Humanitext Reader

柏拉图 · 会饮篇 §193-194

阿里斯托芬演说的结语与苏格拉底对话阿加索

第 15 段,共 36 段 · 希腊语

内容简介

阿里斯托芬在强调敬神与爱神厄洛斯的重要性后结束了演说。随后,在准备听取阿加索演说之前,苏格拉底与阿加索就对待大众与聪明人的羞耻心展开了探讨。

§193τοῦτο γάρ ἐστι τὸ αἴτιον, ὅτι ἡ ἀρχαία φύσις ἡμῶν ἦν αὕτη καὶ ἦμεν ὅλοι·
这就是原因所在:我们原本的天性就是如此,而且我们曾是完整的。
τοῦ ὅλου οὖν τῇ ἐπιθυμίᾳ καὶ διώξει ἔρως ὄνομα.
因此,对完整的渴望和追求,就冠以了 “爱”的名字。
καὶ πρὸ τοῦ, ὥσπερ λέγω, ἓν ἦμεν, νυνὶ δὲ διὰ τὴν ἀδικίαν διῳκίσθημεν ὑπὸ τοῦ θεοῦ, καθάπερ Ἀρκάδες ὑπὸ Λακεδαιμονίων·
以前,正如我所说,我们曾是一体,但现在因为我们的不义,我们被神分离开来,就像阿卡迪亚人被拉刻代蒙人分居一样。
φόβος οὖν ἔστιν, ἐὰν μὴ κόσμιοι ὦμεν πρὸς τοὺς θεούς, ὅπως μὴ καὶ αὖθις διασχισθησόμεθα, καὶ περίιμεν ἔχοντες ὥσπερ οἱ ἐν ταῖς στήλαις καταγραφὴν ἐκτετυπωμένοι, διαπεπρισμένοι κατὰ τὰς ῥῖνας, γεγονότες ὥσπερ λίσπαι.
因此,如果我们对神灵不恭敬,就有可能再次被劈开,沿着鼻梁被锯成两半,变得像石碑上雕刻的半面浮雕,如同被劈开的骰子一样走动。
ἀλλὰ τούτων ἕνεκα πάντʼ ἄνδρα χρὴ ἅπαντα παρακελεύεσθαι εὐσεβεῖν περὶ θεούς, ἵνα τὰ μὲν ἐκφύγωμεν, τῶν δὲ τύχωμεν, ὡς ὁ Ἔρως ἡμῖν ἡγεμὼν καὶ στρατηγός.
为了这些缘故,每个人都应该劝告所有人敬畏神灵,以便我们能避开灾祸,得到福祉,因为爱神是我们的向导和统帅。
ᾧ μηδεὶς ἐναντία πραττέτω— πράττει δʼ ἐναντία ὅστις θεοῖς ἀπεχθάνεται—φίλοι γὰρ γενόμενοι καὶ διαλλαγέντες τῷ θεῷ ἐξευρήσομέν τε καὶ ἐντευξόμεθα τοῖς παιδικοῖς τοῖς ἡμετέροις αὐτῶν, ὃ τῶν νῦν ὀλίγοι ποιοῦσι.
任何人都不要与他作对——凡是得罪神灵的人就是在与他作对——因为如果我们与神成为朋友并达成和解,我们就会找到并遇到我们自己的爱人,而现在这样做的人寥寥无几。
καὶ μή μοι ὑπολάβῃ Ἐρυξίμαχος, κωμῳδῶν τὸν λόγον, ὡς Παυσανίαν καὶ Ἀγάθωνα λέγω—ἴσως μὲν γὰρ καὶ οὗτοι τούτων τυγχάνουσιν ὄντες καί εἰσιν ἀμφότεροι τὴν φύσιν ἄρρενες—λέγω δὲ οὖν ἔγωγε καθʼ ἁπάντων καὶ ἀνδρῶν καὶ γυναικῶν, ὅτι οὕτως ἂν ἡμῶν τὸ γένος εὔδαιμον γένοιτο, εἰ ἐκτελέσαιμεν τὸν ἔρωτα καὶ τῶν παιδικῶν τῶν αὑτοῦ ἕκαστος τύχοι εἰς τὴν ἀρχαίαν ἀπελθὼν φύσιν.
不要让厄里希马库斯打断我、戏谑我的话,以为我是在指鲍萨尼亚斯和阿加索——因为也许他们确实碰巧也是这一类人,并且两人天生都是男性——但我所说的是针对所有人,不论男女:只有当我们圆满了爱情,每个人都回归到古老的天性,并得到属于自己的爱人时,我们的人类种族才会获得幸福。
εἰ δὲ τοῦτο ἄριστον, ἀναγκαῖον καὶ τῶν νῦν παρόντων τὸ τούτου ἐγγυτάτω ἄριστον εἶναι·
如果这是最好的,那么在目前可行的事情中,最接近这一点的事情也必然是最好的。
τοῦτο δʼ ἐστὶ παιδικῶν τυχεῖν κατὰ νοῦν αὐτῷ πεφυκότων·
这就是遇到一个在心性上与自己天然契合的爱人。
οὗ δὴ τὸν αἴτιον θεὸν ὑμνοῦντες δικαίως ἂν ὑμνοῖμεν ἔρωτα, ὃς ἔν τε τῷ παρόντι ἡμᾶς πλεῖστα ὀνίνησιν εἰς τὸ οἰκεῖον ἄγων, καὶ εἰς τὸ ἔπειτα ἐλπίδας μεγίστας παρέχεται, ἡμῶν παρεχομένων πρὸς θεοὺς εὐσέβειαν, καταστήσας ἡμᾶς εἰς τὴν ἀρχαίαν φύσιν καὶ ἰασάμενος μακαρίους καὶ εὐδαίμονας ποιῆσαι.
在颂扬这桩美事的起因之神时,我们理当颂扬爱神。 他不仅在当下带领我们回归同类,给予我们最大的裨益,而且对未来也寄予了最大的希望——只要我们对神灵保持虔敬,他就会带我们回归古老的天性,并治愈我们,使我们变得幸福安康。
οὗτος, ἔφη, ὦ Ἐρυξίμαχε, ὁ ἐμὸς λόγος ἐστὶ περὶ Ἔρωτος, ἀλλοῖος ἢ ὁ σός.
“厄里希马库斯啊,”他说,“这就是我关于爱神的演说,与你的不同。
ὥσπερ οὖν ἐδεήθην σου, μὴ κωμῳδήσῃς αὐτόν, ἵνα καὶ τῶν λοιπῶν ἀκούσωμεν τί ἕκαστος ἐρεῖ, μᾶλλον δὲ τί ἑκάτερος· Ἀγάθων γὰρ καὶ Σωκράτης λοιποί.
因此,正如我曾请求你的,请不要戏谑它,以便我们能听听其余的人各自会说些什么,或者更确切地说,他们两人各自会说些什么;因为只剩下阿加索和苏格拉底了。
ἀλλὰ πείσομαί σοι, ἔφη φάναι τὸν Ἐρυξίμαχον· καὶ γάρ μοι ὁ λόγος ἡδέως ἐρρήθη.
”“好,我会听你的,”据说厄里希马库斯说,“因为这一番话对我而言说得很悦耳。
καὶ εἰ μὴ συνῄδη Σωκράτει τε καὶ Ἀγάθωνι δεινοῖς οὖσι περὶ τὰ ἐρωτικά, πάνυ ἂν ἐφοβούμην μὴ ἀπορήσωσι λόγων διὰ τὸ πολλὰ καὶ παντοδαπὰ εἰρῆσθαι· νῦν δὲ ὅμως θαρρῶ.
如果我不是知道苏格拉底和阿加索在情爱方面都是高明之辈,我真会非常担心他们会因为已经说了那么多、各种各样的话而无话可说;但即便如此,现在我依然很有信心。
§194τὸν οὖν Σωκράτη εἰπεῖν καλῶς γὰρ αὐτὸς ἠγώνισαι, ὦ Ἐρυξίμαχε·
” 据说,苏格拉底当时说道:“厄里希马库斯啊,你自己确实表现得很好。
εἰ δὲ γένοιο οὗ νῦν ἐγώ εἰμι, μᾶλλον δὲ ἴσως οὗ ἔσομαι ἐπειδὰν καὶ Ἀγάθων εἴπῃ εὖ, καὶ μάλʼ ἂν φοβοῖο καὶ ἐν παντὶ εἴης ὥσπερ ἐγὼ νῦν.
但是,如果你处在我现在的境地,或者更确切地说,处在阿加索也发表了精彩演说之后我将处的境地,你一定会非常害怕,并且会像我现在这样完全陷入惊慌之中。
φαρμάττειν βούλει με, ὦ Σώκρατες, εἰπεῖν τὸν Ἀγάθωνα, ἵνα θορυβηθῶ διὰ τὸ οἴεσθαι τὸ θέατρον προσδοκίαν μεγάλην ἔχειν ὡς εὖ ἐροῦντος ἐμοῦ.
”阿加索说:“苏格拉底,你想用魔咒迷住我,好让我因为以为剧场里的观众对我抱有很大的期望、认为我会说得很好而感到慌乱。
ἐπιλήσμων μεντἂν εἴην, ὦ Ἀγάθων, εἰπεῖν τὸν Σωκράτη, εἰ ἰδὼν τὴν σὴν ἀνδρείαν καὶ μεγαλοφροσύνην ἀναβαίνοντος ἐπὶ τὸν ὀκρίβαντα μετὰ τῶν ὑποκριτῶν, καὶ βλέψαντος ἐναντία τοσούτῳ θεάτρῳ, μέλλοντος ἐπιδείξεσθαι σαυτοῦ λόγους, καὶ οὐδʼ ὁπωστιοῦν ἐκπλαγέντος, νῦν οἰηθείην σε θορυβήσεσθαι ἕνεκα ἡμῶν ὀλίγων ἀνθρώπων.
”苏格拉底说:“阿加索,如果我目睹了你和演员们一起登上戏台、面对如此庞大的剧场观众准备展示你自己的诗作时,所表现出的那种勇气和气魄,并且你完全没有感到一丝惊慌,而我现在却认为你会因为我们这几个人而感到慌乱,那我真是个健忘的人了。
τί δέ, ὦ Σώκρατες;
”“怎么会呢,苏格拉底?
τὸν Ἀγάθωνα φάναι, οὐ δήπου με οὕτω θεάτρου μεστὸν ἡγῇ ὥστε καὶ ἀγνοεῖν ὅτι νοῦν ἔχοντι ὀλίγοι ἔμφρονες πολλῶν ἀφρόνων φοβερώτεροι;
”阿加索说,“难道你以为我满脑子都是剧场,以至于连这一点都不知道:对于一个有理智的人来说,少数聪明人比多数糊涂人更可怕吗?
οὐ μεντἂν καλῶς ποιοίην, φάναι, ὦ Ἀγάθων, περὶ σοῦ τι ἐγὼ ἄγροικον δοξάζων·
” 据说,苏格拉底说:“阿加索,如果我对你抱有任何粗鄙的想法,那我可真是不对。
ἀλλʼ εὖ οἶδα ὅτι εἴ τισιν ἐντύχοις οὓς ἡγοῖο σοφούς, μᾶλλον ἂν αὐτῶν φροντίζοις ἢ τῶν πολλῶν.
但我很清楚,如果你遇到任何你认为聪明的人,你对他们的看重肯定会远远超过对大众的看重。
ἀλλὰ μὴ οὐχ οὗτοι ἡμεῖς ὦμεν—ἡμεῖς μὲν γὰρ καὶ ἐκεῖ παρῆμεν καὶ ἦμεν τῶν πολλῶν—εἰ δὲ ἄλλοις ἐντύχοις σοφοῖς, τάχʼ ἂν αἰσχύνοιο αὐτούς, εἴ τι ἴσως οἴοιο αἰσχρὸν ὂν ποιεῖν· ἢ πῶς λέγεις;
但是,只怕我们这些在座的人并不是那些聪明人——因为我们当时也在场,也是大众的一部分。 但如果你遇到其他的聪明人,当你觉得自己做了什么丢脸的事,你也许会向他们感到羞愧;或者,你的意思是什么呢?
ἀληθῆ λέγεις, φάναι.
”“你说得对,”他说。
τοὺς δὲ πολλοὺς οὐκ ἂν αἰσχύνοιο εἴ τι οἴοιο αἰσχρὸν ποιεῖν;
“那么,如果你觉得自己做了什么丢脸的事,你就不会在大众面前感到羞愧吗?
καὶ τὸν Φαῖδρον ἔφη ὑπολαβόντα εἰπεῖν ὦ φίλε Ἀγάθων, ἐὰν ἀποκρίνῃ Σωκράτει, οὐδὲν ἔτι διοίσει αὐτῷ ὁπῃοῦν τῶν ἐνθάδε ὁτιοῦν γίγνεσθαι, ἐὰν μόνον ἔχῃ ὅτῳ διαλέγηται, ἄλλως τε καὶ καλῷ.
” 据说,斐德罗打断他们说道:“亲爱的阿加索,如果你回答苏格拉底,那么只要他能有个谈话的对手,特别是像你这样英俊的对手,那么这里发生任何别的事,对他来说都毫无关系了。
ἐγὼ δὲ ἡδέως μὲν ἀκούω Σωκράτους διαλεγομένου, ἀναγκαῖον δέ μοι ἐπιμεληθῆναι τοῦ ἐγκωμίου τῷ Ἔρωτι καὶ ἀποδέξασθαι παρʼ ἑνὸς ἑκάστου ὑμῶν τὸν λόγον·
虽然我乐意听苏格拉底谈话,但我有责任督促大家对爱神的颂扬,并听取你们每个人的演说。
ἀποδοὺς οὖν ἑκάτερος τῷ θεῷ οὕτως ἤδη διαλεγέσθω.
因此,你们两人在交谈之前,应该先向神献上你们的颂辞。
ἀλλὰ καλῶς λέγεις, ὦ Φαῖδρε, φάναι τὸν Ἀγάθωνα, καὶ οὐδέν με κωλύει λέγειν·
” “你说得对,斐德罗,”阿加索说,“没有什么能阻碍我发表演说;因为以后还有很多机会和苏格拉底交谈。
Σωκράτει γὰρ καὶ αὖθις ἔσται πολλάκις διαλέγεσθαι.

词汇与语法注释

  1. 193aφόβος οὖν ἔστιν ... ὅπως μὴ καὶ αὖθις διασχισθησόμεθα — 由表示担忧的名词 `φόβος` 引导的从句。`ὅπως μή` 加上将来时直陈语气(或虚拟语气)表达了强烈的担忧,即“恐怕我们会再次被分裂”。
  2. 194cἀλλὰ μὴ οὐχ οὗτοι ἡμεῖς ὦμεν — 在独立句中,`μὴ οὐ` 加上第一人称复数虚拟语气(`ὦμεν`)用来委婉地表达疑虑或担忧,意为“只怕我们并不是那些[聪明]人”。
  3. 194cοὐ μεντἂν καλῶς ποιοίην ... περὶ σοῦ τι ἐγὼ ἄγροικον δοξάζων — 主句使用带有 ἄν 的 optative 语气(`ποιοίην ἄν`,表示潜在可能性),而现在分词 `δοξάζων` 则起到了条件从句的作用(相当于 `εἰ δοξάζοιμι`,“如果我认为……”)。

引用这一段

柏拉图, 会饮篇 §193-194. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg011.humanitext-grc2:193-194

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。