Humanitext Reader

柏拉图 · 会饮篇 §196

阿加松论爱神的柔美与其具备的四大美德

第 17 段,共 36 段 · 希腊语

内容简介

阿加松阐述了爱神具有最柔嫩、柔顺的外貌,并居住在美丽芬香之处。接着,他论证了爱神如何完美地拥有公正、节制、勇敢和智慧(特别是诗歌创作的才能)等核心美德。

§196ἁπτόμενον οὖν ἀεὶ καὶ ποσὶν καὶ πάντῃ ἐν μαλακωτάτοις τῶν μαλακωτάτων, ἁπαλώτατον ἀνάγκη εἶναι.
因此,由于他的双脚和全身都始终接触着最柔软之物中最柔软的,他必然是最柔嫩的。
νεώτατος μὲν δή ἐστι καὶ ἁπαλώτατος, πρὸς δὲ τούτοις ὑγρὸς τὸ εἶδος.
他确实是最年轻、最柔嫩的,此外,他的外表是柔顺的。
οὐ γὰρ ἂν οἷός τʼ ἦν πάντῃ περιπτύσσεσθαι οὐδὲ διὰ πάσης ψυχῆς καὶ εἰσιὼν τὸ πρῶτον λανθάνειν καὶ ἐξιών, εἰ σκληρὸς ἦν.
因为如果他是坚硬的,他就无法在各处缠绕,也无法在最初进入和退出每个灵魂时都不被察觉。
συμμέτρου δὲ καὶ ὑγρᾶς ἰδέας μέγα τεκμήριον ἡ εὐσχημοσύνη, ὃ δὴ διαφερόντως ἐκ πάντων ὁμολογουμένως Ἔρως ἔχει· ἀσχημοσύνῃ γὰρ καὶ Ἔρωτι πρὸς ἀλλήλους ἀεὶ πόλεμος.
而他那匀称且柔顺的外貌的一个有力凭证就是他的优雅,这确实是大家公认爱神极为杰出地拥有的;因为不雅和爱神之间始终在相互交战。
χρόας δὲ κάλλος ἡ κατʼ ἄνθη δίαιτα τοῦ θεοῦ σημαίνει· ἀνανθεῖ γὰρ καὶ ἀπηνθηκότι καὶ σώματι καὶ ψυχῇ καὶ ἄλλῳ ὁτῳοῦν οὐκ ἐνίζει Ἔρως, οὗ δʼ ἂν εὐανθής τε καὶ εὐώδης τόπος ᾖ, ἐνταῦθα δὲ καὶ ἵζει καὶ μένει.
而他肤色的美丽则由这位神在花丛中的生活方式所表明;因为在没有花朵或花朵凋谢的身体、灵魂或任何其他事物上,爱神都不会定居,但只要哪里有花开芳香的地方,他就会在那里安顿并留下来。
περὶ μὲν οὖν κάλλους τοῦ θεοῦ καὶ ταῦτα ἱκανὰ καὶ ἔτι πολλὰ λείπεται, περὶ δὲ ἀρετῆς Ἔρωτος μετὰ ταῦτα λεκτέον, τὸ μὲν μέγιστον ὅτι Ἔρως οὔτʼ ἀδικεῖ οὔτʼ ἀδικεῖται οὔτε ὑπὸ θεοῦ οὔτε θεόν, οὔτε ὑπʼ ἀνθρώπου οὔτε ἄνθρωπον.
关于这位神的美丽,这些就已经足够了,虽然还有很多遗留下来;接下来,必须谈谈爱神的德行。 首先且最伟大的是,爱神既不侵害他人,也不受人侵害,无论对神还是被神,对人还是被人。
οὔτε γὰρ αὐτὸς βίᾳ πάσχει, εἴ τι πάσχει—βία γὰρ Ἔρωτος οὐχ ἅπτεται· οὔτε ποιῶν ποιεῖ—πᾶς γὰρ ἑκὼν Ἔρωτι πᾶν ὑπηρετεῖ, ἃ δʼ ἂν ἑκὼν ἑκόντι ὁμολογήσῃ, φασὶν "οἱ πόλεως βασιλῆς νόμοι" δίκαια εἶναι.
因为他自己如果遭受了什么,也不是因暴力而遭受——因为暴力无法触及爱神——他做事也绝非用暴力;因为每个人都心甘情愿地在一切事上为爱神服务,而心甘情愿者之间彼此达成的协议,正如‘城邦的王者法律’所说,是公正的。
πρὸς δὲ τῇ δικαιοσύνῃ σωφροσύνης πλείστης μετέχει.
除了公正之外,他还拥有极大的节制。
εἶναι γὰρ ὁμολογεῖται σωφροσύνη τὸ κρατεῖν ἡδονῶν καὶ ἐπιθυμιῶν, Ἔρωτος δὲ μηδεμίαν ἡδονὴν κρείττω εἶναι·
因为人们公认,节制就是战胜快乐和欲望,而没有任何快乐比爱神更强;如果快乐比较弱,它们就会被爱神战胜,而他则是战胜者。
εἰ δὲ ἥττους, κρατοῖντʼ ἂν ὑπὸ Ἔρωτος, ὁ δὲ κρατοῖ, κρατῶν δὲ ἡδονῶν καὶ ἐπιθυμιῶν ὁ Ἔρως διαφερόντως ἂν σωφρονοῖ.
既然爱神战胜了快乐和欲望,他自然具有极高的节制。
καὶ μὴν εἴς γε ἀνδρείαν Ἔρωτι "οὐδʼ Ἄρης ἀνθίσταται.
再者,至于勇敢,¦196d ‘连战神阿瑞斯也无法抵挡’爱神。
" οὐ γὰρ ἔχει ἔρωτα Ἄρης, ἀλλʼ Ἔρως Ἄρη—Ἀφροδίτης, ὡς λόγος—κρείττων δὲ ὁ ἔχων τοῦ ἐχομένου·
因为不是阿瑞斯占有爱神,而是爱神占有了阿瑞斯——正如传说所言,是通过对阿佛洛狄忒的爱——而占有者比被占有者更强。
τοῦ δʼ ἀνδρειοτάτου τῶν ἄλλων κρατῶν πάντων ἂν ἀνδρειότατος εἴη.
既然他战胜了其他所有人中最勇敢的人,他自己就会是所有人中最勇敢的。
περὶ μὲν οὖν δικαιοσύνης καὶ σωφροσύνης καὶ ἀνδρείας τοῦ θεοῦ εἴρηται, περὶ δὲ σοφίας λείπεται· ὅσον οὖν δυνατόν, πειρατέον μὴ ἐλλείπειν.
关于这位神的公正、节制和勇敢,已经谈过了,但关于智慧还留着;因此,必须尽一切可能,争取不留遗漏。
καὶ πρῶτον μέν, ἵνʼ αὖ καὶ ἐγὼ τὴν ἡμετέραν τέχνην τιμήσω ὥσπερ Ἐρυξίμαχος τὴν αὑτοῦ, ποιητὴς ὁ θεὸς σοφὸς οὕτως ὥστε καὶ ἄλλον ποιῆσαι· πᾶς γοῦν ποιητὴς γίγνεται, "κἂν ἄμουσος ᾖ τὸ πρίν," οὗ ἂν Ἔρως ἅψηται.
首先,为了让我自己也能像埃里希马科斯 ¦196e 赞美他自己的技术那样,赞美我们自己的技术,这位神是一位如此智慧的诗人,以至于他也能让别人成为诗人;无论如何,任何人,‘即使他以前毫无文才’,只要被爱神触碰,都会成为诗人。
ᾧ δὴ πρέπει ἡμᾶς μαρτυρίῳ χρῆσθαι, ὅτι ποιητὴς ὁ Ἔρως ἀγαθὸς ἐν κεφαλαίῳ πᾶσαν ποίησιν τὴν κατὰ μουσικήν· ἃ γάρ τις ἢ μὴ ἔχει ἢ μὴ οἶδεν, οὔτʼ ἂν ἑτέρῳ δοίη οὔτʼ ἂν ἄλλον διδάξειεν.
我们确实应该用这一凭证来证明,爱神在音乐领域的全部创作中,总而言之是一个优秀的创作者;因为一个人如果自己没有或不知道某样东西,他既无法给别人,也无法教给别人。

词汇与语法注释

  1. 196aτὸ εἶδος — 关系宾格(或称限定宾格),修饰形容词 ὑγρός(柔顺的、流动的),表示“在外表上”或“在外形上”。
  2. 196cἑκὼν ἑκόντι — 同词不同格的并置(多格词并用),意为“心甘情愿者对心甘情愿者”,是一种惯用表达,强调协议完全是在双方完全自愿、毫无强迫的情况下达成的。
  3. 196dἈφροδίτης — 宾格性属格。在上下文中,它指的是省略的“爱神(爱)”的对象,译为“对阿佛洛狄忒的(爱)”。
  4. 196eᾧ δὴ πρέπει ἡμᾶς μαρτυρίῳ χρῆσθαι — 关系代词的吸引(或称先行词的并入)。先行词 μαρτυρίῳ 被吸入关系从句中,并与关系代词 ᾧ 在格上保持一致,作为不定式 χρῆσθαι 的与格宾语。

引用这一段

柏拉图, 会饮篇 §196. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg011.humanitext-grc2:196

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。