Humanitext Reader

柏拉图 · 会饮篇 §211

爱之终局与对美本身的观照

第 29 段,共 36 段 · 希腊语

内容简介

迪奥蒂玛描述了一个人在正确引导下,通过爱欲的阶梯从肉体与精神之美上升至科学之美,最终在旅程的终点突然洞察到那永恒不变且纯粹的“美本身”的境界。

§211ὃς γὰρ ἂν μέχρι ἐνταῦθα πρὸς τὰ ἐρωτικὰ παιδαγωγηθῇ, θεώμενος ἐφεξῆς τε καὶ ὀρθῶς τὰ καλά, πρὸς τέλος ἤδη ἰὼν τῶν ἐρωτικῶν ἐξαίφνης κατόψεταί τι θαυμαστὸν τὴν φύσιν καλόν, τοῦτο ἐκεῖνο, ὦ Σώκρατες, οὗ δὴ ἕνεκεν καὶ οἱ ἔμπροσθεν πάντες πόνοι ἦσαν, πρῶτον μὲν ἀεὶ ὂν καὶ οὔτε γιγνόμενον οὔτε ἀπολλύμενον, οὔτε αὐξανόμενον οὔτε φθίνον, ἔπειτα οὐ τῇ μὲν καλόν, τῇ δʼ αἰσχρόν, οὐδὲ τοτὲ μέν, τοτὲ δὲ οὔ, οὐδὲ πρὸς μὲν τὸ καλόν, πρὸς δὲ τὸ αἰσχρόν, οὐδʼ ἔνθα μὲν καλόν, ἔνθα δὲ αἰσχρόν, ὡς τισὶ μὲν ὂν καλόν, τισὶ δὲ αἰσχρόν· οὐδʼ αὖ φαντασθήσεται αὐτῷ τὸ καλὸν οἷον πρόσωπόν τι οὐδὲ χεῖρες οὐδὲ ἄλλο οὐδὲν ὧν σῶμα μετέχει, οὐδέ τις λόγος οὐδέ τις ἐπιστήμη, οὐδέ που ὂν ἐν ἑτέρῳ τινι, οἷον ἐν ζῴῳ ἢ ἐν γῇ ἢ ἐν οὐρανῷ ἢ ἔν τῳ ἄλλῳ, ἀλλʼ αὐτὸ καθʼ αὑτὸ μεθʼ αὑτοῦ μονοειδὲς ἀεὶ ὄν, τὰ δὲ ἄλλα πάντα καλὰ ἐκείνου μετέχοντα τρόπον τινὰ τοιοῦτον, οἷον γιγνομένων τε τῶν ἄλλων καὶ ἀπολλυμένων μηδὲν ἐκεῖνο μήτε τι πλέον μήτε ἔλαττον γίγνεσθαι μηδὲ πάσχειν μηδέν.
因为,在爱欲之事的引导下,依次且正确地观照那些美丽事物,并逐渐走向爱欲终点的人,会突然洞察到一种在本性上令人惊叹的美。 苏格拉底,这正是此前一切辛劳所为了的那个终极目标。 首先,它恒常存在,既不产生也不灭亡,既不增加也不减少;其次,它并非在此处美而在彼处丑,并非此时美而彼时丑,并非相对于此物美而相对于彼物丑,并非在此地美而在彼地丑,也就是并非对某些人美而对其他人丑;这种美也不会在它面前呈现为某种面容、双手,或身体所分有的任何其他东西,也不会呈现为某种言论或某种科学,也不会呈现为存在于其他某物之中的东西,比如存在于动物、大地、天空或任何其他东西之中;相反,它自己本身与自己在一起,永远保持单一的形相。 而其他所有美丽的事物都以这样一种方式分有着它:当其他事物产生和灭亡时,它绝不会变得更多或更少,也不遭受任何影响。
ὅταν δή τις ἀπὸ τῶνδε διὰ τὸ ὀρθῶς παιδεραστεῖν ἐπανιὼν ἐκεῖνο τὸ καλὸν ἄρχηται καθορᾶν, σχεδὸν ἄν τι ἅπτοιτο τοῦ τέλους.
因此,当有人通过正确地爱护青年,从这些美丽的事物上升,开始洞察到那个美本身时,他就几乎触及了终点。
τοῦτο γὰρ δή ἐστι τὸ ὀρθῶς ἐπὶ τὰ ἐρωτικὰ ἰέναι ἢ ὑπʼ ἄλλου ἄγεσθαι, ἀρχόμενον ἀπὸ τῶνδε τῶν καλῶν ἐκείνου ἕνεκα τοῦ καλοῦ ἀεὶ ἐπανιέναι, ὥσπερ ἐπαναβασμοῖς χρώμενον, ἀπὸ ἑνὸς ἐπὶ δύο καὶ ἀπὸ δυοῖν ἐπὶ πάντα τὰ καλὰ σώματα, καὶ ἀπὸ τῶν καλῶν σωμάτων ἐπὶ τὰ καλὰ ἐπιτηδεύματα, καὶ ἀπὸ τῶν ἐπιτηδευμάτων ἐπὶ τὰ καλὰ μαθήματα, καὶ ἀπὸ τῶν μαθημάτων ἐπʼ ἐκεῖνο τὸ μάθημα τελευτῆσαι, ὅ ἐστιν οὐκ ἄλλου ἢ αὐτοῦ ἐκείνου τοῦ καλοῦ μάθημα, καὶ γνῷ αὐτὸ τελευτῶν ὃ ἔστι καλόν.
因为,正确地走向爱欲之事,或被他人引导,正是如此:从这些美丽的事物开始,为了那个美本身而不断上升,如同使用阶梯一般,从一个身体到两个身体,从两个身体到所有美丽的身体,从美丽的身体到美丽的行为,从美丽的行为到美丽的科学(知识),最后从科学走向那一门科学,即除了关于那个美本身之外不关乎其他的科学,并最终认识美本身是什么。
ἐνταῦθα τοῦ βίου, ὦ φίλε Σώκρατες, ἔφη ἡ Μαντινικὴ ξένη, εἴπερ που ἄλλοθι, βιωτὸν ἀνθρώπῳ, θεωμένῳ αὐτὸ τὸ καλόν.
“亲爱的苏格拉底,”这位曼提尼亚的异邦妇女说,“如果说在人生的其他地方有生存的价值,那也正是在此,即当人观照美本身的时候。
ὃ ἐάν ποτε ἴδῃς, οὐ κατὰ χρυσίον τε καὶ ἐσθῆτα καὶ τοὺς καλοὺς παῖδάς τε καὶ νεανίσκους δόξει σοι εἶναι, οὓς νῦν ὁρῶν ἐκπέπληξαι καὶ ἕτοιμος εἶ καὶ σὺ καὶ ἄλλοι πολλοί, ὁρῶντες τὰ παιδικὰ καὶ συνόντες ἀεὶ αὐτοῖς, εἴ πως οἷόν τʼ ἦν, μήτʼ ἐσθίειν μήτε πίνειν, ἀλλὰ θεᾶσθαι μόνον καὶ συνεῖναι.
如果你有朝一日看到了它,你就会觉得它绝非金银、华服或美丽的少年与青年所能比拟的,而如今你看着他们,却被勾走了魂魄,你和许多其他人甚至愿意,在看着爱人并与他们朝夕相处时,如果可能的话,不吃也不喝,而只去观照并与他们在一起。
τί δῆτα, ἔφη, οἰόμεθα, εἴ τῳ γένοιτο αὐτὸ τὸ καλὸν ἰδεῖν εἰλικρινές, καθαρόν, ἄμεικτον, ἀλλὰ μὴ ἀνάπλεων σαρκῶν τε ἀνθρωπίνων καὶ χρωμάτων καὶ ἄλλης πολλῆς φλυαρίας θνητῆς, ἀλλʼ αὐτὸ τὸ θεῖον καλὸν δύναιτο μονοειδὲς κατιδεῖν;
那么,”她说,“我们该怎么想呢,如果有人能够看到美本身,它是纯粹的、无瑕的、未被混合的,而不是充斥着人类的肉体、色彩和许多其他终有一死的废话,而是能够洞察到神圣、单一形相的美本身呢? ”

词汇与语法注释

  1. 211ὃς γὰρ ἂν μέχρι ἐνταῦθα πρὸς τὰ ἐρωτικὰ παιδαγωγηθῇ ... κατόψεταί — 这是一个由关系代词 ὃς 与 ἄν 及虚拟语气不定过去时 παιδαγωγηθῇ 结合而成的条件关系从句,与主句中的直陈语气将来时 κατόψεται 相呼应,表示将来的条件(“凡是被引导到……的人,都将看到”)。
  2. 211bἀλλʼ αὐτὸ καθʼ αὑτὸ μεθʼ αὑτοῦ μονοειδὲς ἀεὶ ὄν — 虽然与前句的否定语气限定动词 οὐδʼ αὖ φαντασθήσεται αὐτῷ(“也不会呈现为”)相对比,但此处使用了分词 ὄν(中性单数主格,与 τὸ καλόν 一致)而非限定动词,导致了构文上的破格(anacoluthon)。
  3. 211bτρόπον τινὰ τοιοῦτον, οἷον ... μηδὲν ἐκεῖνο μήτε τι πλέον μήτε ἔλαττον γίγνεσθαι — 在 οἷον 之后,接有带宾格主语 ἐκεῖνο 的不定式 γίγνεσθαι 和 πάσχειν,构成了说明结果或方式的句式(类似于 ὥστε 加不定式)。

引用这一段

柏拉图, 会饮篇 §211. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg011.humanitext-grc2:211

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。