Humanitext Reader

柏拉图 · 会饮篇 §199

苏格拉底获准直陈真理并向阿加通发问

第 19 段,共 36 段 · 希腊语

内容简介

苏格拉底在赞美阿加通演说的同时承认了自己的无知,并获得帕德罗斯的许可,得以用自己的方式只讲述真理。接着,他与阿加通展开问答,以探讨爱神是否是“属于某人(某事)的爱”。

§199διὰ ταῦτα δὴ οἶμαι πάντα λόγον κινοῦντες ἀνατίθετε τῷ Ἔρωτι, καί φατε αὐτὸν τοιοῦτόν τε εἶναι καὶ τοσούτων αἴτιον, ὅπως ἂν φαίνηται ὡς κάλλιστος καὶ ἄριστος, δῆλον ὅτι τοῖς μὴ γιγνώσκουσιν—οὐ γὰρ δήπου τοῖς γε εἰδόσιν—καὶ καλῶς γʼ ἔχει καὶ σεμνῶς ὁ ἔπαινος.
确实,我想正是由于这些原因,你们动用了一切言辞,把一切都归功于爱神,并且说他是这样的一位神,是如此多事物的起因,以便在那些不了解他的人面前——因为绝不是在了解他的人面前——显得尽可能美丽和优秀。 这样,这种赞美确实显得美妙而庄严。
ἀλλὰ γὰρ ἐγὼ οὐκ ᾔδη ἄρα τὸν τρόπον τοῦ ἐπαίνου, οὐ δʼ εἰδὼς ὑμῖν ὡμολόγησα καὶ αὐτὸς ἐν τῷ μέρει ἐπαινέσεσθαι.
然而,我其实根本不知道赞美的方式,而且在不知道的情况下,我竟然答应你们轮到我时也来赞美他。
"ἡ γλῶσσα" οὖν ὑπέσχετο, "ἡ δὲ φρὴν" οὔ· χαιρέτω δή.
“舌头”承诺了,“心”却未承诺;那就让这诺言见鬼去吧。
οὐ γὰρ ἔτι ἐγκωμιάζω τοῦτον τὸν τρόπον—οὐ γὰρ ἂν δυναίμην—οὐ μέντοι ἀλλὰ τά γε ἀληθῆ, εἰ βούλεσθε, ἐθέλω εἰπεῖν κατʼ ἐμαυτόν, οὐ πρὸς τοὺς ὑμετέρους λόγους, ἵνα μὴ γέλωτα ὄφλω.
因为我不会再以这种方式进行赞美了——因为我无能为力——不过,如果你们愿意,我愿意按照我自己的方式说出真理,而不是与你们的演说相抗衡,以免我沦为笑柄。
ὅρα οὖν, ὦ Φαῖδρε, εἴ τι καὶ τοιούτου λόγου δέῃ, περὶ Ἔρωτος τἀληθῆ λεγόμενα ἀκούειν, ὀνομάσει δὲ καὶ θέσει ῥημάτων τοιαύτῃ ὁποία δἄν τις τύχῃ ἐπελθοῦσα.
因此,帕德罗斯啊,请看你是否也需要这样一种演说,即倾听关于爱神的真理被诉说出来,而词语的选择和遣词造句则随遇而安。
τὸν οὖν Φαῖδρον ἔφη καὶ τοὺς ἄλλους κελεύειν λέγειν, ὅπῃ αὐτὸς οἴοιτο δεῖν εἰπεῖν, ταύτῃ.
阿里斯托德莫斯说,帕德罗斯和其他人都催促他,按照他自己认为应该说的任何方式来说。
ἔτι τοίνυν, φάναι, ὦ Φαῖδρε, πάρες μοι Ἀγάθωνα σμίκρʼ ἄττα ἐρέσθαι, ἵνα ἀνομολογησάμενος παρʼ αὐτοῦ οὕτως ἤδη λέγω.
“那么,帕德罗斯啊,”苏格拉底说,“请允许我向阿加通提几个小小的问题,以便我从他那里得到确认之后,就可以开始说了。
ἀλλὰ παρίημι, φάναι τὸν Φαῖδρον, ἀλλʼ ἐρώτα.
” “我很乐意允许,”帕德罗斯说,“你问吧。
μετὰ ταῦτα δὴ τὸν Σωκράτη ἔφη ἐνθένδε ποθὲν ἄρξασθαι. καὶ μήν, ὦ φίλε Ἀγάθων, καλῶς μοι ἔδοξας καθηγήσασθαι τοῦ λόγου, λέγων ὅτι πρῶτον μὲν δέοι αὐτὸν ἐπιδεῖξαι ὁποῖός τίς ἐστιν ὁ Ἔρως, ὕστερον δὲ τὰ ἔργα αὐτοῦ.
”在此之后,阿里斯托德莫斯说苏格拉底大约是从这里开始的:“而且,亲爱的阿加通,我觉得你对演说的引导非常美妙,你说应当首先展示爱神是怎样的一个存在,然后才是他的工作。
ταύτην τὴν ἀρχὴν πάνυ ἄγαμαι.
这种开端我非常赞赏。
ἴθι οὖν μοι περὶ Ἔρωτος, ἐπειδὴ καὶ τἆλλα καλῶς καὶ μεγαλοπρεπῶς διῆλθες οἷός ἐστι, καὶ τόδε εἰπέ· πότερόν ἐστι τοιοῦτος οἷος εἶναί τινος ὁ Ἔρως ἔρως, ἢ οὐδενός;
那么,既然你也已经把他的其他方面美妙而宏伟地阐述清楚了,请告诉我:爱神是属于某人的爱,还是不属于任何人的爱?
ἐρωτῶ δʼ οὐκ εἰ μητρός τινος ἢ πατρός ἐστιν—γελοῖον γὰρ ἂν εἴη τὸ ἐρώτημα εἰ Ἔρως ἐστὶν ἔρως μητρὸς ἢ πατρός—ἀλλʼ ὥσπερ ἂν εἰ αὐτὸ τοῦτο πατέρα ἠρώτων, ἆρα ὁ πατήρ ἐστι πατήρ τινος ἢ οὔ;
我问的并不是他是否是属于某位母亲或父亲的爱——因为如果问爱神是否是母亲或父亲的爱,那将是滑稽的提问——而是像我如果问‘父亲’本身一样,父亲是某人的父亲,还是不是?
εἶπες ἂν δήπου μοι, εἰ ἐβούλου καλῶς ἀποκρίνασθαι, ὅτι ἔστιν ὑέος γε ἢ θυγατρὸς ὁ πατὴρ πατήρ· ἢ οὔ;
如果你想好好回答,你一定会对我说,父亲是儿子或女儿的父亲,难道不是吗?
πάνυ γε, φάναι τὸν Ἀγάθωνα.
”“当然是,”阿加通说。
οὐκοῦν καὶ ἡ μήτηρ ὡσαύτως;
“那么母亲也是同样吗?
Ὁμολογεῖσθαι καὶ τοῦτο.
”这也得到了同意。
ἔτι τοίνυν, εἰπεῖν τὸν Σωκράτη, ἀπόκριναι ὀλίγῳ πλείω, ἵνα μᾶλλον καταμάθῃς ὃ βούλομαι.
“那么,”苏格拉底说,“再多回答一点,好让你更明白我的意思。
εἰ γὰρ ἐροίμην, τί δέ;
如果我问:那么兄弟呢?
ἀδελφός, αὐτὸ τοῦθʼ ὅπερ ἔστιν, ἔστι τινὸς ἀδελφὸς ἢ οὔ;
兄弟,就其本身而言,是某人的兄弟,还是不是?
φάναι εἶναι.
”他说,是的。
οὐκοῦν ἀδελφοῦ ἢ ἀδελφῆς;
“那么是兄弟的兄弟,还是姐妹的兄弟?
Ὁμολογεῖν.
”他同意。
πειρῶ δή, φάναι, καὶ τὸν ἔρωτα εἰπεῖν.
“那么,试着也这样来谈论爱神。
ὁ Ἔρως ἔρως ἐστὶν οὐδενὸς ἢ τινός;
爱神是不属于任何人的爱,还是属于某人的爱?
πάνυ μὲν οὖν ἔστιν.
”“当然是属于某人的爱,”他说。

词汇与语法注释

  1. 199aἡ γλῶσσα ... ἡ δὲ φρὴν — 戏剧家欧里庇得斯悲剧《希波吕托斯》第612行名言“舌头起誓了,心却未起誓”(ἡ γλῶσσ᾽ ὀμώμοχ᾽, ἡ δὲ φρὴν ἀνώμοτος)的幽默模仿。苏格拉底以此来滑稽地撤回他之前答应赞美爱神的约定。
  2. 199dπότερόν ἐστι τοιοῦτος οἷος εἶναί τινος ὁ Ἔρως ἔρως — 关系代词 οἷος 加上不定式 εἶναι 的句型。在不定式表语名词 ἔρως 之前的属格 τινος 是表示爱慕对象的“宾格性属格”(objective genitive),意为“对某人(某事)的爱”。

引用这一段

柏拉图, 会饮篇 §199. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg011.humanitext-grc2:199

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。