§201ναί, φάναι.
“是的,”他说。
ἐπὶ δὴ τούτοις ἀναμνήσθητι τίνων ἔφησθα ἐν τῷ λόγῳ εἶναι τὸν ἔρωτα· εἰ δὲ βούλει, ἐγώ σε ἀναμνήσω.
“那么,在这些基础之上,请回忆一下,你在演说中曾说过,爱神是对什么东西的爱;如果你愿意,我来让你回想起来。
οἶμαι γάρ σε οὑτωσί πως εἰπεῖν, ὅτι τοῖς θεοῖς κατεσκευάσθη τὰ πράγματα διʼ ἔρωτα καλῶν· αἰσχρῶν γὰρ οὐκ εἴη ἔρως.
因为我想你大概是这样说的:诸神的事情是通过对美的事物的爱来安排的,因为对丑的事物是不会有爱的。
οὐχ οὑτωσί πως ἔλεγες;
你难道不是大概这样说的吗?
εἶπον γάρ, φάναι τὸν Ἀγάθωνα.
”“我确实说过,”阿加通说。
καὶ ἐπιεικῶς γε λέγεις, ὦ ἑταῖρε, φάναι τὸν Σωκράτη· καὶ εἰ τοῦτο οὕτως ἔχει, ἄλλο τι ὁ Ἔρως κάλλους ἂν εἴη ἔρως, αἴσχους δὲ οὔ;
“而你说得很得当,朋友,”苏格拉底说;“而如果情况确实如此,那么爱神岂不就是对美的爱,而不是对丑的爱吗?
ὡμολόγει.
”他表示同意。
οὐκοῦν ὡμολόγηται, οὗ ἐνδεής ἐστι καὶ μὴ ἔχει, τούτου ἐρᾶν;
“那么,已经达成合意的是,爱神所爱的是他所缺乏且不拥有的东西吗?
ναί, εἰπεῖν.
”“是的,”他说。
ἐνδεὴς ἄρʼ ἐστὶ καὶ οὐκ ἔχει ὁ Ἔρως κάλλος.
“那么,爱神确实缺乏美,且不拥有美。
ἀνάγκη, φάναι.
”“必然如此,”他说。
τί δέ;
“那又怎么说?
τὸ ἐνδεὲς κάλλους καὶ μηδαμῇ κεκτημένον κάλλος ἆρα λέγεις σὺ καλὸν εἶναι;
对于那缺乏美、且全然不占有美的事物,你会说它是美的吗?
οὐ δῆτα.
”“绝不。
ἔτι οὖν ὁμολογεῖς ἔρωτα καλὸν εἶναι, εἰ ταῦτα οὕτως ἔχει;
”“那么,如果情况确实如此,你还会同意爱神是美的吗?
καὶ τὸν Ἀγάθωνα εἰπεῖν κινδυνεύω, ὦ Σώκρατες, οὐδὲν εἰδέναι ὧν τότε εἶπον.
”阿加通说:“苏格拉底啊,我恐怕对自己当时所说的话一无所知。
καὶ μὴν καλῶς γε εἶπες, φάναι, ὦ Ἀγάθων.
” “然而,你当时说得确实很好,阿加通,”他说。
ἀλλὰ σμικρὸν ἔτι εἰπέ· τἀγαθὰ οὐ καὶ καλὰ δοκεῖ σοι εἶναι;
“但请再告诉我一小点:在你看来,好的事物不也同样是美的吗?
ἔμοιγε.
”“在我看来是的。
εἰ ἄρα ὁ Ἔρως τῶν καλῶν ἐνδεής ἐστι, τὰ δὲ ἀγαθὰ καλά, κἂν τῶν ἀγαθῶν ἐνδεὴς εἴη.
”“那么,如果爱神缺乏美的事物,而好的事物又是美的,他也会缺乏好的事物。
ἐγώ, φάναι, ὦ Σώκρατες, σοὶ οὐκ ἂν δυναίμην ἀντιλέγειν, ἀλλʼ οὕτως ἐχέτω ὡς σὺ λέγεις.
”他说:“苏格拉底啊,我无法反驳你,就按你说的办吧。
οὐ μὲν οὖν τῇ ἀληθείᾳ, φάναι, ὦ φιλούμενε Ἀγάθων, δύνασαι ἀντιλέγειν, ἐπεὶ Σωκράτει γε οὐδὲν χαλεπόν. καὶ σὲ μέν γε ἤδη ἐάσω·
”“并非如此,我亲爱的阿加通,你无法反驳的是真理,”苏格拉底说,“因为反驳苏格拉底一点也不难。
τὸν δὲ λόγον τὸν περὶ τοῦ Ἔρωτος, ὅν ποτʼ ἤκουσα γυναικὸς Μαντινικῆς Διοτίμας, ἣ ταῦτά τε σοφὴ ἦν καὶ ἄλλα πολλά—καὶ Ἀθηναίοις ποτὲ θυσαμένοις πρὸ τοῦ λοιμοῦ δέκα ἔτη ἀναβολὴν ἐποίησε τῆς νόσου, ἣ δὴ καὶ ἐμὲ τὰ ἐρωτικὰ ἐδίδαξεν—ὃν οὖν ἐκείνη ἔλεγε λόγον, πειράσομαι ὑμῖν διελθεῖν ἐκ τῶν ὡμολογημένων ἐμοὶ καὶ Ἀγάθωνι, αὐτὸς ἐπʼ ἐμαυτοῦ, ὅπως ἂν δύνωμαι.
所以,我就先放过你吧;但关于爱神的讲论,是我曾从曼提尼亚的一个妇女迪奥提玛那里听来的——她在这些事以及许多其他事上都很智慧,而且在瘟疫发生前,曾通过让雅典人献祭,使该疾病延迟了十年发生,正是她教会了我关于爱的学问——她所说的这番话,我将尝试在我和阿加通已经达成的合意基础上,由我自己,尽我所能地向你们陈述出来。
δεῖ δή, ὦ Ἀγάθων, ὥσπερ σὺ διηγήσω, διελθεῖν αὐτὸν πρῶτον, τίς ἐστιν ὁ Ἔρως καὶ ποῖός τις, ἔπειτα τὰ ἔργα αὐτοῦ.
阿加通啊,确实必须像你刚才阐述的那样,首先说明爱神是谁、是什么样的人,然后说明他的作为。
δοκεῖ οὖν μοι ῥᾷστον εἶναι οὕτω διελθεῖν, ὥς ποτέ με ἡ ξένη ἀνακρίνουσα διῄει.
在我看来,最容易的方式是按照那位异邦女子当年通过询问我而向我阐述的那种方式来进行。
σχεδὸν γάρ τι καὶ ἐγὼ πρὸς αὐτὴν ἕτερα τοιαῦτα ἔλεγον οἷάπερ νῦν πρὸς ἐμὲ Ἀγάθων, ὡς εἴη ὁ Ἔρως μέγας θεός, εἴη δὲ τῶν καλῶν· ἤλεγχε δή με τούτοις τοῖς λόγοις οἷσπερ ἐγὼ τοῦτον, ὡς οὔτε καλὸς εἴη κατὰ τὸν ἐμὸν λόγον οὔτε ἀγαθός.
因为我当时对她所说的话,也和刚才阿加通对我说的大致相同:即爱神是一位伟大的神,并且是属于美的事物的;而她确实用我反驳他的那些论点反驳了我,指出按照我自己的说法,爱神既不美也不好。
καὶ ἐγώ, πῶς λέγεις, ἔφην, ὦ Διοτίμα;
于是我说:‘迪奥提玛,你这是什么意思?
αἰσχρὸς ἄρα ὁ Ἔρως ἐστὶ καὶ κακός;
难道爱神是丑的、坏的吗?
καὶ ἥ, οὐκ εὐφημήσεις; ἔφη·
’而她说:‘别胡说!
ἢ οἴει, ὅτι ἂν μὴ καλὸν ᾖ, ἀναγκαῖον αὐτὸ εἶναι αἰσχρόν;
难道你以为,不美的东西就必然是丑的吗? ’”