§192ὅσοι δὲ ἄρρενος τμῆμά εἰσι, τὰ ἄρρενα διώκουσι, καὶ τέως μὲν ἂν παῖδες ὦσιν, ἅτε τεμάχια ὄντα τοῦ ἄρρενος, φιλοῦσι τοὺς ἄνδρας καὶ χαίρουσι συγκατακείμενοι καὶ συμπεπλεγμένοι τοῖς ἀνδράσι, καί εἰσιν οὗτοι βέλτιστοι τῶν παίδων καὶ μειρακίων, ἅτε ἀνδρειότατοι ὄντες φύσει.
而那些由男性分裂出来的部分,则追求男性。 当他们还是孩子的时候,因为是男性的碎片,他们喜爱男人,并且乐于与男人同榻而眠、紧紧相拥;这些人是男童和青年中优秀的佼佼者,因为他们天生最具有男子气概。
φασὶ δὲ δή τινες αὐτοὺς ἀναισχύντους εἶναι, ψευδόμενοι· οὐ γὰρ ὑπʼ ἀναισχυντίας τοῦτο δρῶσιν ἀλλʼ ὑπὸ θάρρους καὶ ἀνδρείας καὶ ἀρρενωπίας, τὸ ὅμοιον αὐτοῖς ἀσπαζόμενοι.
有些人确实说他们无耻,但这是撒谎;因为他们这样做并非出于无耻,而是出于胆识、勇气和男子气概,去拥抱与他们相似的人。
μέγα δὲ τεκμήριον· καὶ γὰρ τελεωθέντες μόνοι ἀποβαίνουσιν εἰς τὰ πολιτικὰ ἄνδρες οἱ τοιοῦτοι.
一个极大的证明是:当他们长大成人后,唯有这一类人能成为投身于政治事务的真正男子汉。
ἐπειδὰν δὲ ἀνδρωθῶσι, παιδεραστοῦσι καὶ πρὸς γάμους καὶ παιδοποιίας οὐ προσέχουσι τὸν νοῦν φύσει, ἀλλʼ ὑπὸ τοῦ νόμου ἀναγκάζονται· ἀλλʼ ἐξαρκεῖ αὐτοῖς μετʼ ἀλλήλων καταζῆν ἀγάμοις.
当他们成年后,便喜爱男童,天性使他们不愿关注成婚和生儿育女,而只是在法律的强迫下才这样做;事实上,对他们来说,只要能保持独身、相伴共度余生就足够了。
πάντως μὲν οὖν ὁ τοιοῦτος παιδεραστής τε καὶ φιλεραστὴς γίγνεται, ἀεὶ τὸ συγγενὲς ἀσπαζόμενος.
因此,这样的人在各种意义上都会成为男童的爱慕者和情人的喜爱者,始终拥抱着与自己同族的人。
ὅταν μὲν οὖν καὶ αὐτῷ ἐκείνῳ ἐντύχῃ τῷ αὑτοῦ ἡμίσει καὶ ὁ παιδεραστὴς καὶ ἄλλος πᾶς, τότε καὶ θαυμαστὰ ἐκπλήττονται φιλίᾳ τε καὶ οἰκειότητι καὶ ἔρωτι, οὐκ ἐθέλοντες ὡς ἔπος εἰπεῖν χωρίζεσθαι ἀλλήλων οὐδὲ σμικρὸν χρόνον.
因此,每当一个男童的爱慕者或是其他任何人,遇到了他自己的那半个身体,他们就会被友情、亲密和爱情以一种惊人的方式所震慑,甚至可以说,一分一秒都不愿意彼此分离。
καὶ οἱ διατελοῦντες μετʼ ἀλλήλων διὰ βίου οὗτοί εἰσιν, οἳ οὐδʼ ἂν ἔχοιεν εἰπεῖν ὅτι βούλονται σφίσι παρʼ ἀλλήλων γίγνεσθαι.
那些终生相伴共度一生的人正是他们,但他们甚至无法说出,自己究竟想要对方为自己做些什么。
οὐδενὶ γὰρ ἂν δόξειεν τοῦτʼ εἶναι ἡ τῶν ἀφροδισίων συνουσία, ὡς ἄρα τούτου ἕνεκα ἕτερος ἑτέρῳ χαίρει συνὼν οὕτως ἐπὶ μεγάλης σπουδῆς· ἀλλʼ ἄλλο τι βουλομένη ἑκατέρου ἡ ψυχὴ δήλη ἐστίν, ὃ οὐ δύναται εἰπεῖν, ἀλλὰ μαντεύεται ὃ βούλεται, καὶ αἰνίττεται.
因为谁也不会认为这是由于肉体上的性交,仿佛一方为了这个缘故才如此热切地喜欢与另一方在一起;相反,显而易见,每个人的灵魂都在渴望别的某种东西,这是它无法言说的,但它能预感自己想要什么,并发出谜一般的暗示。
καὶ εἰ αὐτοῖς ἐν τῷ αὐτῷ κατακειμένοις ἐπιστὰς ὁ Ἥφαιστος, ἔχων τὰ ὄργανα, ἔροιτο· τί ἔσθʼ ὃ βούλεσθε, ὦ ἄνθρωποι, ὑμῖν παρʼ ἀλλήλων γενέσθαι;
如果当他们躺在同一个地方时,赫菲斯托斯拿着工具站在他们身旁问道: “人类啊,你们渴望彼此为对方做些什么呢?
καὶ εἰ ἀποροῦντας αὐτοὺς πάλιν ἔροιτο· ἆρά γε τοῦδε ἐπιθυμεῖτε, ἐν τῷ αὐτῷ γενέσθαι ὅτι μάλιστα ἀλλήλοις, ὥστε καὶ νύκτα καὶ ἡμέραν μὴ ἀπολείπεσθαι ἀλλήλων;
” 如果在他们不知所措时,他又问道: “这难道就是你们渴望的吗:尽可能与彼此在同一个地方融为一体,以至于白天黑夜都互不分离?
εἰ γὰρ τούτου ἐπιθυμεῖτε, θέλω ὑμᾶς συντῆξαι καὶ συμφυσῆσαι εἰς τὸ αὐτό, ὥστε δύʼ ὄντας ἕνα γεγονέναι καὶ ἕως τʼ ἂν ζῆτε, ὡς ἕνα ὄντα, κοινῇ ἀμφοτέρους ζῆν, καὶ ἐπειδὰν ἀποθάνητε, ἐκεῖ αὖ ἐν Ἅιδου ἀντὶ δυοῖν ἕνα εἶναι κοινῇ τεθνεῶτε·
因为如果你们渴望这个,我愿意将你们熔化在一起,并熔铸成同一个东西,使原本的两个变成一个。 这样,只要你们活着,就能作为同一个人,共同生活在一起;而当你们死去后,甚至在那边的冥府里,也能不再是两个,而是共同死去的同一个。
ἀλλʼ ὁρᾶτε εἰ τούτου ἐρᾶτε καὶ ἐξαρκεῖ ὑμῖν ἂν τούτου τύχητε·
瞧,看看这是否是你们所热爱的,如果你们得到了这个,是否就足够了。
ταῦτʼ ἀκούσας ἴσμεν ὅτι οὐδʼ ἂν εἷς ἐξαρνηθείη οὐδʼ ἄλλο τι ἂν φανείη βουλόμενος, ἀλλʼ ἀτεχνῶς οἴοιτʼ ἂν ἀκηκοέναι τοῦτο ὃ πάλαι ἄρα ἐπεθύμει, συνελθὼν καὶ συντακεὶς τῷ ἐρωμένῳ ἐκ δυοῖν εἷς γενέσθαι.
” 我们知道,任何人听到这番话都不会拒绝,也不会表现出还渴望别的什么,反而会完全认为自己听到了正是他早已渴望的事:与所爱的人结合并熔化在一起,由两个变成一个。