§200τοῦτο μὲν τοίνυν, εἰπεῖν τὸν Σωκράτη, φύλαξον παρὰ σαυτῷ μεμνημένος ὅτου· τοσόνδε δὲ εἰπέ, πότερον ὁ Ἔρως ἐκείνου οὗ ἔστιν ἔρως, ἐπιθυμεῖ αὐτοῦ ἢ οὔ;
“那么,这一件,”苏格拉底说,“你要记在心里,记住它是谁的;但请告诉我这一点:爱神对于自己作为其爱的那一对象,是渴望它,还是不渴望?
πάνυ γε, φάναι.
”“当然渴望,”他说。
πότερον ἔχων αὐτὸ οὗ ἐπιθυμεῖ τε καὶ ἐρᾷ, εἶτα ἐπιθυμεῖ τε καὶ ἐρᾷ, ἢ οὐκ ἔχων;
“那么,他是拥有着自己所渴望和爱的那样东西,进而渴望和爱它,还是在不拥有它的时候渴望和爱它呢?
οὐκ ἔχων, ὡς τὸ εἰκός γε, φάναι.
”“在不拥有的时候,这似乎是合乎常理的,”他说。
σκόπει δή, εἰπεῖν τὸν Σωκράτη, ἀντὶ τοῦ εἰκότος εἰ ἀνάγκη οὕτως, τὸ ἐπιθυμοῦν ἐπιθυμεῖν οὗ ἐνδεές ἐστιν, ἢ μὴ ἐπιθυμεῖν, ἐὰν μὴ ἐνδεὲς ᾖ;
“那么,请考虑一下,”苏格拉底说,“不要说‘似乎合乎常理’,而是看是否必然如此:渴望者渴望他所缺乏的东西,而如果不缺乏,就不渴望?
ἐμοὶ μὲν γὰρ θαυμαστῶς δοκεῖ, ὦ Ἀγάθων, ὡς ἀνάγκη εἶναι· σοὶ δὲ πῶς;
因为在我看来,阿加通啊,这必然是如此,简直妙不可言;你觉得呢?
κἀμοί, φάναι, δοκεῖ.
”“我觉得也是如此,”他说。
καλῶς λέγεις.
“说得好。
ἆρʼ οὖν βούλοιτʼ ἄν τις μέγας ὢν μέγας εἶναι, ἢ ἰσχυρὸς ὢν ἰσχυρός;
那么,一个高大的人会希望自己高大,或者一个强壮的人会希望自己强壮吗?
ἀδύνατον ἐκ τῶν ὡμολογημένων.
”“根据已经同意的结论,这是不可能的。
οὐ γάρ που ἐνδεὴς ἂν εἴη τούτων ὅ γε ὤν.
”“因为,已经是这样的人,绝不会缺乏这些东西。
ἀληθῆ λέγεις.
”“你说得对。
εἰ γὰρ καὶ ἰσχυρὸς ὢν βούλοιτο ἰσχυρὸς εἶναι, φάναι τὸν Σωκράτη, καὶ ταχὺς ὢν ταχύς, καὶ ὑγιὴς ὢν ὑγιής—ἴσως γὰρ ἄν τις ταῦτα οἰηθείη καὶ πάντα τὰ τοιαῦτα τοὺς ὄντας τε τοιούτους καὶ ἔχοντας ταῦτα τούτων ἅπερ ἔχουσι καὶ ἐπιθυμεῖν, ἵνʼ οὖν μὴ ἐξαπατηθῶμεν, τούτου ἕνεκα λέγω— τούτοις γάρ, ὦ Ἀγάθων, εἰ ἐννοεῖς, ἔχειν μὲν ἕκαστα τούτων ἐν τῷ παρόντι ἀνάγκη ἃ ἔχουσιν, ἐάντε βούλωνται ἐάντε μή, καὶ τούτου γε δήπου τίς ἂν ἐπιθυμήσειεν;
”“因为,”苏格拉底说,“即使一个强壮的人希望自己强壮,快速的人希望自己快速,健康的人希望自己健康——因为或许有人会这样想,认为那些已经是这样的人、并拥有这些品质的人,也渴望他们已经拥有的这些东西,因此为了不让我们受骗,我才这样说——阿加通啊,因为如果你仔细想想,对于这些人来说,他们在当下必然拥有他们所拥有的每一样东西,不管他们愿意还是不愿意,而对于这一点,又有谁会去渴望呢?
ἀλλʼ ὅταν τις λέγῃ ὅτι ἐγὼ ὑγιαίνων βούλομαι καὶ ὑγιαίνειν, καὶ πλουτῶν βούλομαι καὶ πλουτεῖν, καὶ ἐπιθυμῶ αὐτῶν τούτων ἃ ἔχω, εἴποιμεν ἂν αὐτῷ ὅτι σύ, ὦ ἄνθρωπε, πλοῦτον κεκτημένος καὶ ὑγίειαν καὶ ἰσχὺν βούλει καὶ εἰς τὸν ἔπειτα χρόνον ταῦτα κεκτῆσθαι, ἐπεὶ ἐν τῷ γε νῦν παρόντι, εἴτε βούλει εἴτε μή, ἔχεις·
但如果有人说:‘我虽然健康,但我也希望健康’,‘我虽然富有,但也希望富有,我渴望我拥有的这些东西。 ’我们会对他说:‘朋友啊,你既然已经拥有了财富、健康和力量,你其实是希望在未来的时间里也拥有这些,因为在当下,无论你想不想,你都已经拥有它们了。
σκόπει οὖν, ὅταν τοῦτο λέγῃς, ὅτι ἐπιθυμῶ τῶν παρόντων, εἰ ἄλλο τι λέγεις ἢ τόδε, ὅτι βούλομαι τὰ νῦν παρόντα καὶ εἰς τὸν ἔπειτα χρόνον παρεῖναι.
所以请考虑一下,当你这样说:“我渴望当下的事物”时,你说的难道不是这个意思吗:“我希望现在在场的事物在未来的时间里也同样在场。
ἄλλο τι ὁμολογοῖ ἄν;
”他会同意别的意思吗?
Συμφάναι ἔφη τὸν Ἀγάθωνα.
’他说阿加通表示赞同。
εἰπεῖν δὴ τὸν Σωκράτη, οὐκοῦν τοῦτό γʼ ἐστὶν ἐκείνου ἐρᾶν, ὃ οὔπω ἕτοιμον αὐτῷ ἐστιν οὐδὲ ἔχει, τὸ εἰς τὸν ἔπειτα χρόνον ταῦτα εἶναι αὐτῷ σῳζόμενα καὶ παρόντα;
”苏格拉底于是说:“那么,这不就是去爱那对他来说尚未准备就绪、他也尚未拥有的东西,即这些东西在未来的时间里对他而言得以保存并在场吗?
πάνυ γε, φάναι.
” “完全如此,”他说。
καὶ οὗτος ἄρα καὶ ἄλλος πᾶς ὁ ἐπιθυμῶν τοῦ μὴ ἑτοίμου ἐπιθυμεῖ καὶ τοῦ μὴ παρόντος, καὶ ὃ μὴ ἔχει καὶ ὃ μὴ ἔστιν αὐτὸς καὶ οὗ ἐνδεής ἐστι, τοιαῦτʼ ἄττα ἐστὶν ὧν ἡ ἐπιθυμία τε καὶ ὁ ἔρως ἐστίν;
“因此,他以及其他所有渴望的人,所渴望的都是那尚未准备就绪的、不当下的,以及自己不拥有的、自己不是的、自己所缺乏的东西——欲求和爱所针对的,就是这类东西,难道不是吗?
πάνυ γʼ, εἰπεῖν.
”“完全是的,”他说。
ἴθι δή, φάναι τὸν Σωκράτη, ἀνομολογησώμεθα τὰ εἰρημένα.
“来吧,”苏格拉底说,“让我们重新确认已经说过的这些话。
ἄλλο τι ἔστιν ὁ Ἔρως πρῶτον μὲν τινῶν, ἔπειτα τούτων ὧν ἂν ἔνδεια παρῇ αὐτῷ;
爱神首先是某些东西的爱,其次是那些他自身存在着匮乏的东西的爱,难道不是这样吗? ”