Humanitext Reader

柏拉图 · 会饮篇 §209-210

灵魂的怀孕与攀登爱欲之阶梯

第 28 段,共 36 段 · 希腊语

内容简介

迪奥提玛区分了肉体上的怀孕和灵魂上的怀孕,指出后者因能孕育出美德、法律和诗歌等不朽作品而更为优越。接着,她开始阐述“爱欲之阶梯”,说明人们如何从爱慕个别的美丽身体上升到爱慕灵魂、制度、科学,并最终观照美本身。

§209οἱ μὲν οὖν ἐγκύμονες, ἔφη, κατὰ τὰ σώματα ὄντες πρὸς τὰς γυναῖκας μᾶλλον τρέπονται καὶ ταύτῃ ἐρωτικοί εἰσιν, διὰ παιδογονίας ἀθανασίαν καὶ μνήμην καὶ εὐδαιμονίαν, ὡς οἴονται, αὑτοῖς εἰς τὸν ἔπειτα χρόνον πάντα ποριζόμενοι·
“那么,肉体上怀孕的人,”她说,“更倾向于转向女性,并以此方式表达爱意,通过生育子女,正如他们所认为的那样,为自己往后的整个时期换取不朽、名声和幸福。
οἱ δὲ κατὰ τὴν ψυχήν—εἰσὶ γὰρ οὖν, ἔφη, οἳ ἐν ταῖς ψυχαῖς κυοῦσιν ἔτι μᾶλλον ἢ ἐν τοῖς σώμασιν, ἃ ψυχῇ προσήκει καὶ κυῆσαι καὶ τεκεῖν·
而那些在灵魂上怀孕的人——因为,”她说,“确实有些人,他们的灵魂比肉体更需要怀孕,孕育那些适合灵魂孕育和生产的东西。
τί οὖν προσήκει;
那么,什么东西适合灵魂呢?
φρόνησίν τε καὶ τὴν ἄλλην ἀρετήν—ὧν δή εἰσι καὶ οἱ ποιηταὶ πάντες γεννήτορες καὶ τῶν δημιουργῶν ὅσοι λέγονται εὑρετικοὶ εἶναι·
就是智慧以及其他一切美德。 所有诗人都确实是这方面的创造者,那些被称为有发明才能的工匠也是如此。
πολὺ δὲ μεγίστη, ἔφη, καὶ καλλίστη τῆς φρονήσεως ἡ περὶ τὰ τῶν πόλεών τε καὶ οἰκήσεων διακόσμησις, ᾗ δὴ ὄνομά ἐστι σωφροσύνη τε καὶ δικαιοσύνη—τούτων δʼ αὖ ὅταν τις ἐκ νέου ἐγκύμων ᾖ τὴν ψυχήν, ᾔθεος ὢν καὶ ἡκούσης τῆς ἡλικίας, τίκτειν τε καὶ γεννᾶν ἤδη ἐπιθυμῇ, ζητεῖ δὴ οἶμαι καὶ οὗτος περιιὼν τὸ καλὸν ἐν ᾧ ἂν γεννήσειεν·
在智慧中,最大也最美的部分,”她说,“是关于城邦和家庭的建设,其名称就是节制与正义。 当有人从年轻时就在灵魂中孕育了这些,并且,作为单身者(或者青年),到了成熟的年龄,就已经渴望生产和生育时,我想,他也会四处走动,寻找能在其中生育的美丽事物;因为在丑陋的事物中,他绝不会生育。
ἐν τῷ γὰρ αἰσχρῷ οὐδέποτε γεννήσει.
因此,作为一个孕育者,他乐于接受美丽的身体,而不是丑陋的身体。
τά τε οὖν σώματα τὰ καλὰ μᾶλλον ἢ τὰ αἰσχρὰ ἀσπάζεται ἅτε κυῶν, καὶ ἂν ἐντύχῃ ψυχῇ καλῇ καὶ γενναίᾳ καὶ εὐφυεῖ, πάνυ δὴ ἀσπάζεται τὸ συναμφότερον, καὶ πρὸς τοῦτον τὸν ἄνθρωπον εὐθὺς εὐπορεῖ λόγων περὶ ἀρετῆς καὶ περὶ οἷον χρὴ εἶναι τὸν ἄνδρα τὸν ἀγαθὸν καὶ ἃ ἐπιτηδεύειν, καὶ ἐπιχειρεῖ παιδεύειν.
如果他遇到了一个美丽、高贵且富有天赋的灵魂,他会极大地欢迎这两个层面的结合,并会立刻对这个人滔滔不绝地谈论美德,谈论一个好人应当是什么样的人、应当追求什么,并尝试去教育他。
ἁπτόμενος γὰρ οἶμαι τοῦ καλοῦ καὶ ὁμιλῶν αὐτῷ, ἃ πάλαι ἐκύει τίκτει καὶ γεννᾷ, καὶ παρὼν καὶ ἀπὼν μεμνημένος, καὶ τὸ γεννηθὲν συνεκτρέφει κοινῇ μετʼ ἐκείνου, ὥστε πολὺ μείζω κοινωνίαν τῆς τῶν παίδων πρὸς ἀλλήλους οἱ τοιοῦτοι ἴσχουσι καὶ φιλίαν βεβαιοτέραν, ἅτε καλλιόνων καὶ ἀθανατωτέρων παίδων κεκοινωνηκότες.
因为我想,通过接触美并与美交往,他便生产和生育出他早已孕育的东西,无论是在身边还是分离时都思念着他,并与那人共同抚养生育出来的东西。 因此,这样的人彼此之间拥有比共同拥有子女更深厚的交融和更牢固的友谊,因为他们分享了更美丽、更不朽的子嗣。
καὶ πᾶς ἂν δέξαιτο ἑαυτῷ τοιούτους παῖδας μᾶλλον γεγονέναι ἢ τοὺς ἀνθρωπίνους, καὶ εἰς Ὅμηρον ἀποβλέψας καὶ Ἡσίοδον καὶ τοὺς ἄλλους ποιητὰς τοὺς ἀγαθοὺς ζηλῶν, οἷα ἔκγονα ἑαυτῶν καταλείπουσιν, ἃ ἐκείνοις ἀθάνατον κλέος καὶ μνήμην παρέχεται αὐτὰ τοιαῦτα ὄντα·
每个人都会宁愿自己拥有这样的孩子,而不是普通的人类孩子,只要他们看看霍默和赫西俄德以及其他杰出的诗人,羡慕他们留下了怎样的后代,那些后代因其自身的性质而为他们换来了不朽的荣耀与记忆。
εἰ δὲ βούλει, ἔφη, οἵους Λυκοῦργος παῖδας κατελίπετο ἐν Λακεδαίμονι σωτῆρας τῆς Λακεδαίμονος καὶ ὡς ἔπος εἰπεῖν τῆς Ἑλλάδος.
或者,如果你愿意,”她说,“看看莱库格斯在拉克代蒙留下了怎样的孩子作为拉克代蒙、甚至可以说作为整个希腊的救星。
τίμιος δὲ παρʼ ὑμῖν καὶ Σόλων διὰ τὴν τῶν νόμων γέννησιν, καὶ ἄλλοι ἄλλοθι πολλαχοῦ ἄνδρες, καὶ ἐν Ἕλλησι καὶ ἐν βαρβάροις, πολλὰ καὶ καλὰ ἀποφηνάμενοι ἔργα, γεννήσαντες παντοίαν ἀρετήν·
而在你们那里,梭伦也因其生育了法律而受到尊敬,其他地方的许多人也是如此,无论是在希腊人中还是在蛮族中,他们展示了许多美丽的功绩,孕育了各种各样的美德。
ὧν καὶ ἱερὰ πολλὰ ἤδη γέγονε διὰ τοὺς τοιούτους παῖδας, διὰ δὲ τοὺς ἀνθρωπίνους οὐδενός πω.
因为这些孩子,他们中已经有许多人建立起了神庙,但因为普通的人类孩子,还没有任何人被建立过神庙。
§210ταῦτα μὲν οὖν τὰ ἐρωτικὰ ἴσως, ὦ Σώκρατες, κἂν σὺ μυηθείης·
在爱欲之事的这些秘密中,苏格拉底,或许连你也能获得启蒙。
τὰ δὲ τέλεα καὶ ἐποπτικά, ὧν ἕνεκα καὶ ταῦτα ἔστιν, ἐάν τις ὀρθῶς μετίῃ, οὐκ οἶδʼ εἰ οἷός τʼ ἂν εἴης.
但对于那些最终的、最高级的观照阶段——而这些也正是为此目的而存在的,如果一个人能正确地追求它们——我不知道你是否有能力做到。
ἐρῶ μὲν οὖν, ἔφη, ἐγὼ καὶ προθυμίας οὐδὲν ἀπολείψω· πειρῶ δὲ ἕπεσθαι, ἂν οἷός τε ᾖς.
不过,”她说,“我会尽我所能向你阐述,毫不保留我的热情;如果可能的话,请努力跟上。
δεῖ γάρ, ἔφη, τὸν ὀρθῶς ἰόντα ἐπὶ τοῦτο τὸ πρᾶγμα ἄρχεσθαι μὲν νέον ὄντα ἰέναι ἐπὶ τὰ καλὰ σώματα, καὶ πρῶτον μέν, ἐὰν ὀρθῶς ἡγῆται ὁ ἡγούμενος, ἑνὸς αὐτὸν σώματος ἐρᾶν καὶ ἐνταῦθα γεννᾶν λόγους καλούς, ἔπειτα δὲ αὐτὸν κατανοῆσαι ὅτι τὸ κάλλος τὸ ἐπὶ ὁτῳοῦν σώματι τῷ ἐπὶ ἑτέρῳ σώματι ἀδελφόν ἐστι, καὶ εἰ δεῖ διώκειν τὸ ἐπʼ εἴδει καλόν, πολλὴ ἄνοια μὴ οὐχ ἕν τε καὶ ταὐτὸν ἡγεῖσθαι τὸ ἐπὶ πᾶσιν τοῖς σώμασι κάλλος·
因为,”她说,“一个正确地走向这一目标的人,必须从年轻时起就走向美丽的身体。 首先,如果引导者正确地引导,他应该只爱一个身体,并在那里产生美丽的言论。 然后,他必须自己认识到,任何一个身体上的美都与另一个身体上的美是相通的;如果必须追求形式上的美,那么认为所有身体上的美不是同一的美,那将是极大的愚蠢。
τοῦτο δʼ ἐννοήσαντα καταστῆναι πάντων τῶν καλῶν σωμάτων ἐραστήν, ἑνὸς δὲ τὸ σφόδρα τοῦτο χαλάσαι καταφρονήσαντα καὶ σμικρὸν ἡγησάμενον·
认识到这一点后,他便会成为所有美丽身体的爱慕者,而对单一身体的那种强烈情欲,他则会轻视并视其为微不足道而淡化下来。
μετὰ δὲ ταῦτα τὸ ἐν ταῖς ψυχαῖς κάλλος τιμιώτερον ἡγήσασθαι τοῦ ἐν τῷ σώματι, ὥστε καὶ ἐὰν ἐπιεικὴς ὢν τὴν ψυχήν τις κἂν σμικρὸν ἄνθος ἔχῃ, ἐξαρκεῖν αὐτῷ καὶ ἐρᾶν καὶ κήδεσθαι καὶ τίκτειν λόγους τοιούτους καὶ ζητεῖν, οἵτινες ποιήσουσι βελτίους τοὺς νέους, ἵνα ἀναγκασθῇ αὖ θεάσασθαι τὸ ἐν τοῖς ἐπιτηδεύμασι καὶ τοῖς νόμοις καλὸν καὶ τοῦτʼ ἰδεῖν ὅτι πᾶν αὐτὸ αὑτῷ συγγενές ἐστιν, ἵνα τὸ περὶ τὸ σῶμα καλὸν σμικρόν τι ἡγήσηται εἶναι·
在此之后,他应该认为灵魂中的美比肉体中的美更值得珍惜。 因此,如果有人灵魂高尚,即使他只有微小的美貌之花,对他来说也足够了,他会去爱,去关怀,去产生并寻找那些能使年轻人变得更好的言论。 这样,他就会被迫再去观照各种行为和法律中的美,并看到这一切都是彼此相通的,从而认为身体上的美是微不足道的东西。
μετὰ δὲ τὰ ἐπιτηδεύματα ἐπὶ τὰς ἐπιστήμας ἀγαγεῖν, ἵνα ἴδῃ αὖ ἐπιστημῶν κάλλος, καὶ βλέπων πρὸς πολὺ ἤδη τὸ καλὸν μηκέτι τὸ παρʼ ἑνί, ὥσπερ οἰκέτης, ἀγαπῶν παιδαρίου κάλλος ἢ ἀνθρώπου τινὸς ἢ ἐπιτηδεύματος ἑνός, δουλεύων φαῦλος ᾖ καὶ σμικρολόγος, ἀλλʼ ἐπὶ τὸ πολὺ πέλαγος τετραμμένος τοῦ καλοῦ καὶ θεωρῶν πολλοὺς καὶ καλοὺς λόγους καὶ μεγαλοπρεπεῖς τίκτῃ καὶ διανοήματα ἐν φιλοσοφίᾳ ἀφθόνῳ, ἕως ἂν ἐνταῦθα ῥωσθεὶς καὶ αὐξηθεὶς κατίδῃ τινὰ ἐπιστήμην μίαν τοιαύτην, ἥ ἐστι καλοῦ τοιοῦδε.
在各种行为之后,他将被引导到各种科学(学问)中,以便他能再次看到科学的美。 当他此时面向那广阔的美时,不再像一个家奴那样,仅仅满足于对一个男孩子、某个人或某一种行为之美的爱,成为一个卑微而狭隘的奴隶。 相反,他转向了美的广阔海洋,在观照中,在源源不断的哲学中产生许多美丽、宏伟的言论和思想,直到他在那里获得力量和成长,最终洞察到某一门独特的科学,它是关于这样一种美的科学。
πειρῶ δέ μοι, ἔφη, τὸν νοῦν προσέχειν ὡς οἷόν τε μάλιστα.
请试着,”她说,“尽可能集中注意力听我讲。 ”

词汇与语法注释

  1. 209aἃ ψυχῇ προσήκει καὶ κυῆσαι καὶ τεκεῖν — 关系代词 ἃ(中性复数)指代灵魂应当孕育的对象,充当无人称动词 προσήκει(适合)的主语。ψυχῇ(与格)是 προσήκει 的补语,不定词 κυῆσαι καὶ τεκεῖν(孕育与生产)具体说明了其内容,构成“灵魂适合孕育与生产之物”的句式。
  2. 210bπολλὴ ἄνοια μὴ οὐχ ἕν τε καὶ ταὐτὸν ἡγεῖσθαι — 由于主句中的 πολλὴ ἄνοια(极大的愚蠢)带有否定意图,因此其后的不定词 ἡγεῖσθαι(认为)使用了双重否定 μὴ οὐχ 来进行否定。这表达了强烈的肯定语气,即“不认为……将是极大的愚蠢”(意味着必须这样认为)。

引用这一段

柏拉图, 会饮篇 §209-210. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg011.humanitext-grc2:209-210

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。