Humanitext Reader

柏拉图 · 会饮篇 §205

广义的爱欲与对善的追求

第 25 段,共 36 段 · 希腊语

内容简介

迪奥蒂玛阐明了广义的爱是所有人对幸福和善的恒常渴望,并用“创作”(poiesis)的类比说明了为何只有其特定子类独占了整体的名字。她同时指出,爱并非寻找自己的另一半,而是追求好的事物。

§205κτήσει γάρ, ἔφη, ἀγαθῶν οἱ εὐδαίμονες εὐδαίμονες, καὶ οὐκέτι προσδεῖ ἐρέσθαι ἵνα τί δὲ βούλεται εὐδαίμων εἶναι ὁ βουλόμενος;
“因为,”她说,“幸福的人之所以幸福,是因为拥有了好的事物,并且再无必要追问:‘那个渴望幸福的人,究竟是为了什么而渴望幸福呢?
ἀλλὰ τέλος δοκεῖ ἔχειν ἡ ἀπόκρισις.
’不,这个回答似乎已经达到了终点。
ἀληθῆ λέγεις, εἶπον ἐγώ.
”“您说得对,”我说。
ταύτην δὴ τὴν βούλησιν καὶ τὸν ἔρωτα τοῦτον πότερα κοινὸν οἴει εἶναι πάντων ἀνθρώπων, καὶ πάντας τἀγαθὰ βούλεσθαι αὑτοῖς εἶναι ἀεί, ἢ πῶς λέγεις;
“那么,你认为这种意愿和这种爱是所有人共有的,所有人都希望好的事物永远属于自己,还是你怎么看?
οὕτως, ἦν δʼ ἐγώ· κοινὸν εἶναι πάντων.
”“就是这样,”我说,“是所有人共有的。
τί δὴ οὖν, ἔφη, ὦ Σώκρατες, οὐ πάντας ἐρᾶν φαμεν, εἴπερ γε πάντες τῶν αὐτῶν ἐρῶσι καὶ ἀεί, ἀλλά τινάς φαμεν ἐρᾶν, τοὺς δʼ οὔ;
”“那么,苏格拉底,”她说,“如果确实所有人都在爱着同样的东西,而且是永远地爱着,为什么我们不说明明所有人都在爱,却说有些人爱,有些人不爱呢?
θαυμάζω, ἦν δʼ ἐγώ, καὶ αὐτός.
”“我自己也很纳闷,”我说。
ἀλλὰ μὴ θαύμαζʼ, ἔφη· ἀφελόντες γὰρ ἄρα τοῦ ἔρωτός τι εἶδος ὀνομάζομεν, τὸ τοῦ ὅλου ἐπιτιθέντες ὄνομα, ἔρωτα, τὰ δὲ ἄλλα ἄλλοις καταχρώμεθα ὀνόμασιν.
“但是不要感到奇怪,”她说,“因为我们其实是把属于爱的一种类型分离出来,赋予它整体的名字,即‘爱’,而对其他类型,我们则使用其他的名字。
ὥσπερ τί;
”“例如什么呢?
ἦν δʼ ἐγώ.
”我说。
ὥσπερ τόδε. οἶσθʼ ὅτι ποίησίς ἐστί τι πολύ·
“就像这样。
ἡ γάρ τοι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ἰόντι ὁτῳοῦν αἰτία πᾶσά ἐστι ποίησις, ὥστε καὶ αἱ ὑπὸ πάσαις ταῖς τέχναις ἐργασίαι ποιήσεις εἰσὶ καὶ οἱ τούτων δημιουργοὶ πάντες ποιηταί.
你知道‘创作’是一个范围很广的概念;因为对于任何从不存在走向存在的事物,凡是促成其转变的原因,全部都是创作,因此,在所有技艺之下所进行的工作都是创作,而这些工作的制作者也全都是创作者。
ἀληθῆ λέγεις.
”“您说得对。
ἀλλʼ ὅμως, ἦ δʼ ἥ, οἶσθʼ ὅτι οὐ καλοῦνται ποιηταὶ ἀλλὰ ἄλλα ἔχουσιν ὀνόματα, ἀπὸ δὲ πάσης τῆς ποιήσεως ἓν μόριον ἀφορισθὲν τὸ περὶ τὴν μουσικὴν καὶ τὰ μέτρα τῷ τοῦ ὅλου ὀνόματι προσαγορεύεται.
”“然而,”她说,“你同样知道,他们并不被称为‘创作者’,而是拥有其他的名字。 从整个创作活动中分出的一小部分——即关于音乐和韵律的部分——却被用整体的名字来称呼。
ποίησις γὰρ τοῦτο μόνον καλεῖται, καὶ οἱ ἔχοντες τοῦτο τὸ μόριον τῆς ποιήσεως ποιηταί.
因为只有这一部分被称为‘创作’,而掌握这部分创作的人被称为‘创作者’。
ἀληθῆ λέγεις, ἔφην.
”“您说得对,”我说。
οὕτω τοίνυν καὶ περὶ τὸν ἔρωτα.
“因此,关于爱也是一样。
τὸ μὲν κεφάλαιόν ἐστι πᾶσα ἡ τῶν ἀγαθῶν ἐπιθυμία καὶ τοῦ εὐδαιμονεῖν ὁ "μέγιστός τε καὶ δολερὸς ἔρως" παντί· ἀλλʼ οἱ μὲν ἄλλῃ τρεπόμενοι πολλαχῇ ἐπʼ αὐτόν, ἢ κατὰ χρηματισμὸν ἢ κατὰ φιλογυμναστίαν ἢ κατὰ φιλοσοφίαν, οὔτε ἐρᾶν καλοῦνται οὔτε ἐρασταί, οἱ δὲ κατὰ ἕν τι εἶδος ἰόντες τε καὶ ἐσπουδακότες τὸ τοῦ ὅλου ὄνομα ἴσχουσιν, ἔρωτά τε καὶ ἐρᾶν καὶ ἐρασταί.
归根结底,一切对好的事物以及获得幸福的渴望,对每个人来说都是‘最大且具有欺骗性的爱’;但是那些通过其他多种途径转向它的人,无论是通过赚钱、热爱体育还是追求智慧,既不被称为在爱,也不被称为爱者;而唯有那些追求并专注于其中某一种特定类型的人,才独占了整体的名字,即‘爱’、‘去爱’和‘爱者’。
κινδυνεύεις ἀληθῆ, ἔφην ἐγώ, λέγειν.
”“您说的似乎是真的,”我说。
καὶ λέγεται μέν γέ τις, ἔφη, λόγος, ὡς οἳ ἂν τὸ ἥμισυ ἑαυτῶν ζητῶσιν, οὗτοι ἐρῶσιν·
“而且有这样一种说法,”她说,“即寻找自己另一半的人才是去爱的人。
ὁ δʼ ἐμὸς λόγος οὔτε ἡμίσεός φησιν εἶναι τὸν ἔρωτα οὔτε ὅλου, ἐὰν μὴ τυγχάνῃ γέ που, ὦ ἑταῖρε, ἀγαθὸν ὄν, ἐπεὶ αὑτῶν γε καὶ πόδας καὶ χεῖρας ἐθέλουσιν ἀποτέμνεσθαι οἱ ἄνθρωποι, ἐὰν αὐτοῖς δοκῇ τὰ ἑαυτῶν πονηρὰ εἶναι.
但我的观点是,朋友啊,除非那另一半或整体恰好是好的,否则爱既不是对一半的爱,也不是对整体的爱;因为人们甚至愿意切除自己的手脚,如果他们认为自己的手脚是有害的话。 ”

词汇与语法注释

  1. 205aἵνα τί — 目的连词 ἵνα 与疑问代词中性单数宾格 τί 的结合,最初是 ἵνα τί γένηται(“为了发生什么事?”)这一表达的省略形式,属于表示“为了什么目的?”或“为什么?”的惯用疑问短语。
  2. 205bἀφελόντες γὰρ ἄρα τοῦ ἔρωτός τι εἶδος — 属格 τοῦ ἔρωτός 既可以作为与分词 ἀφελόντες(源自 ἀφαιρέω,“切下、分离”)连用的分离属格,也可以作为修饰 τι εἶδος(“某一种类”)的部分属格,表示从整体中剥离出特定部分的语境。
  3. 205bἡ γάρ τοι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ἰόντι ὁτῳοῦν αἰτία πᾶσά ἐστι ποίησις — 此处语序发生了倒装。与格短语 ὁτῳοῦν ἰόντι(其中 ἰόντι 是 εἶμι 的现在分词,意为“对于任何从非存在走向存在的事物”)作为主语 αἰτία(原因)的作用对象。整句的核心结构是 πᾶσα αἰτία ἐστὶ ποίησις(“所有的原因都是创作”)。
  4. 205dπαντί — 单数与格 παντί(对每个人而言)修饰自句首 τὸ μὲν κεφάλαιόν ἐστι 开始的整个陈述部分,或特指表语名词 ἔρως,作为关系或利害与格起作用。

引用这一段

柏拉图, 会饮篇 §205. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg011.humanitext-grc2:205

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。