§213ἆρα καταγελάσεσθέ μου ὡς μεθύοντος;
“你们会因为我醉了而嘲笑我吗?
ἐγὼ δέ, κἂν ὑμεῖς γελᾶτε, ὅμως εὖ οἶδʼ ὅτι ἀληθῆ λέγω.
但我,即使你们嘲笑,我也深知我说的是真话。
ἀλλά μοι λέγετε αὐτόθεν, ἐπὶ ῥητοῖς εἰσίω ἢ μή;
但请立刻告诉我,我是按说好的条件进来,还是不进来?
συμπίεσθε ἢ οὔ;
你们愿意一起喝,还是不喝?
πάντας οὖν ἀναθορυβῆσαι καὶ κελεύειν εἰσιέναι καὶ κατακλίνεσθαι, καὶ τὸν Ἀγάθωνα καλεῖν αὐτόν.
” 于是众人都喧嚷起来,催促他进来并就座,阿伽通也亲自邀请他。
καὶ τὸν ἰέναι ἀγόμενον ὑπὸ τῶν ἀνθρώπων, καὶ περιαιρούμενον ἅμα τὰς ταινίας ὡς ἀναδήσοντα, ἐπίπροσθε τῶν ὀφθαλμῶν ἔχοντα οὐ κατιδεῖν τὸν Σωκράτη, ἀλλὰ καθίζεσθαι παρὰ τὸν Ἀγάθωνα ἐν μέσῳ Σωκράτους τε καὶ ἐκείνου· παραχωρῆσαι γὰρ τὸν Σωκράτη ὡς ἐκεῖνον κατιδεῖν.
他被人们搀扶着走进来,同时把头上的缎带解下来准备为阿伽通戴上,因为这些缎带挡住了眼睛,所以他没有看见苏格拉底,而是在阿伽通身旁、也就是苏格拉底和阿伽通之间的位置坐了下来;因为苏格拉底让了座,好让他看见他。
παρακαθεζόμενον δὲ αὐτὸν ἀσπάζεσθαί τε τὸν Ἀγάθωνα καὶ ἀναδεῖν.
在他身旁坐下后,他向阿伽通问候并给他戴上缎带。
εἰπεῖν οὖν τὸν Ἀγάθωνα Ὑπολύετε, παῖδες, Ἀλκιβιάδην, ἵνα ἐκ τρίτων κατακέηται.
阿伽通于是说:“仆人们,脱下阿尔西比亚德斯的鞋,好让他作为第三个人和我们一起躺着。
πάνυ γε, εἰπεῖν τὸν Ἀλκιβιάδην· ἀλλὰ τίς ἡμῖν ὅδε τρίτος συμπότης;
” “好的,”阿尔西比亚德斯说,“但我们这第三位酒友是谁?
καὶ ἅμα μεταστρεφόμενον αὐτὸν ὁρᾶν τὸν Σωκράτη, ἰδόντα δὲ ἀναπηδῆσαι καὶ εἰπεῖν ὦ Ἡράκλεις, τουτὶ τί ἦν;
” 同时,他转过身,看见了苏格拉底。 一看见他,便跳了起来说道:“赫拉克勒斯啊,这是怎么回事?
Σωκράτης οὗτος;
这不是苏格拉底吗?
ἐλλοχῶν αὖ με ἐνταῦθα κατέκεισο, ὥσπερ εἰώθεις ἐξαίφνης ἀναφαίνεσθαι ὅπου ἐγὼ ᾤμην ἥκιστά σε ἔσεσθαι.
你又在这里埋伏我,躺在这儿,就像你平时那样,总是在我认为你最不可能出现的地方突然现身!
καὶ νῦν τί ἥκεις;
现在你为什么来?
καὶ τί αὖ ἐνταῦθα κατεκλίνης;
为什么又躺在这里?
ὡς οὐ παρὰ Ἀριστοφάνει οὐδὲ εἴ τις ἄλλος γελοῖος ἔστι τε καὶ βούλεται, ἀλλὰ διεμηχανήσω ὅπως παρὰ τῷ καλλίστῳ τῶν ἔνδον κατακείσῃ.
你居然设法不躺在 Aristophanes 旁边,也不在任何其他滑稽且想变得滑稽的人旁边,而是挖空心思,要躺在屋里最美丽的人身边!
καὶ τὸν Σωκράτη, Ἀγάθων, φάναι, ὅρα εἴ μοι ἐπαμύνεις·
” 苏格拉底说:“阿伽通,看看你能不能保护我。
ὡς ἐμοὶ ὁ τούτου ἔρως τοῦ ἀνθρώπου οὐ φαῦλον πρᾶγμα γέγονεν.
因为这个人的爱对我来说已经不是一件轻省的事了。
ἀπʼ ἐκείνου γὰρ τοῦ χρόνου, ἀφʼ οὗ τούτου ἠράσθην, οὐκέτι ἔξεστίν μοι οὔτε προσβλέψαι οὔτε διαλεχθῆναι καλῷ οὐδʼ ἑνί, ἢ οὑτοσὶ ζηλοτυπῶν με καὶ φθονῶν θαυμαστὰ ἐργάζεται καὶ λοιδορεῖταί τε καὶ τὼ χεῖρε μόγις ἀπέχεται.
因为从我爱上他的那个时候起,我就不再被允许注视任何一个美人,也不被允许与他们交谈,否则这个人就会出于嫉妒和羡慕,做出惊人的举动,既辱骂我,又勉强克制住不动手。
ὅρα οὖν μή τι καὶ νῦν ἐργάσηται, ἀλλὰ διάλλαξον ἡμᾶς, ἢ ἐὰν ἐπιχειρῇ βιάζεσθαι, ἐπάμυνε, ὡς ἐγὼ τὴν τούτου μανίαν τε καὶ φιλεραστίαν πάνυ ὀρρωδῶ.
所以,你看好他,免得他现在也做出什么事来。 你要么让我们和解,要么如果他企图动粗,你就保护我,因为我极其害怕这个人的疯狂和爱执。
ἀλλʼ οὐκ ἔστι, φάναι τὸν Ἀλκιβιάδην, ἐμοὶ καὶ σοὶ διαλλαγή. ἀλλὰ τούτων μὲν εἰς αὖθίς σε τιμωρήσομαι·
” “但是,我和你之间不可能有什么和解,”阿尔西比亚德斯说,“对于这些事,我改日再惩罚你。
νῦν δέ μοι, Ἀγάθων, φάναι, μετάδος τῶν ταινιῶν, ἵνα ἀναδήσω καὶ τὴν τούτου ταυτηνὶ τὴν θαυμαστὴν κεφαλήν, καὶ μή μοι μέμφηται ὅτι σὲ μὲν ἀνέδησα, αὐτὸν δὲ νικῶντα ἐν λόγοις πάντας ἀνθρώπους, οὐ μόνον πρῴην ὥσπερ σύ, ἀλλʼ ἀεί, ἔπειτα οὐκ ἀνέδησα.
但现在,阿伽通,”他说,“分给我一些缎带吧,好让我给这位神奇的脑袋戴上,免得他埋怨我,说我给你戴了缎带,却对他在言辞上战胜所有人——不仅像你前天那样,而是永远如此——却不给他戴上。
καὶ ἅμʼ αὐτὸν λαβόντα τῶν ταινιῶν ἀναδεῖν τὸν Σωκράτη καὶ κατακλίνεσθαι.
” 说着,他拿过一些缎带,给苏格拉底戴上,然后躺了下来。
ἐπειδὴ δὲ κατεκλίνη, εἰπεῖν· εἶεν δή, ἄνδρες· δοκεῖτε γάρ μοι νήφειν.
当他躺下后,说道:“好啦,诸位,我看你们似乎挺清醒的。
οὐκ ἐπιτρεπτέον οὖν ὑμῖν, ἀλλὰ ποτέον·
因此不能放任你们这样,必须要喝。
ὡμολόγηται γὰρ ταῦθʼ ἡμῖν.
因为这是我们约定好了的。
ἄρχοντα οὖν αἱροῦμαι τῆς πόσεως, ἕως ἂν ὑμεῖς ἱκανῶς πίητε, ἐμαυτόν.
因此,在你们喝够之前,我选我自己作为这次饮酒的主持者。
ἀλλὰ φερέτω, Ἀγάθων, εἴ τι ἔστιν ἔκπωμα μέγα.
来吧,阿伽通,如果有大杯子,就拿一个来。 ”