- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg011.humanitext-grc2:193-194
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
アリストパネスが神への敬虔さと愛(エロス)の重要性を説いて演説を終えた後、一座はアガトンの演説への移行を前に、ソクラテスとアガトンの間で大衆と賢者への恥の意識をめぐる問答が交わされる。
τοῦτο γάρ ἐστι τὸ αἴτιον, ὅτι ἡ ἀρχαία φύσις ἡμῶν ἦν αὕτη καὶ ἦμεν ὅλοι· τοῦ ὅλου οὖν τῇ ἐπιθυμίᾳ καὶ διώξει ἔρως ὄνομα. καὶ πρὸ τοῦ, ὥσπερ λέγω, ἓν ἦμεν, νυνὶ δὲ διὰ τὴν ἀδικίαν διῳκίσθημεν ὑπὸ τοῦ θεοῦ, καθάπερ Ἀρκάδες ὑπὸ Λακεδαιμονίων· φόβος οὖν ἔστιν, ἐὰν μὴ κόσμιοι ὦμεν πρὸς τοὺς θεούς, ὅπως μὴ καὶ αὖθις διασχισθησόμεθα,1 καὶ περίιμεν ἔχοντες ὥσπερ οἱ ἐν ταῖς στήλαις καταγραφὴν ἐκτετυπωμένοι, διαπεπρισμένοι κατὰ τὰς ῥῖνας, γεγονότες ὥσπερ λίσπαι. ἀλλὰ τούτων ἕνεκα πάντʼ ἄνδρα χρὴ ἅπαντα παρακελεύεσθαι εὐσεβεῖν περὶ θεούς, ἵνα τὰ μὲν ἐκφύγωμεν, τῶν δὲ τύχωμεν, ὡς ὁ Ἔρως ἡμῖν ἡγεμὼν καὶ στρατηγός. ᾧ μηδεὶς ἐναντία πραττέτω— πράττει δʼ ἐναντία ὅστις θεοῖς ἀπεχθάνεται—φίλοι γὰρ γενόμενοι καὶ διαλλαγέντες τῷ θεῷ ἐξευρήσομέν τε καὶ ἐντευξόμεθα τοῖς παιδικοῖς τοῖς ἡμετέροις αὐτῶν, ὃ τῶν νῦν ὀλίγοι ποιοῦσι. καὶ μή μοι ὑπολάβῃ Ἐρυξίμαχος, κωμῳδῶν τὸν λόγον, ὡς Παυσανίαν καὶ Ἀγάθωνα λέγω—ἴσως μὲν γὰρ καὶ οὗτοι τούτων τυγχάνουσιν ὄντες καί εἰσιν ἀμφότεροι τὴν φύσιν ἄρρενες—λέγω δὲ οὖν ἔγωγε καθʼ ἁπάντων καὶ ἀνδρῶν καὶ γυναικῶν, ὅτι οὕτως ἂν ἡμῶν τὸ γένος εὔδαιμον γένοιτο, εἰ ἐκτελέσαιμεν τὸν ἔρωτα καὶ τῶν παιδικῶν τῶν αὑτοῦ ἕκαστος τύχοι εἰς τὴν ἀρχαίαν ἀπελθὼν φύσιν. εἰ δὲ τοῦτο ἄριστον, ἀναγκαῖον καὶ τῶν νῦν παρόντων τὸ τούτου ἐγγυτάτω ἄριστον εἶναι· τοῦτο δʼ ἐστὶ παιδικῶν τυχεῖν κατὰ νοῦν αὐτῷ πεφυκότων· οὗ δὴ τὸν αἴτιον θεὸν ὑμνοῦντες δικαίως ἂν ὑμνοῖμεν ἔρωτα, ὃς ἔν τε τῷ παρόντι ἡμᾶς πλεῖστα ὀνίνησιν εἰς τὸ οἰκεῖον ἄγων, καὶ εἰς τὸ ἔπειτα ἐλπίδας μεγίστας παρέχεται, ἡμῶν παρεχομένων πρὸς θεοὺς εὐσέβειαν, καταστήσας ἡμᾶς εἰς τὴν ἀρχαίαν φύσιν καὶ ἰασάμενος μακαρίους καὶ εὐδαίμονας ποιῆσαι. οὗτος, ἔφη, ὦ Ἐρυξίμαχε, ὁ ἐμὸς λόγος ἐστὶ περὶ Ἔρωτος, ἀλλοῖος ἢ ὁ σός. ὥσπερ οὖν ἐδεήθην σου, μὴ κωμῳδήσῃς αὐτόν, ἵνα καὶ τῶν λοιπῶν ἀκούσωμεν τί ἕκαστος ἐρεῖ, μᾶλλον δὲ τί ἑκάτερος· Ἀγάθων γὰρ καὶ Σωκράτης λοιποί. ἀλλὰ πείσομαί σοι, ἔφη φάναι τὸν Ἐρυξίμαχον· καὶ γάρ μοι ὁ λόγος ἡδέως ἐρρήθη. καὶ εἰ μὴ συνῄδη Σωκράτει τε καὶ Ἀγάθωνι δεινοῖς οὖσι περὶ τὰ ἐρωτικά, πάνυ ἂν ἐφοβούμην μὴ ἀπορήσωσι λόγων διὰ τὸ πολλὰ καὶ παντοδαπὰ εἰρῆσθαι· νῦν δὲ ὅμως θαρρῶ.
これこそが原因なのである。すなわち、私たちの元の本性はこのようなものであり、私たちは全体であったのだ。それゆえ、全体への欲望と追求に「エロス」という名前が与えられている。そして以前は、私が言うように、私たちは一つであったが、今や不正のために、神によって別々に住まわされることになった。まるでアルカディア人がラケダイモン人によって分断されたように。それゆえ、もし私たちが神々に対して秩序正しくなければ、再び切り裂かれ、鼻筋に沿って真っ二つに挽かれて、墓碑に浮き彫りで型押しされた人物たちのようになり、割り札のようになって歩き回ることになるのではないかという恐れがある。しかし、これらのことのために、誰もがみな、神々に対して敬虔であるようにと互いに勧め合うべきである。それは私たちが一方を逃れ、他方を得るためであり、エロスが私たちの案内役かつ将軍として導いてくれるようにするためである。彼に誰も逆らうようなことをしてはならない。神々に憎まれる者は誰であれ逆らうことをしているのだ。なぜなら、神と友になり和解するならば、私たちは自分自身の愛する者を見つけ出し、出会うことができるからである。今ではそうできている者はわずかしかいないが。そしてエリュクシマコスが私の話をからかって、私がパウサニアスとアガトンのことを言っているのだと誤解しないようにしてほしい。おそらく彼らもこうした者たちの一部であり、二人とも本性において男性なのであろうが。とにかく私が言っているのは、すべての男女に関することである。すなわち、私たちが愛を全うし、それぞれが元の本性に立ち返って自分自身の愛する者に出会うならば、私たちの種族は幸せになれるだろうということだ。もしこれが最善であるならば、現在可能なことのうちで、これに最も近いことが最善であるのも必然である。それは、自分と本性において適合する愛する者と出会うことである。この原因である神を賛美するにあたり、私たちはエロスを正当に賛美することになる。エロスは、現在においては私たちを自分に適したものへと導くことで最大の利益を与えてくれ、未来においては、私たちが神々に対して敬虔であるならば、私たちを元の本性へと復帰させ、治療することによって、私たちを至福で幸福な者にしてくれるという最大の希望を提供してくれるのだから。エリュクシマコスよ、と彼は言った。これがエロスに関する私の演説であり、君のとは異なるものだ。だから、私が君に頼んだように、これをからかわないでくれ。そうすれば、残りの者たちがそれぞれ何を言うか、いやむしろ、二人(アガトンとソクラテス)がそれぞれ何を言うかを聞くことができるだろう。なぜなら、残っているのはアガトンとソクラテスだからだ。いや、君の言う通りにしよう、とエリュクシマコスは言ったという。実に、この話は私にとって愉快に語られた。そして、もしソクラテスとアガトンが愛のことについて卓越した者であることを私が知っていなかったなら、多種多様なことがすでに語られてしまったために、彼らが話に窮してしまうのではないかと、大いに恐れたことだろう。だが、今はそれにもかかわらず、心強く思っている。
τὸν οὖν Σωκράτη εἰπεῖν καλῶς γὰρ αὐτὸς ἠγώνισαι, ὦ Ἐρυξίμαχε· εἰ δὲ γένοιο οὗ νῦν ἐγώ εἰμι, μᾶλλον δὲ ἴσως οὗ ἔσομαι ἐπειδὰν καὶ Ἀγάθων εἴπῃ εὖ, καὶ μάλʼ ἂν φοβοῖο καὶ ἐν παντὶ εἴης ὥσπερ ἐγὼ νῦν. φαρμάττειν βούλει με, ὦ Σώκρατες, εἰπεῖν τὸν Ἀγάθωνα, ἵνα θορυβηθῶ διὰ τὸ οἴεσθαι τὸ θέατρον προσδοκίαν μεγάλην ἔχειν ὡς εὖ ἐροῦντος ἐμοῦ. ἐπιλήσμων μεντἂν εἴην, ὦ Ἀγάθων, εἰπεῖν τὸν Σωκράτη, εἰ ἰδὼν τὴν σὴν ἀνδρείαν καὶ μεγαλοφροσύνην ἀναβαίνοντος ἐπὶ τὸν ὀκρίβαντα μετὰ τῶν ὑποκριτῶν, καὶ βλέψαντος ἐναντία τοσούτῳ θεάτρῳ, μέλλοντος ἐπιδείξεσθαι σαυτοῦ λόγους, καὶ οὐδʼ ὁπωστιοῦν ἐκπλαγέντος, νῦν οἰηθείην σε θορυβήσεσθαι ἕνεκα ἡμῶν ὀλίγων ἀνθρώπων. τί δέ, ὦ Σώκρατες; τὸν Ἀγάθωνα φάναι, οὐ δήπου με οὕτω θεάτρου μεστὸν ἡγῇ ὥστε καὶ ἀγνοεῖν ὅτι νοῦν ἔχοντι ὀλίγοι ἔμφρονες πολλῶν ἀφρόνων φοβερώτεροι; οὐ μεντἂν καλῶς ποιοίην, φάναι, ὦ Ἀγάθων, περὶ σοῦ τι ἐγὼ ἄγροικον δοξάζων·2 ἀλλʼ εὖ οἶδα ὅτι εἴ τισιν ἐντύχοις οὓς ἡγοῖο σοφούς, μᾶλλον ἂν αὐτῶν φροντίζοις ἢ τῶν πολλῶν. ἀλλὰ μὴ οὐχ οὗτοι ἡμεῖς ὦμεν3—ἡμεῖς μὲν γὰρ καὶ ἐκεῖ παρῆμεν καὶ ἦμεν τῶν πολλῶν—εἰ δὲ ἄλλοις ἐντύχοις σοφοῖς, τάχʼ ἂν αἰσχύνοιο αὐτούς, εἴ τι ἴσως οἴοιο αἰσχρὸν ὂν ποιεῖν· ἢ πῶς λέγεις; ἀληθῆ λέγεις, φάναι. τοὺς δὲ πολλοὺς οὐκ ἂν αἰσχύνοιο εἴ τι οἴοιο αἰσχρὸν ποιεῖν; καὶ τὸν Φαῖδρον ἔφη ὑπολαβόντα εἰπεῖν ὦ φίλε Ἀγάθων, ἐὰν ἀποκρίνῃ Σωκράτει, οὐδὲν ἔτι διοίσει αὐτῷ ὁπῃοῦν τῶν ἐνθάδε ὁτιοῦν γίγνεσθαι, ἐὰν μόνον ἔχῃ ὅτῳ διαλέγηται, ἄλλως τε καὶ καλῷ. ἐγὼ δὲ ἡδέως μὲν ἀκούω Σωκράτους διαλεγομένου, ἀναγκαῖον δέ μοι ἐπιμεληθῆναι τοῦ ἐγκωμίου τῷ Ἔρωτι καὶ ἀποδέξασθαι παρʼ ἑνὸς ἑκάστου ὑμῶν τὸν λόγον· ἀποδοὺς οὖν ἑκάτερος τῷ θεῷ οὕτως ἤδη διαλεγέσθω. ἀλλὰ καλῶς λέγεις, ὦ Φαῖδρε, φάναι τὸν Ἀγάθωνα, καὶ οὐδέν με κωλύει λέγειν· Σωκράτει γὰρ καὶ αὖθις ἔσται πολλάκις διαλέγεσθαι.
そこでソクラテスが言ったという。エリュクシマコスよ、君自身は見事な戦いぶりをしたからね。しかし、もし君が今の私の立場、いや、おそらくアガトンも見事に話し終えた後の私の立場になったなら、君も大いに恐れ、今の私のようにすっかりおののくことになるだろう。アガトンが言った。ソクラテス、あなたは私に魔法をかけようとしているのですね。劇場が私に素晴らしい演説をしてくれると大きな期待を寄せていると思い込ませて、私を狼狽えさせるために。ソクラテスが言った。アガトン、もし私が、君が役者たちと共に高壇に上がり、これほど大きな観衆と対面して、自分の演説をこれから披露しようという時に、いささかもひるまなかった君の勇気と気概を見ていながら、今になって、私たちほんの数人の人間の前で君が狼狽えるなどと思うなら、私はまったくの物忘れがひどい人間ということになるだろう。アガトンは言った。ソクラテス、何をおっしゃるのです。まさか、私がこれほど劇場に支配されていて、思慮ある者にとっては、少数の賢者の方が、多数の愚者よりも恐ろしいものであるということさえ知らないとお思いですか。そこでソクラテスが言った。アガトン、もし私が君について不作法な考えを持つなら、それは決して良いことではないだろう。そうではなく、もし君が賢いと思うような人たちに出会ったなら、君が彼らを大衆よりもずっと重視するだろうということを、私はよく知っている。しかし、私たち(ここにいる者たち)がその賢者ではないのではないか。なぜなら、私たちもあそこに居合わせており、大衆の一部だったのだから。だが、もし君が他の賢者たちに出会ったなら、もし自分が何か恥ずべきことをしていると思えば、おそらく彼らに対して恥ずかしく思うだろう。それとも、どういう意味で言っているのかね。おっしゃる通りです、と彼は言った。では、もし自分が恥ずべきことをしていると思うなら、大衆に対しては恥ずかしく思わないのかね。そしてパイドロスが口を挟んでこう言った、と彼は語った。親愛なるアガトンよ、もし君がソクラテスに答えるなら、彼にとっては、ここにいる者たちの間で何がどう起ころうとも、もうどうでもよくなってしまうのだ、自分が対話する相手、それもとりわけ美しい相手さえいればね。私はソクラテスが対話するのを聞くのは楽しいのだが、エロスへの讃歌の世話をし、君たち一人ひとりから演説を受け取る義務があるのだ。だから、それぞれが神に演説を捧げてから、それからじっくり対話してほしい。いや、君の言う通りだ、パイドロス、とアガトンは言った。私が演説をするのを妨げるものは何もない。ソクラテスとは、後でまた何度でも対話できるのだからね。
- 193aφόβος οὖν ἔστιν ... ὅπως μὴ καὶ αὖθις διασχισθησόμεθα
懸念を表す名詞 φόβος に導かれた従属節。ὅπως μή +未来直説法(あるいは接続法)は「〜ではないかという恐れがある」という強い懸念を表す。
- 194cοὐ μεντἂν καλῶς ποιοίην ... περὶ σοῦ τι ἐγὼ ἄγροικον δοξάζων
主節の希求法 ποιοίην ἄν(潜在・不可能性)に対し、現在分詞 δοξάζων が条件節(εἰ δοξάζοιμι「もし〜と思うなら」)の役割を果たしている。
- 194cἀλλὰ μὴ οὐχ οὗτοι ἡμεῖς ὦμεν
独立文において μὴ οὐ +接続法第1人称複数形(ὦμεν)が用いられ、「私たちが〜ではないのではないかと懸念される」という疑念や恐れを婉曲に表現している。
