马科斯,最优秀、最克制的父亲的最优秀的儿子,祝你健康!
καὶ γὰρ σύ, φάναι τὸν Ἐρυξίμαχον· ἀλλὰ τί ποιῶμεν;
” “你也是,”厄律克西马科斯说,“但我们该做什么呢?
ὅτι ἂν σὺ κελεύῃς.
” “你命令什么就做什么。
δεῖ γάρ σοι πείθεσθαι· " ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων·
因为我们必须听从你:‘因为医生一人,抵得上许多旁人。
" ἐπίταττε οὖν ὅτι βούλει.
’所以,请吩咐你所想的吧。
ἄκουσον δή, εἰπεῖν τὸν Ἐρυξίμαχον. ἡμῖν πρὶν σὲ εἰσελθεῖν ἔδοξε χρῆναι ἐπὶ δεξιὰ ἕκαστον ἐν μέρει λόγον περὶ Ἔρωτος εἰπεῖν ὡς δύναιτο κάλλιστον, καὶ ἐγκωμιάσαι.
” “那么听着,”厄律克西马科斯说,“在你进来之前,我们决定每个人按顺序从左到右尽可能美妙地发表关于爱神的言论,并颂扬他。
οἱ μὲν οὖν ἄλλοι πάντες ἡμεῖς εἰρήκαμεν·
我们其他所有人都已经说过了。
σὺ δʼ ἐπειδὴ οὐκ εἴρηκας καὶ ἐκπέπωκας, δίκαιος εἶ εἰπεῖν, εἰπὼν δὲ ἐπιτάξαι Σωκράτει ὅτι ἂν βούλῃ, καὶ τοῦτον τῷ ἐπὶ δεξιὰ καὶ οὕτω τοὺς ἄλλους.
但你既然没有说而且一饮而尽,你理应说话;说完之后,你可以给苏格拉底下达你想要的任何命令,而他再命令他右边的人,其他人也如此。
ἀλλά, φάναι, ὦ Ἐρυξίμαχε, τὸν Ἀλκιβιάδην, καλῶς μὲν λέγεις, μεθύοντα δὲ ἄνδρα παρὰ νηφόντων λόγους παραβάλλειν μὴ οὐκ ἐξ ἴσου ᾖ.
” “但是,厄律克西马科斯,”阿尔西比亚德斯说,“你说得倒好,但让一个醉酒的人的言论去与清醒之人的言论相抗衡,这恐怕是不公平的。
καὶ ἅμα, ὦ μακάριε, πείθει τί σε Σωκράτης ὧν ἄρτι εἶπεν;
同时,神奇的人啊,苏格拉底刚才说的那些话,有说服你哪怕一点吗?
ἢ οἶσθα ὅτι τοὐναντίον ἐστὶ πᾶν ἢ ὃ ἔλεγεν;
还是你深知,实际情况与他刚才所说的完全相反?
οὗτος γάρ, ἐάν τινα ἐγὼ ἐπαινέσω τούτου παρόντος ἢ θεὸν ἢ ἄνθρωπον ἄλλον ἢ τοῦτον, οὐκ ἀφέξεταί μου τὼ χεῖρε.
因为这个人,如果我在他面前赞美任何其他人,无论是神还是除他之外的人,他都无法克制自己不对我动手。
οὐκ εὐφημήσεις;
” “你不能别说这些不吉利的话吗?
φάναι τὸν Σωκράτη.
”苏格拉底说。
μὰ τὸν Ποσειδῶ, εἰπεῖν τὸν Ἀλκιβιάδην, μηδὲν λέγε πρὸς ταῦτα, ὡς ἐγὼ οὐδʼ ἂν ἕνα ἄλλον ἐπαινέσαιμι σοῦ παρόντος.
“凭波塞冬发誓,”阿尔西比亚德斯说,“对此你什么也别说,因为在你面前,我绝不会赞美任何一个其他人。
ἀλλʼ οὕτω ποίει, φάναι τὸν Ἐρυξίμαχον, εἰ βούλει· Σωκράτη ἐπαίνεσον.
” “那就赞美苏格拉底吧,”厄律克西马科斯说,“如果你愿意的话。
πῶς λέγεις;
” “你什么意思?
εἰπεῖν τὸν Ἀλκιβιάδην· δοκεῖ χρῆναι, ὦ Ἐρυξίμαχε;
”阿尔西比亚德斯说,“你认为应该这样吗,厄律克西马科斯?
ἐπιθῶμαι τῷ ἀνδρὶ καὶ τιμωρήσωμαι ὑμῶν ἐναντίον;
我要当着你们大家的面攻击这个男人并向他复仇吗?
οὗτος, φάναι τὸν Σωκράτη, τί ἐν νῷ ἔχεις;
” “你这家伙,”苏格拉底说,“你心里在盘算什么?
ἐπὶ τὰ γελοιότερά με ἐπαινέσαι;
是通过赞美我来取笑我吗?
ἢ τί ποιήσεις;
还是你要做什么?
τἀληθῆ ἐρῶ.
” “我将说出真话。
ἀλλʼ ὅρα εἰ παρίης.
但看看你是否允许。
ἀλλὰ μέντοι, φάναι, τά γε ἀληθῆ παρίημι καὶ κελεύω λέγειν.
” “不过,真话我当然允许,而且命令你来说。
οὐκ ἂν φθάνοιμι, εἰπεῖν τὸν Ἀλκιβιάδην. καὶ μέντοι οὑτωσὶ ποίησον.
” “我不能再拖延了,”阿尔西比亚德斯说,“而且,就这样做吧。
§215ἐάν τι μὴ ἀληθὲς λέγω, μεταξὺ ἐπιλαβοῦ, ἂν βούλῃ, καὶ εἰπὲ ὅτι τοῦτο ψεύδομαι· ἑκὼν γὰρ εἶναι οὐδὲν ψεύσομαι.
” “如果我说了什么不真实的话,如果你愿意,请在中间打断我,并说我在这点上撒谎;因为我决不会有意撒谎。
ἐὰν μέντοι ἀναμιμνῃσκόμενος ἄλλο ἄλλοθεν λέγω, μηδὲν θαυμάσῃς·
然而,如果我因为回忆而东拉西扯,请不要感到惊讶。
οὐ γάρ τι ῥᾴδιον τὴν σὴν ἀτοπίαν ὧδʼ ἔχοντι εὐπόρως καὶ ἐφεξῆς καταριθμῆσαι.
因为在我这样的状态下,要轻松而有条不紊地数落你的奇特之处,绝非易事。
Σωκράτη δʼ ἐγὼ ἐπαινεῖν, ὦ ἄνδρες, οὕτως ἐπιχειρήσω, διʼ εἰκόνων.
诸位,我将尝试用这种方式,通过比喻来赞美苏格拉底。
οὗτος μὲν οὖν ἴσως οἰήσεται ἐπὶ τὰ γελοιότερα, ἔσται δʼ ἡ εἰκὼν τοῦ ἀληθοῦς ἕνεκα, οὐ τοῦ γελοίου.
他本人也许会以为这是为了取笑他,但这个比喻是为了真实,而不是为了取笑。
φημὶ γὰρ δὴ ὁμοιότατον αὐτὸν εἶναι τοῖς σιληνοῖς τούτοις τοῖς ἐν τοῖς ἑρμογλυφείοις καθημένοις, οὕστινας ἐργάζονται οἱ δημιουργοὶ σύριγγας ἢ αὐλοὺς ἔχοντας, οἳ διχάδε διοιχθέντες φαίνονται ἔνδοθεν ἀγάλματα ἔχοντες θεῶν.
因为我要说,他最像那些坐在雕刻店里的西勒诺斯雕像,工匠们制作它们时让它们拿着排箫或笛子,当它们被一分为二打开时,显露出里面藏着神明的塑像。
καὶ φημὶ αὖ ἐοικέναι αὐτὸν τῷ σατύρῳ τῷ Μαρσύᾳ.
我还要说,他很像萨特马耳绪阿斯。
ὅτι μὲν οὖν τό γε εἶδος ὅμοιος εἶ τούτοις, ὦ Σώκρατες, οὐδʼ αὐτὸς ἄν που ἀμφισβητήσαις·
苏格拉底,至少在外貌上你和他们相似,这一点恐怕连你自己也不会否认。
ὡς δὲ καὶ τἆλλα ἔοικας, μετὰ τοῦτο ἄκουε.
但你在其他方面也像他们,接下来且听我说。
ὑβριστὴς εἶ· ἢ οὔ;
你很傲慢,是不是?
ἐὰν γὰρ μὴ ὁμολογῇς, μάρτυρας παρέξομαι.
如果你不承认,我将提供证人。
ἀλλʼ οὐκ αὐλητής;
但你不是个吹笛人吗?
πολύ γε θαυμασιώτερος ἐκείνου.
你可比他神奇得多!
ὁ μέν γε διʼ ὀργάνων ἐκήλει τοὺς ἀνθρώπους τῇ ἀπὸ τοῦ στόματος δυνάμει, καὶ ἔτι νυνὶ ὃς ἂν τὰ ἐκείνου αὐλῇ—ἃ γὰρ Ὄλυμπος ηὔλει, Μαρσύου λέγω, τούτου διδάξαντος—τὰ οὖν ἐκείνου ἐάντε ἀγαθὸς αὐλητὴς αὐλῇ ἐάντε φαύλη αὐλητρίς, μόνα κατέχεσθαι ποιεῖ καὶ δηλοῖ τοὺς τῶν θεῶν τε καὶ τελετῶν δεομένους διὰ τὸ θεῖα εἶναι.
他是用乐器,凭借口中发出的力量来迷住人们。 而现在,无论谁吹奏他的曲调——奥林波斯所吹奏的曲调就是马耳绪阿斯的,是他传授的——所以他的曲调,无论是优秀的吹笛手吹奏,还是拙劣的吹笛女吹奏,仅仅凭借它们是神圣的,就能使人着魔,并向那些需要神明和秘仪的人展现。
σὺ δʼ ἐκείνου τοσοῦτον μόνον διαφέρεις, ὅτι ἄνευ ὀργάνων ψιλοῖς λόγοις ταὐτὸν τοῦτο ποιεῖς.
而你与他的唯一区别仅在于,你不用乐器,仅凭赤裸裸的言辞就做到了这完全相同的事情。
ἡμεῖς γοῦν ὅταν μέν του ἄλλου ἀκούωμεν λέγοντος καὶ πάνυ ἀγαθοῦ ῥήτορος ἄλλους λόγους, οὐδὲν μέλει ὡς ἔπος εἰπεῖν οὐδενί·
我们听到别人——哪怕是非常优秀的演说家发表其他言论时,可以说几乎没有任何人在意。
ἐπειδὰν δὲ σοῦ τις ἀκούῃ ἢ τῶν σῶν λόγων ἄλλου λέγοντος, κἂν πάνυ φαῦλος ᾖ ὁ λέγων, ἐάντε γυνὴ ἀκούῃ ἐάντε ἀνὴρ ἐάντε μειράκιον, ἐκπεπληγμένοι ἐσμὲν καὶ κατεχόμεθα.
但当有人听到你,或者听到别人转述你的言论时,哪怕说话的人非常差劲,无论是女人听、男人听还是青年听,我们都会震惊并着魔。
ἐγὼ γοῦν, ὦ ἄνδρες, εἰ μὴ ἔμελλον κομιδῇ δόξειν μεθύειν, εἶπον ὀμόσας ἂν ὑμῖν οἷα δὴ πέπονθα αὐτὸς ὑπὸ τῶν τούτου λόγων καὶ πάσχω ἔτι καὶ νυνί.
诸位,如果我不是怕被彻底当成醉鬼,我本可以向你们起誓,说出我自己因这个人的言论而经历过、并且现在仍经历着的感受。
ὅταν γὰρ ἀκούω, πολύ μοι μᾶλλον ἢ τῶν κορυβαντιώντων ἥ τε καρδία πηδᾷ καὶ δάκρυα ἐκχεῖται ὑπὸ τῶν λόγων τῶν τούτου, ὁρῶ δὲ καὶ ἄλλους παμπόλλους τὰ αὐτὰ πάσχοντας·
因为当我听他说话时,我的心跳比那些参加科律班特狂欢的人还要剧烈得多,我的泪水被这个人的言辞催下。 而且我看到极多其他的人也经历着同样的事情。
Περικλέους δὲ ἀκούων καὶ ἄλλων ἀγαθῶν ῥητόρων εὖ μὲν ἡγούμην λέγειν, τοιοῦτον δʼ οὐδὲν ἔπασχον, οὐδʼ ἐτεθορύβητό μου ἡ ψυχὴ οὐδʼ ἠγανάκτει ὡς ἀνδραποδωδῶς διακειμένου, ἀλλʼ ὑπὸ τουτουῒ τοῦ Μαρσύου πολλάκις δὴ οὕτω διετέθην ὥστε μοι δόξαι μὴ βιωτὸν εἶναι ἔχοντι ὡς ἔχω.
听伯里克利和其他优秀的演说家说话时,虽然我认为他们说得很好,但我没有经历过任何类似的感受,我的灵魂没有被扰乱,也没有因为自己处于奴隶般的境地而感到愤慨。 但在眼前这位马耳绪阿斯的影响下,我经常处于这样一种状态,以至于让我觉得,保持我现在的样子活着,简直是不值一活。 ”

词汇与语法注释

  1. 214aοὐδὲν μᾶλλον μή ποτε μεθυσθῇ — 这是由双重否定 οὐ μή 加上虚拟语气(此处为第一不定过去时被动虚拟语气 μεθυσθῇ)构成的、针对未来可能性极强的否定表达,并由 οὐδὲν μᾶλλον(“一点也不更多”)进一步加强。主语是苏格拉底,用以强调他无论喝多少酒都绝不会醉倒的超凡特质。
  2. 214cμὴ οὐκ ἐξ ἴσου ᾖ — 这是表示担忧的独立虚拟语气(μὴ + 虚拟语气),传达“恐怕……”或“也许……”的语气。这里带有否定词 οὐκ,形成 μὴ οὐκ ᾖ(εἰμί 的现在时虚拟语气)的结构,委婉地表达了阿尔西比亚德斯的担忧:让一个醉鬼的言论与清醒者的言论相竞争“恐怕是不对等(不公平)的”。
  3. 215aἑκὼν γὰρ εἶναι — 不定式 εἶναι 与形容词 ἑκών 连用,习惯上作为表示限制的绝对不定式(意为“心甘情愿地”或“故意地”)发挥作用。它通常用于否定句中(此处与 οὐδὲν ψεύσομαι 连用),表示“至少我绝不会故意撒谎”。
  4. 215cἃ γὰρ Ὄλυμπος ηὔλει, Μαρσύου λέγω, τούτου διδάξαντος — 这是一个插入句结构。关系代名词 ἃ 的先行词是前句的 τὰ ἐκείνου(马耳绪阿斯的曲调),而后面的 Μαρσύου λέγω(“我是说马耳绪阿斯的曲调”)对关系代词所指代的内容进行了补充说明。紧接着的属格绝对结构 τούτου διδάξαντος(“因为他[马耳绪阿斯]传授了这些”)以马耳绪阿斯为逻辑主语,从语法上交代了奥林波斯是因得到马耳绪阿斯的教授才会吹奏这些曲调的关系。

引用这一段

柏拉图, 会饮篇 §214-215. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg011.humanitext-grc2:214-215

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。