§206οὐ γὰρ τὸ ἑαυτῶν οἶμαι ἕκαστοι ἀσπάζονται, εἰ μὴ εἴ τις τὸ μὲν ἀγαθὸν οἰκεῖον καλεῖ καὶ ἑαυτοῦ, τὸ δὲ κακὸν ἀλλότριον· ὡς οὐδέν γε ἄλλο ἐστὶν οὗ ἐρῶσιν ἅνθρωποι ἢ τοῦ ἀγαθοῦ.
“因为我认为,每个人并不是珍惜属于他们自己的东西,除非有人把好的东西称为是切合自己的、属于自己的,而把坏的东西称为是属于旁人的;因为人们所爱慕的,确实不是别的任何东西,而正是好的东西。
ἢ σοὶ δοκοῦσιν;
还是你觉得是这样?
μὰ Δίʼ οὐκ ἔμοιγε, ἦν δʼ ἐγώ.
”“凭宙斯起誓,我可不这样认为,”我说。
ἆρʼ οὖν, ἦ δʼ ἥ, οὕτως ἁπλοῦν ἐστι λέγειν ὅτι οἱ ἄνθρωποι τἀγαθοῦ ἐρῶσιν;
“那么,”她说,“说人们爱慕好的事物,事情就是这么简单吗?
ναί, ἔφην.
”“是的,”我说。
τί δέ;
“那又怎样?
οὐ προσθετέον, ἔφη, ὅτι καὶ εἶναι τὸ ἀγαθὸν αὑτοῖς ἐρῶσιν;
难道不应当加上,”她说,“他们也是在爱着‘好的事物属于他们自己’吗?
προσθετέον.
”“应当加上。
ἆρʼ οὖν, ἔφη, καὶ οὐ μόνον εἶναι, ἀλλὰ καὶ ἀεὶ εἶναι;
”“那么,”她说,“不仅是属于自己,而且是永远属于自己吗?
καὶ τοῦτο προσθετέον.
”“这也应当加上。
ἔστιν ἄρα συλλήβδην, ἔφη, ὁ ἔρως τοῦ τὸ ἀγαθὸν αὑτῷ εἶναι ἀεί.
”“因此,总而言之,”她说,“爱就是希望好的事物永远属于自己。
ἀληθέστατα, ἔφην ἐγώ, λέγεις.
”“您说得再对不过了,”我说。
ὅτε δὴ τοῦτο ὁ ἔρως ἐστὶν ἀεί, ἦ δʼ ἥ, τῶν τίνα τρόπον διωκόντων αὐτὸ καὶ ἐν τίνι πράξει ἡ σπουδὴ καὶ ἡ σύντασις ἔρως ἂν καλοῖτο;
“既然爱总是这个东西,”她说,“那么在那些以何种方式追求它、以及在何种行为中,他们的热忱和专注才会被称为爱?
τί τοῦτο τυγχάνει ὂν τὸ ἔργον;
这一工作究竟是什么?
ἔχεις εἰπεῖν;
你能说得出来吗?
οὐ μεντἂν σέ, ἔφην ἐγώ, ὦ Διοτίμα, ἐθαύμαζον ἐπὶ σοφίᾳ καὶ ἐφοίτων παρὰ σὲ αὐτὰ ταῦτα μαθησόμενος.
”“狄奥提玛啊,”我说,“如果我知道的话,我就不会因为您的智慧而敬慕您,也不会为了学习这些事情而专程来向您请教了。
ἀλλὰ ἐγώ σοι, ἔφη, ἐρῶ.
”“那我来告诉你吧,”她说。
ἔστι γὰρ τοῦτο τόκος ἐν καλῷ καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν.
“因为这就是在美中的生育,既关系到身体,也关系到灵魂。
μαντείας, ἦν δʼ ἐγώ, δεῖται ὅτι ποτε λέγεις, καὶ οὐ μανθάνω.
”“您说的这话,”我说,“需要占卜者才能明白,我不懂。
ἀλλʼ ἐγώ, ἦ δʼ ἥ, σαφέστερον ἐρῶ.
” “那我,”她说,“就说得更明白些吧。
κυοῦσιν γάρ, ἔφη, ὦ Σώκρατες, πάντες ἄνθρωποι καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν, καὶ ἐπειδὰν ἔν τινι ἡλικίᾳ γένωνται, τίκτειν ἐπιθυμεῖ ἡμῶν ἡ φύσις.
因为,苏格拉底,”她说,“所有的人在身体和灵魂上都怀有孕,当他们达到一定的年龄,我们的本性就渴望生育。
τίκτειν δὲ ἐν μὲν αἰσχρῷ οὐ δύναται, ἐν δὲ τῷ καλῷ.
但是在丑恶的事物中是无法生育的,只能在美好的事物中生育。
ἡ γὰρ ἀνδρὸς καὶ γυναικὸς συνουσία τόκος ἐστίν.
因为男女的结合就是一种生育。
ἔστι δὲ τοῦτο θεῖον τὸ πρᾶγμα, καὶ τοῦτο ἐν θνητῷ ὄντι τῷ ζῴῳ ἀθάνατον ἔνεστιν, ἡ κύησις καὶ ἡ γέννησις.
这件事情是神圣的,而在终有一死的生物中,这——即怀孕和生育——乃是不朽的东西。
τὰ δὲ ἐν τῷ ἀναρμόστῳ ἀδύνατον γενέσθαι.
但是在不协调的事物中,这是无法发生的。
ἀνάρμοστον δʼ ἐστὶ τὸ αἰσχρὸν παντὶ τῷ θείῳ, τὸ δὲ καλὸν ἁρμόττον.
而丑恶与一切神圣的事物都是不协调的,而美好则是协调的。
Μοῖρα οὖν καὶ Εἰλείθυια ἡ Καλλονή ἐστι τῇ γενέσει.
因此,美对于生育来说,既是莫伊拉,也是埃勒提亚。
διὰ ταῦτα ὅταν μὲν καλῷ προσπελάζῃ τὸ κυοῦν, ἵλεών τε γίγνεται καὶ εὐφραινόμενον διαχεῖται καὶ τίκτει τε καὶ γεννᾷ· ὅταν δὲ αἰσχρῷ, σκυθρωπόν τε καὶ λυπούμενον συσπειρᾶται καὶ ἀποτρέπεται καὶ ἀνείλλεται καὶ οὐ γεννᾷ, ἀλλὰ ἴσχον τὸ κύημα χαλεπῶς φέρει.
正因为如此,当怀有孕者接近美好的事物时,它就变得温和,满怀喜悦地舒张开来,从而产出并生育;但是当它接近丑恶的事物时,它就愁眉苦脸、感到痛苦、蜷缩起来、转身离去、畏缩不前而不生育,痛苦地怀着胎儿。
ὅθεν δὴ τῷ κυοῦντί τε καὶ ἤδη σπαργῶντι πολλὴ ἡ πτοίησις γέγονε περὶ τὸ καλὸν διὰ τὸ μεγάλης ὠδῖνος ἀπολύειν τὸν ἔχοντα.
正因如此,对于已经怀胎且胀满的人来说,对于美的狂热追求就变得非常强烈,因为美能将拥有它的人从巨大的分娩痛苦中解脱出来。
ἔστιν γάρ, ὦ Σώκρατες, ἔφη, οὐ τοῦ καλοῦ ὁ ἔρως, ὡς σὺ οἴει.
因为,苏格拉底,”她说,“爱并不是像你所认为的那样是对美的爱。
ἀλλὰ τί μήν;
”“那到底是什么呢?
τῆς γεννήσεως καὶ τοῦ τόκου ἐν τῷ καλῷ.
”“是在美中的生育和产出。
εἶεν, ἦν δʼ ἐγώ.
”“好吧,”我说。