§202μάλιστά γε.
“确实如此,”她说。
ἦ καὶ ἂν μὴ σοφόν, ἀμαθές;
“那么,不智慧的东西,就是愚昧的吗?
ἢ οὐκ ᾔσθησαι ὅτι ἔστιν τι μεταξὺ σοφίας καὶ ἀμαθίας;
还是说,你没有注意到在智慧与愚昧之间还有某种东西?
τί τοῦτο;
”“这是什么?
τὸ ὀρθὰ δοξάζειν καὶ ἄνευ τοῦ ἔχειν λόγον δοῦναι οὐκ οἶσθʼ, ἔφη, ὅτι οὔτε ἐπίστασθαί ἐστιν—ἄλογον γὰρ πρᾶγμα πῶς ἂν εἴη ἐπιστήμη;
”“你难道不知道,”她说,“拥有正确的意见而无法给出论证,这既非理解——因为一个没有理性的事物怎能是知识?
—οὔτε ἀμαθία—τὸ γὰρ τοῦ ὄντος τυγχάνον πῶς ἂν εἴη ἀμαθία;
——也非愚昧——因为击中真实存在的东西怎能是愚昧?
—ἔστι δὲ δήπου τοιοῦτον ἡ ὀρθὴ δόξα, μεταξὺ φρονήσεως καὶ ἀμαθίας.
因此,正确的意见必然是诸如此类的东西,介于明智与愚昧之间。
ἀληθῆ, ἦν δʼ ἐγώ, λέγεις.
”“你说得对,”我说。
μὴ τοίνυν ἀνάγκαζε ὃ μὴ καλόν ἐστιν αἰσχρὸν εἶναι, μηδὲ ὃ μὴ ἀγαθόν, κακόν.
“那么,不要强求不美的东西必须是丑的,也不要强求不好的东西必须是坏的。
οὕτω δὲ καὶ τὸν ἔρωτα ἐπειδὴ αὐτὸς ὁμολογεῖς μὴ εἶναι ἀγαθὸν μηδὲ καλόν, μηδέν τι μᾶλλον οἴου δεῖν αὐτὸν αἰσχρὸν καὶ κακὸν εἶναι, ἀλλά τι μεταξύ, ἔφη, τούτοιν.
同样地,关于爱神,既然你搬出自己的话承认他既不好也不美,那就绝不要认为他必须是丑的和坏的,而要认为他是”她说,“介于这两者之间的某种东西。
καὶ μήν, ἦν δʼ ἐγώ, ὁμολογεῖταί γε παρὰ πάντων μέγας θεὸς εἶναι.
”“然而,”我说,“大家一致公认他是一位伟大的神。
τῶν μὴ εἰδότων, ἔφη, πάντων λέγεις, ἢ καὶ τῶν εἰδότων;
”“你说的‘大家’是指那些不知道的人,”她说,“还是也包括那些知道的人?
συμπάντων μὲν οὖν.
”“包括所有人。
καὶ ἣ γελάσασα καὶ πῶς ἄν, ἔφη, ὦ Σώκρατες, ὁμολογοῖτο μέγας θεὸς εἶναι παρὰ τούτων, οἵ φασιν αὐτὸν οὐδὲ θεὸν εἶναι;
”她笑着说:“苏格拉底啊,那些甚至说他根本不是神的人,怎能一致公认他是一位伟大的神呢?
τίνες οὗτοι;
”“这些人是谁?
ἦν δʼ ἐγώ.
”我说。
εἷς μέν, ἔφη, σύ, μία δʼ ἐγώ.
“一个是你,”她说,“另一个是我。
κἀγὼ εἶπον, πῶς τοῦτο, ἔφην, λέγεις;
”我说:“你怎么能这样说呢?
καὶ ἥ, ῥᾳδίως, ἔφη.
”她说:“很容易。
λέγε γάρ μοι, οὐ πάντας θεοὺς φῂς εὐδαίμονας εἶναι καὶ καλούς;
请告诉我,你难道不认为所有的神都是幸福且美丽的吗?
ἢ τολμήσαις ἄν τινα μὴ φάναι καλόν τε καὶ εὐδαίμονα θεῶν εἶναι;
还是说,你敢断言神明之中有谁是不美或不幸福的?
μὰ Δίʼ οὐκ ἔγωγʼ, ἔφην.
”“凭宙斯起誓,我绝不,”我说。
εὐδαίμονας δὲ δὴ λέγεις οὐ τοὺς τἀγαθὰ καὶ τὰ καλὰ κεκτημένους;
“而你所说的幸福,不正是指那些占有了好和美的事物的人吗?
πάνυ γε.
”“当然是。
ἀλλὰ μὴν Ἔρωτά γε ὡμολόγηκας διʼ ἔνδειαν τῶν ἀγαθῶν καὶ καλῶν ἐπιθυμεῖν αὐτῶν τούτων ὧν ἐνδεής ἐστιν.
” “但是,你已经承认,爱神因为缺乏好和美的事物,所以渴望着他所缺乏的这些东西。
ὡμολόγηκα γάρ.
”“我确实承认了。
πῶς ἂν οὖν θεὸς εἴη ὅ γε τῶν καλῶν καὶ ἀγαθῶν ἄμοιρος;
”“那么,一个不分享美和好的事物的人,怎能是神呢?
οὐδαμῶς, ὥς γʼ ἔοικεν.
”“绝不可能,看起来确实如此。
ὁρᾷς οὖν, ἔφη, ὅτι καὶ σὺ ἔρωτα οὐ θεὸν νομίζεις;
”“那么,你看到了吗,”她说,“你也不认为爱神是神?
τί οὖν ἄν, ἔφην, εἴη ὁ Ἔρως;
”“那么,爱神会是什么呢?
θνητός;
”我说。
ἥκιστά γε.
“凡人吗?
ἀλλὰ τί μήν;
”“绝非如此。
ὥσπερ τὰ πρότερα, ἔφη, μεταξὺ θνητοῦ καὶ ἀθανάτου.
”“那到底是什么呢?
τί οὖν, ὦ Διοτίμα;
”“就像前面的情况一样,”她说,“是介于凡人与不死者之间。
δαίμων μέγας, ὦ Σώκρατες·
”“那是什么,迪奥提玛?
καὶ γὰρ πᾶν τὸ δαιμόνιον μεταξύ ἐστι θεοῦ τε καὶ θνητοῦ.
”“是一个伟大的精灵(达蒙),苏格拉底;因为所有属于精灵(达蒙)的事物都介于神与凡人之间。
τίνα, ἦν δʼ ἐγώ, δύναμιν ἔχον;
”“它具有什么力量呢?
ἑρμηνεῦον καὶ διαπορθμεῦον θεοῖς τὰ παρʼ ἀνθρώπων καὶ ἀνθρώποις τὰ παρὰ θεῶν, τῶν μὲν τὰς δεήσεις καὶ θυσίας, τῶν δὲ τὰς ἐπιτάξεις τε καὶ ἀμοιβὰς τῶν θυσιῶν, ἐν μέσῳ δὲ ὂν ἀμφοτέρων συμπληροῖ, ὥστε τὸ πᾶν αὐτὸ αὑτῷ συνδεδέσθαι.
”我说。 “它为神明翻译和传送来自凡人的事物,为凡人翻译和传送来自神明的事物——将凡人的祈祷和祭祀传送给神明,将神明的命令和对祭祀的回报传送给凡人。 由于它处于两者之间,它充实了整体,从而使宇宙万物自身联结为一个整体。 ”