Humanitext Reader

柏拉图 · 会饮篇 §203

波洛斯与佩尼亚之子爱神的诞生神话与本性

第 23 段,共 36 段 · 希腊语

内容简介

迪奥提玛阐述了作为神凡中介的精灵之作用,并将爱神归于其中。接着,她讲述了爱神诞生自波洛斯与佩尼亚的神话,说明他如何继承了父母双方截然相反的特质,从而成为一种处于两者之间、不断追求美德与智慧的存在。

§203διὰ τούτου καὶ ἡ μαντικὴ πᾶσα χωρεῖ καὶ ἡ τῶν ἱερέων τέχνη τῶν τε περὶ τὰς θυσίας καὶ τελετὰς καὶ τὰς ἐπῳδὰς καὶ τὴν μαντείαν πᾶσαν καὶ γοητείαν.
通过它,所有的占卜术以及祭司们关于祭祀、仪轨、咒语、一切预言和巫术的技艺,得以进行。
θεὸς δὲ ἀνθρώπῳ οὐ μείγνυται, ἀλλὰ διὰ τούτου πᾶσά ἐστιν ἡ ὁμιλία καὶ ἡ διάλεκτος θεοῖς πρὸς ἀνθρώπους, καὶ ἐγρηγορόσι καὶ καθεύδουσι·
神不与人直接交往,而神明与人类之间的一切交往和对话,无论是在醒着还是在睡梦中,都是通过它来进行的。
καὶ ὁ μὲν περὶ τὰ τοιαῦτα σοφὸς δαιμόνιος ἀνήρ, ὁ δὲ ἄλλο τι σοφὸς ὢν ἢ περὶ τέχνας ἢ χειρουργίας τινὰς βάναυσος.
在这些事情上聪慧的人是具有精灵气质的人,而那些在其他事情上,无论是技艺还是某种手艺上聪慧的人,只是庸俗的工匠。
οὗτοι δὴ οἱ δαίμονες πολλοὶ καὶ παντοδαποί εἰσιν, εἷς δὲ τούτων ἐστὶ καὶ ὁ Ἔρως.
这些精灵确实为数众多且千差万别,而爱神也就是其中之一。
πατρὸς δέ, ἦν δʼ ἐγώ, τίνος ἐστὶ καὶ μητρός;
“那么,”我说,“他的父亲是谁,母亲又是谁呢?
μακρότερον μέν, ἔφη, διηγήσασθαι· ὅμως δέ σοι ἐρῶ.
” “讲起来话就长了,”她说,“但我还是要告诉你。
ὅτε γὰρ ἐγένετο ἡ Ἀφροδίτη, ἡστιῶντο οἱ θεοὶ οἵ τε ἄλλοι καὶ ὁ τῆς Μήτιδος ὑὸς Πόρος.
当阿佛洛狄忒诞生时,神明们正在举行宴会,除了其他神明,还有墨提斯之子波洛斯。
ἐπειδὴ δὲ ἐδείπνησαν, προσαιτήσουσα οἷον δὴ εὐωχίας οὔσης ἀφίκετο ἡ Πενία, καὶ ἦν περὶ τὰς θύρας.
当他们吃完饭后,因为有这场盛宴,佩尼亚前来乞讨,待在门旁。
ὁ οὖν Πόρος μεθυσθεὶς τοῦ νέκταρος— οἶνος γὰρ οὔπω ἦν—εἰς τὸν τοῦ Διὸς κῆπον εἰσελθὼν βεβαρημένος ηὗδεν.
这时,波洛斯喝神蜜醉了——因为那时还没有酒——走进宙斯的庭院,醉得沉甸甸地睡着了。
ἡ οὖν Πενία ἐπιβουλεύουσα διὰ τὴν αὑτῆς ἀπορίαν παιδίον ποιήσασθαι ἐκ τοῦ Πόρου, κατακλίνεταί τε παρʼ αὐτῷ καὶ ἐκύησε τὸν ἔρωτα.
于是,佩尼亚由于自身的匮乏,密谋要从波洛斯那里得到一个孩子,便在他身边躺下,并怀上了爱神。
διὸ δὴ καὶ τῆς Ἀφροδίτης ἀκόλουθος καὶ θεράπων γέγονεν ὁ Ἔρως, γεννηθεὶς ἐν τοῖς ἐκείνης γενεθλίοις, καὶ ἅμα φύσει ἐραστὴς ὢν περὶ τὸ καλὸν καὶ τῆς Ἀφροδίτης καλῆς οὔσης.
因此,爱神在阿佛洛狄忒诞生之日出生,便成了她的侍从和仆人,同时由于阿佛洛狄忒本身是美丽的,他天生就是美的事物的爱慕者。
ἅτε οὖν Πόρου καὶ Πενίας ὑὸς ὢν ὁ Ἔρως ἐν τοιαύτῃ τύχῃ καθέστηκεν. πρῶτον μὲν πένης ἀεί ἐστι, καὶ πολλοῦ δεῖ ἁπαλός τε καὶ καλός, οἷον οἱ πολλοὶ οἴονται, ἀλλὰ σκληρὸς καὶ αὐχμηρὸς καὶ ἀνυπόδητος καὶ ἄοικος, χαμαιπετὴς ἀεὶ ὢν καὶ ἄστρωτος, ἐπὶ θύραις καὶ ἐν ὁδοῖς ὑπαίθριος κοιμώμενος, τὴν τῆς μητρὸς φύσιν ἔχων, ἀεὶ ἐνδείᾳ σύνοικος.
因此,作为波洛斯与佩尼亚之子的爱神,处于这样一种境遇:首先,他总是贫穷的,绝不像大多数人想象的那样娇嫩和美丽,而是粗糙、肮脏、光着脚、没有家,总是睡在地上、没有铺盖,露天睡在门旁和路边,承袭了母亲的本性,总是与匮乏相伴。
κατὰ δὲ αὖ τὸν πατέρα ἐπίβουλός ἐστι τοῖς καλοῖς καὶ τοῖς ἀγαθοῖς, ἀνδρεῖος ὢν καὶ ἴτης καὶ σύντονος, θηρευτὴς δεινός, ἀεί τινας πλέκων μηχανάς, καὶ φρονήσεως ἐπιθυμητὴς καὶ πόριμος, φιλοσοφῶν διὰ παντὸς τοῦ βίου, δεινὸς γόης καὶ φαρμακεὺς καὶ σοφιστής·
但另一方面,承袭了父亲,他觊觎着美与好的事物,他勇敢、果敢而坚毅,是一个可怕的猎手,总是编织着各种计谋,对智慧充满渴望且办法层出不穷,一生都在追求智慧,是一个可怕的行法术者、药剂师和诡辩家。
καὶ οὔτε ὡς ἀθάνατος πέφυκεν οὔτε ὡς θνητός, ἀλλὰ τοτὲ μὲν τῆς αὐτῆς ἡμέρας θάλλει τε καὶ ζῇ, ὅταν εὐπορήσῃ, τοτὲ δὲ ἀποθνῄσκει, πάλιν δὲ ἀναβιώσκεται διὰ τὴν τοῦ πατρὸς φύσιν, τὸ δὲ ποριζόμενον ἀεὶ ὑπεκρεῖ, ὥστε οὔτε ἀπορεῖ Ἔρως ποτὲ οὔτε πλουτεῖ, σοφίας τε αὖ καὶ ἀμαθίας ἐν μέσῳ ἐστίν.
他天生既非不死,亦非凡人,而是在同一天里,当他充裕时,便蓬勃生长、充满生机,而当他匮乏时,便会死去,接着又因父亲的本性而重新复活。 然而,他所得到的东西总是悄悄流失,因此爱神既不贫穷,也不富有,并且同样介于智慧与愚昧之间。

词汇与语法注释

  1. 203aὁ δὲ ἄλλο τι σοφὸς ὢν ἢ περὶ τέχνας ἢ χειρουργίας τινὰς βάναυσος — 与前文关于在精灵事物上聪慧的人相对比。“其他某事”(ἄλλο τι)作关系宾格(副词性宾格),修饰分词“聪慧”(σοφὸς ὢν)。此处省略了系动词“是”(ἐστίν),其表语为“庸俗的工匠”(βάναυσος)。
  2. 203bπροσαιτήσουσα οἷον δὴ εὐωχίας οὔσης — 阴性单数主格的将来分词“为了乞讨”(προσαιτήσουσα)表示主语佩尼亚的目的。接下来的“因为有宴会”是一个由“既然/好像”(οἷον δὴ)引导的属格绝对结构(εὐωχίας οὔσης),用以提示一个主观或公认的理由。
  3. 203cπολλοῦ δεῖ ἁπαλός τε καὶ καλός — 习惯词组“远非/差得远”(πολλοῦ δεῖ)(直译为“缺得多”)在此用作副词性修饰语,强烈否定其后的形容词“娇嫩和美丽”(ἁπαλός τε καὶ καλός),表示爱神根本不具备这些品质。
  4. 203eτὸ δὲ ποριζόμενον ἀεὶ ὑπεκρεῖ — 主语是名词化的现在时中性单数分词“所获得的东西”(τὸ ποριζόμενον)。动词“悄悄流失/流走”(ὑπεκρεῖ)生动地描绘了他所获取的资源随得随失、无法留存的流动状态。

引用这一段

柏拉图, 会饮篇 §203. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg011.humanitext-grc2:203

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。