§204ἔχει γὰρ ὧδε.
因为事实是这样的。
θεῶν οὐδεὶς φιλοσοφεῖ οὐδʼ ἐπιθυμεῖ σοφὸς γενέσθαι—ἔστι γάρ—οὐδʼ εἴ τις ἄλλος σοφός, οὐ φιλοσοφεῖ.
神明之中没有一个人追求智慧,也不渴望成为智者——因为他已经是了——而且其他任何已经是智者的人,也都不追求智慧。
οὐδʼ αὖ οἱ ἀμαθεῖς φιλοσοφοῦσιν οὐδʼ ἐπιθυμοῦσι σοφοὶ γενέσθαι· αὐτὸ γὰρ τοῦτό ἐστι χαλεπὸν ἀμαθία, τὸ μὴ ὄντα καλὸν κἀγαθὸν μηδὲ φρόνιμον δοκεῖν αὑτῷ εἶναι ἱκανόν.
另一方面,愚昧的人也不追求智慧,不渴望成为智者;因为这正是愚昧的棘手之处:一个既不美、不善,也不睿智的人,却自以为已经足够。
οὔκουν ἐπιθυμεῖ ὁ μὴ οἰόμενος ἐνδεὴς εἶναι οὗ ἂν μὴ οἴηται ἐπιδεῖσθαι.
因此,那不认为自己缺乏的人,绝不会去渴望他认为自己不需要的东西。
τίνες οὖν, ἔφην ἐγώ, ὦ Διοτίμα, οἱ φιλοσοφοῦντες, εἰ μήτε οἱ σοφοὶ μήτε οἱ ἀμαθεῖς;
“那么,迪奥蒂玛,”我说,“如果既不是智者,也不是愚昧者,那么追求智慧的人到底是谁呢?
δῆλον δή, ἔφη, τοῦτό γε ἤδη καὶ παιδί, ὅτι οἱ μεταξὺ τούτων ἀμφοτέρων, ὧν ἂν εἴη καὶ ὁ Ἔρως.
” “这显然,”她说,“现在连小孩子都明白了:就是介于这两者之间的人,而爱神也就是其中之一。
ἔστιν γὰρ δὴ τῶν καλλίστων ἡ σοφία, Ἔρως δʼ ἐστὶν ἔρως περὶ τὸ καλόν, ὥστε ἀναγκαῖον ἔρωτα φιλόσοφον εἶναι, φιλόσοφον δὲ ὄντα μεταξὺ εἶναι σοφοῦ καὶ ἀμαθοῦς.
因为智慧确实是最美的事物之一,而爱神是对美的爱,所以爱神必然是追求智慧的,而作为追求智慧的人,他必然介于智者与愚昧者之间。
αἰτία δὲ αὐτῷ καὶ τούτων ἡ γένεσις· πατρὸς μὲν γὰρ σοφοῦ ἐστι καὶ εὐπόρου, μητρὸς δὲ οὐ σοφῆς καὶ ἀπόρου.
而造成他这一状况的原因也在于他的出身:因为他出自一个聪明且富有办法的父亲,以及一个不聪明且匮乏的母亲。
ἡ μὲν οὖν φύσις τοῦ δαίμονος, ὦ φίλε Σώκρατες, αὕτη·
亲爱的苏格拉底,这个精灵的本性就是如此。
ὃν δὲ σὺ ᾠήθης ἔρωτα εἶναι, θαυμαστὸν οὐδὲν ἔπαθες.
至于你过去所认为的爱神究竟是什么,你会有那样的想法也并不奇怪。
ᾠήθης δέ, ὡς ἐμοὶ δοκεῖ τεκμαιρομένῃ ἐξ ὧν σὺ λέγεις, τὸ ἐρώμενον ἔρωτα εἶναι, οὐ τὸ ἐρῶν·
在我看来,根据你所说的话来推测,你是把被爱者当成了爱神,而不是把去爱者当成了爱神。
διὰ ταῦτά σοι οἶμαι πάγκαλος ἐφαίνετο ὁ Ἔρως.
我想正是因为这个原因,爱神在你眼里才显得无比美丽。
καὶ γὰρ ἔστι τὸ ἐραστὸν τὸ τῷ ὄντι καλὸν καὶ ἁβρὸν καὶ τέλεον καὶ μακαριστόν· τὸ δέ γε ἐρῶν ἄλλην ἰδέαν τοιαύτην ἔχον, οἵαν ἐγὼ διῆλθον.
因为确实,值得被爱的事物是那真正美丽、娇嫩、完美和幸福的事物;然而,去爱的主体却有着另一种形象,就像我刚才所描述的那样。
καὶ ἐγὼ εἶπον, εἶεν δή, ὦ ξένη, καλῶς γὰρ λέγεις·
”于是我说:“好吧,外邦的女士,您说得很好。
τοιοῦτος ὢν ὁ Ἔρως τίνα χρείαν ἔχει τοῖς ἀνθρώποις;
既然爱神是这样一种存在,他对人类又有什么用处呢?
τοῦτο δὴ μετὰ ταῦτʼ, ἔφη, ὦ Σώκρατες, πειράσομαί σε διδάξαι.
” “苏格拉底,”她说,“在这之后,我这就试着教导你这件事。
ἔστι μὲν γὰρ δὴ τοιοῦτος καὶ οὕτω γεγονὼς ὁ Ἔρως, ἔστι δὲ τῶν καλῶν, ὡς σὺ φῄς.
事实上,爱神确实是这样一种存在,也是这样诞生的,而且正如你所说,他是关乎美的事物的。
εἰ δέ τις ἡμᾶς ἔροιτο· τί τῶν καλῶν ἐστιν ὁ Ἔρως, ὦ Σώκρατές τε καὶ Διοτίμα;
但如果有人问我们:‘苏格拉底、迪奥蒂玛,爱神关乎美的事物,这指的是什么呢?
ὧδε δὲ σαφέστερον· ἐρᾷ ὁ ἐρῶν τῶν καλῶν· τί ἐρᾷ;
’或者更明确地这样问:‘去爱美的事物的人,他是在爱什么?
καὶ ἐγὼ εἶπον ὅτι γενέσθαι αὑτῷ.
’我回答说:“那是为了让它们属于自己。
ἀλλʼ ἔτι ποθεῖ, ἔφη, ἡ ἀπόκρισις ἐρώτησιν τοιάνδε· τί ἔσται ἐκείνῳ ᾧ ἂν γένηται τὰ καλά;
”“但是,”她说,“这个回答还需要追问这样一个问题:‘对于那个得到了美的事物的人,他会得到什么呢?
οὐ πάνυ ἔφην ἔτι ἔχειν ἐγὼ πρὸς ταύτην τὴν ἐρώτησιν προχείρως ἀποκρίνασθαι.
’”我说,对于这第二个问题,我已经不怎么能立刻回答出来了。
ἀλλʼ, ἔφη, ὥσπερ ἂν εἴ τις μεταβαλὼν ἀντὶ τοῦ καλοῦ τῷ ἀγαθῷ χρώμενος πυνθάνοιτο· φέρε, ὦ Σώκρατες, ἐρᾷ ὁ ἐρῶν τῶν ἀγαθῶν· τί ἐρᾷ;
“那么,”她说,“就像是有人调换一下,用‘好的事物’代替‘美的事物’来提问一样:‘来吧,苏格拉底,去爱好的事物的人,他在爱什么?
γενέσθαι, ἦν δʼ ἐγώ, αὑτῷ.
’”“为了让它们属于自己,”我说。
καὶ τί ἔσται ἐκείνῳ ᾧ ἂν γένηται τἀγαθά;
“那么,对于得到了好的事物的人,他又会得到什么呢?
τοῦτʼ εὐπορώτερον, ἦν δʼ ἐγώ, ἔχω ἀποκρίνασθαι, ὅτι εὐδαίμων ἔσται.
”“这个,”我说,“我更容易回答了:他将会是幸福的。 ”