§207πάνυ μὲν οὖν, ἔφη.
“正是如此,”她说。
τί δὴ οὖν τῆς γεννήσεως;
“那么为什么是对生育的爱呢?
ὅτι ἀειγενές ἐστι καὶ ἀθάνατον ὡς θνητῷ ἡ γέννησις.
因为生育,对于终有一死的生物而言,是永恒的生生不息和不朽。
ἀθανασίας δὲ ἀναγκαῖον ἐπιθυμεῖν μετὰ ἀγαθοῦ ἐκ τῶν ὡμολογημένων, εἴπερ τοῦ ἀγαθοῦ ἑαυτῷ εἶναι ἀεὶ ἔρως ἐστίν.
而根据已经达成的共识,如果爱确实是希望好的事物永远属于自己,那么人们必然会在渴望好的事物的同时也渴望不朽。
ἀναγκαῖον δὴ ἐκ τούτου τοῦ λόγου καὶ τῆς ἀθανασίας τὸν ἔρωτα εἶναι.
因此,根据这一论证,爱也必然是对不朽的爱。
ταῦτά τε οὖν πάντα ἐδίδασκέ με, ὁπότε περὶ τῶν ἐρωτικῶν λόγους ποιοῖτο, καί ποτε ἤρετο τί οἴει, ὦ Σώκρατες, αἴτιον εἶναι τούτου τοῦ ἔρωτος καὶ τῆς ἐπιθυμίας;
” 她在谈论关于爱的问题时,总是用这些道理来教导我。 有一次她问道:“苏格拉底,你认为这种爱和欲望的原因是什么?
ἢ οὐκ αἰσθάνῃ ὡς δεινῶς διατίθεται πάντα τὰ θηρία ἐπειδὰν γεννᾶν ἐπιθυμήσῃ, καὶ τὰ πεζὰ καὶ τὰ πτηνά, νοσοῦντά τε πάντα καὶ ἐρωτικῶς διατιθέμενα, πρῶτον μὲν περὶ τὸ συμμιγῆναι ἀλλήλοις, ἔπειτα περὶ τὴν τροφὴν τοῦ γενομένου, καὶ ἕτοιμά ἐστιν ὑπὲρ τούτων καὶ διαμάχεσθαι τὰ ἀσθενέστατα τοῖς ἰσχυροτάτοις καὶ ὑπεραποθνῄσκειν, καὶ αὐτὰ τῷ λιμῷ παρατεινόμενα ὥστʼ ἐκεῖνα ἐκτρέφειν, καὶ ἄλλο πᾶν ποιοῦντα.
难道你没有注意到,所有的野兽,无论是陆地上走的还是天上飞的,一旦渴望生育时,会陷入多么可怕的状态吗? 它们全都像生了病一样,处于狂热的爱欲状态之中,首先是为了彼此交配,其次是为了抚育新生儿;为了它们,即使是最弱小的动物也准备与最强大的对手拼死搏斗,甚至甘愿为它们而死,自己忍饥挨饿、日渐消瘦,也要把孩子抚养长大,并且做出其他一切努力。
τοὺς μὲν γὰρ ἀνθρώπους, ἔφη, οἴοιτʼ ἄν τις ἐκ λογισμοῦ ταῦτα ποιεῖν· τὰ δὲ θηρία τίς αἰτία οὕτως ἐρωτικῶς διατίθεσθαι;
因为人类,”她说,“人们可能会认为他们是出于理智的权衡才这样做的;但是对于野兽,是什么原因使它们处于如此狂热的爱欲中呢?
ἔχεις λέγειν;
你能说出来吗?
καὶ ἐγὼ αὖ ἔλεγον ὅτι οὐκ εἰδείην·
”而我再次回答说我不知道。
ἣ δʼ εἶπεν, Διανοῇ οὖν δεινός ποτε γενήσεσθαι τὰ ἐρωτικά, ἐὰν ταῦτα μὴ ἐννοῇς;
于是她说:“那么,如果你连这些事情都不懂,你还指望自己能成为精通爱欲之事的人吗?
ἀλλὰ διὰ ταῦτά τοι, ὦ Διοτίμα, ὅπερ νυνδὴ εἶπον, παρὰ σὲ ἥκω, γνοὺς ὅτι διδασκάλων δέομαι.
”“但是,迪奥提玛啊,正如我刚才所说,正是为了这个原因,我才来到您这里,因为我知道自己需要老师。
ἀλλά μοι λέγε καὶ τούτων τὴν αἰτίαν καὶ τῶν ἄλλων τῶν περὶ τὰ ἐρωτικά.
所以,请告诉我这些事情的原因,以及其他关于爱欲之事的起因吧。
εἰ τοίνυν, ἔφη, πιστεύεις ἐκείνου εἶναι φύσει τὸν ἔρωτα, οὗ πολλάκις ὡμολογήκαμεν, μὴ θαύμαζε.
” “那么,”她说,“如果你相信爱在天性上就是针对我们多次达成共识的那种事物的,就不要感到奇怪。
ἐνταῦθα γὰρ τὸν αὐτὸν ἐκείνῳ λόγον ἡ θνητὴ φύσις ζητεῖ κατὰ τὸ δυνατὸν ἀεί τε εἶναι καὶ ἀθάνατος.
因为在这里,凡俗的天性也在尽可能地寻求永远存在和不朽。
δύναται δὲ ταύτῃ μόνον, τῇ γενέσει, ὅτι ἀεὶ καταλείπει ἕτερον νέον ἀντὶ τοῦ παλαιοῦ, ἐπεὶ καὶ ἐν ᾧ ἓν ἕκαστον τῶν ζῴων ζῆν καλεῖται καὶ εἶναι τὸ αὐτό—οἷον ἐκ παιδαρίου ὁ αὐτὸς λέγεται ἕως ἂν πρεσβύτης γένηται· οὗτος μέντοι οὐδέποτε τὰ αὐτὰ ἔχων ἐν αὑτῷ ὅμως ὁ αὐτὸς καλεῖται, ἀλλὰ νέος ἀεὶ γιγνόμενος, τὰ δὲ ἀπολλύς, καὶ κατὰ τὰς τρίχας καὶ σάρκα καὶ ὀστᾶ καὶ αἷμα καὶ σύμπαν τὸ σῶμα.
而它只能通过这种方式——即通过生育,留下另一个新的生命来代替旧的生命——才能做到这一点。 因为即使在每个生物被认为活着且保持同一的时期——例如,一个人从孩提时代直到变成老人,都被称为是同一个人;然而,他虽然在自己身上从未保有完全相同的东西,却仍然被称为同一个人,而是不断地更新,同时在头发、肌肉、骨骼、血液以及整个身体上,不断地失去旧的东西。
καὶ μὴ ὅτι κατὰ τὸ σῶμα, ἀλλὰ καὶ κατὰ τὴν ψυχὴν οἱ τρόποι, τὰ ἤθη, δόξαι, ἐπιθυμίαι, ἡδοναί, λῦπαι, φόβοι, τούτων ἕκαστα οὐδέποτε τὰ αὐτὰ πάρεστιν ἑκάστῳ, ἀλλὰ τὰ μὲν γίγνεται, τὰ δὲ ἀπόλλυται.
不仅在身体上是这样,在灵魂上也是如此:一个人的性格、习性、信念、欲望、快乐、痛苦、恐惧,这些东西在每个人身上都从未一成不变,而是有的产生,有的消逝。
§208πολὺ δὲ τούτων ἀτοπώτερον ἔτι, ὅτι καὶ αἱ ἐπιστῆμαι μὴ ὅτι αἱ μὲν γίγνονται, αἱ δὲ ἀπόλλυνται ἡμῖν, καὶ οὐδέποτε οἱ αὐτοί ἐσμεν οὐδὲ κατὰ τὰς ἐπιστήμας, ἀλλὰ καὶ μία ἑκάστη τῶν ἐπιστημῶν ταὐτὸν πάσχει.
而比这些还要奇妙得多的是,对于知识而言,不仅有些知识在我们心中产生而另一些消逝,使得我们在知识方面也从未保持同一,而且每一门具体的知识本身也在经历着这同样的过程。
ὃ γὰρ καλεῖται μελετᾶν, ὡς ἐξιούσης ἐστὶ τῆς ἐπιστήμης· λήθη γὰρ ἐπιστήμης ἔξοδος, μελέτη δὲ πάλιν καινὴν ἐμποιοῦσα ἀντὶ τῆς ἀπιούσης μνήμην σῴζει τὴν ἐπιστήμην, ὥστε τὴν αὐτὴν δοκεῖν εἶναι.
因为所谓“温习”,正是针对知识的流失而设的;因为遗忘就是知识的离去,而温习通过在流失的记忆之处重新注入新的记忆,从而保存了知识,使其看起来还是原来的同一个知识。
τούτῳ γὰρ τῷ τρόπῳ πᾶν τὸ θνητὸν σῴζεται, οὐ τῷ παντάπασιν τὸ αὐτὸ ἀεὶ εἶναι ὥσπερ τὸ θεῖον, ἀλλὰ τῷ τὸ ἀπιὸν καὶ παλαιούμενον ἕτερον νέον ἐγκαταλείπειν οἷον αὐτὸ ἦν.
因为凡俗的一切都是以这种方式得以保存的,而不是像神圣之物那样始终完全保持同一,而是通过让那流逝和变老的事物留下另一个像它自己一样的新事物。
ταύτῃ τῇ μηχανῇ, ὦ Σώκρατες, ἔφη, θνητὸν ἀθανασίας μετέχει, καὶ σῶμα καὶ τἆλλα πάντα· ἀθάνατον δὲ ἄλλῃ.
“苏格拉底啊,”她说,“正是通过这种机制,凡俗之物——无论是身体还是其他一切——才得以分享不朽;而不朽之物则是通过另一种方式。
μὴ οὖν θαύμαζε εἰ τὸ αὑτοῦ ἀποβλάστημα φύσει πᾶν τιμᾷ· ἀθανασίας γὰρ χάριν παντὶ αὕτη ἡ σπουδὴ καὶ ὁ ἔρως ἕπεται.
因此,如果每个生物都在天性上珍视自己的后代,请不要感到奇怪;因为正是为了不朽,这种热忱和爱才伴随着一切事物。
καὶ ἐγὼ ἀκούσας τὸν λόγον ἐθαύμασά τε καὶ εἶπον εἶεν, ἦν δʼ ἐγώ, ὦ σοφωτάτη Διοτίμα, ταῦτα ὡς ἀληθῶς οὕτως ἔχει;
” 我听了这话,感到非常惊异,便说:“好吧,最智慧的迪奥提玛啊,这些事情真的确凿无误吗?
καὶ ἥ, ὥσπερ οἱ τέλεοι σοφισταί, εὖ ἴσθι, ἔφη, ὦ Σώκρατες·
” 她便像那些老练的智者一样说道:“苏格拉底,你确信这一点吧。
ἐπεί γε καὶ τῶν ἀνθρώπων εἰ ἐθέλεις εἰς τὴν φιλοτιμίαν βλέψαι, θαυμάζοις ἂν τῆς ἀλογίας περὶ ἃ ἐγὼ εἴρηκα εἰ μὴ ἐννοεῖς, ἐνθυμηθεὶς ὡς δεινῶς διάκεινται ἔρωτι τοῦ ὀνομαστοὶ γενέσθαι
"καὶ κλέος ἐς τὸν ἀεὶ χρόνον ἀθάνατον καταθέσθαι"
, καὶ ὑπὲρ τούτου κινδύνους τε κινδυνεύειν ἕτοιμοί εἰσι πάντας ἔτι μᾶλλον ἢ ὑπὲρ τῶν παίδων, καὶ χρήματα ἀναλίσκειν καὶ πόνους πονεῖν οὑστινασοῦν καὶ ὑπεραποθνῄσκειν.
因为如果你愿意看看人类对名誉的追求,如果你不加思索,你就会对他们在我所说的这些事情上的不可理喻感到惊讶。 只要你想想,他们为了成名、 ‘建立流芳百世的不朽名声’ 而怀有的爱欲是多么可怕,为了这个目的,他们准备冒一切危险,甚至比为了自己的孩子还要过之,他们宁可耗尽家财,忍受任何辛劳,乃至献出生命。
ἐπεὶ οἴει σύ, ἔφη, Ἄλκηστιν ὑπὲρ Ἀδμήτου ἀποθανεῖν ἄν, ἢ Ἀχιλλέα Πατρόκλῳ ἐπαποθανεῖν, ἢ προαποθανεῖν τὸν ὑμέτερον Κόδρον ὑπὲρ τῆς βασιλείας τῶν παίδων, μὴ οἰομένους ἀθάνατον μνήμην ἀρετῆς πέρι ἑαυτῶν ἔσεσθαι, ἣν νῦν ἡμεῖς ἔχομεν;
你难道认为,”她说,“如果阿尔凯斯提斯不认为关于她的美德会留下我们今天所保有的这种不朽记忆,她会愿意为阿德梅托斯而死吗? 或者阿喀琉斯会愿意随帕特罗克洛斯而去死吗? 或者你们的国王科德鲁斯会为了他孩子们的王位而提前赴死吗?
πολλοῦ γε δεῖ, ἔφη, ἀλλʼ οἶμαι ὑπὲρ ἀρετῆς ἀθανάτου καὶ τοιαύτης δόξης εὐκλεοῦς πάντες πάντα ποιοῦσιν, ὅσῳ ἂν ἀμείνους ὦσι, τοσούτῳ μᾶλλον· τοῦ γὰρ ἀθανάτου ἐρῶσιν.
绝对不会,”她说,“相反,我认为,为了不朽的美德和这样显赫的名声,所有人都会做任何事情,而且越是优秀的人,就越是如此;因为他们所爱的正是这不朽之物。 ”