§190ἔπειτα ὅλον ἦν ἑκάστου τοῦ ἀνθρώπου τὸ εἶδος στρογγύλον, νῶτον καὶ πλευρὰς κύκλῳ ἔχον, χεῖρας δὲ τέτταρας εἶχε, καὶ σκέλη τὰ ἴσα ταῖς χερσίν, καὶ πρόσωπα δύʼ ἐπʼ αὐχένι κυκλοτερεῖ, ὅμοια πάντῃ·
其次,每个人的整个形体都是圆的,背部和胁肋呈环形。 他有四只手,腿的数量与手相等,在一个圆形的颈部上有两张完全相同的脸。
κεφαλὴν δʼ ἐπʼ ἀμφοτέροις τοῖς προσώποις ἐναντίοις κειμένοις μίαν, καὶ ὦτα τέτταρα, καὶ αἰδοῖα δύο, καὶ τἆλλα πάντα ὡς ἀπὸ τούτων ἄν τις εἰκάσειεν.
然而,这两张朝向相反方向的脸共用一个脑袋,有四个耳朵,两个生殖器,其余一切也如人们从这些特征中所能推测的那样。
ἐπορεύετο δὲ καὶ ὀρθὸν ὥσπερ νῦν, ὁποτέρωσε βουληθείη·
他们也能像现在一样直立行走,朝向他们所希望的任何方向。
καὶ ὁπότε ταχὺ ὁρμήσειεν θεῖν, ὥσπερ οἱ κυβιστῶντες καὶ εἰς ὀρθὸν τὰ σκέλη περιφερόμενοι κυβιστῶσι κύκλῳ, ὀκτὼ τότε οὖσι τοῖς μέλεσιν ἀπερειδόμενοι ταχὺ ἐφέροντο κύκλῳ.
每当他们想要快跑时,就像那些翻筋斗的人,把双腿直直地伸展出来并转圈翻滚一样,他们当时依靠八只肢体支撑,迅速地旋转着前进。
ἦν δὲ διὰ ταῦτα τρία τὰ γένη καὶ τοιαῦτα, ὅτι τὸ μὲν ἄρρεν ἦν τοῦ ἡλίου τὴν ἀρχὴν ἔκγονον, τὸ δὲ θῆλυ τῆς γῆς, τὸ δὲ ἀμφοτέρων μετέχον τῆς σελήνης, ὅτι καὶ ἡ σελήνη ἀμφοτέρων μετέχει·
至于之所以有这三种性别,并且具有这样的特质,是因为男性最初是太阳的后裔,女性是大地的后裔,而兼具男女两性者则是月亮的后裔,因为月亮也兼具两者的性质。
περιφερῆ δὲ δὴ ἦν καὶ αὐτὰ καὶ ἡ πορεία αὐτῶν διὰ τὸ τοῖς γονεῦσιν ὅμοια εἶναι.
正因为他们与父母相似,他们自身以及他们的行走方式都是圆的。
ἦν οὖν τὴν ἰσχὺν δεινὰ καὶ τὴν ῥώμην, καὶ τὰ φρονήματα μεγάλα εἶχον, ἐπεχείρησαν δὲ τοῖς θεοῖς, καὶ ὃ λέγει Ὅμηρος περὶ Ἐφιάλτου τε καὶ Ὤτου, περὶ ἐκείνων λέγεται, τὸ εἰς τὸν οὐρανὸν ἀνάβασιν ἐπιχειρεῖν ποιεῖν, ὡς ἐπιθησομένων τοῖς θεοῖς.
因此,他们的力量和精力非常可怕,并且抱负宏大,甚至企图反抗诸神。 荷马所说的关于厄菲阿尔特斯和奥托斯的事,其实就是指他们,说他们企图攀登天空,意在攻击诸神。
ὁ οὖν Ζεὺς καὶ οἱ ἄλλοι θεοὶ ἐβουλεύοντο ὅτι χρὴ αὐτοὺς ποιῆσαι, καὶ ἠπόρουν·
于是,宙斯和其他神明便商量该拿他们怎么办,并且束手无策。
οὔτε γὰρ ὅπως ἀποκτείναιεν εἶχον καὶ ὥσπερ τοὺς γίγαντας κεραυνώσαντες τὸ γένος ἀφανίσαιεν—αἱ τιμαὶ γὰρ αὐτοῖς καὶ ἱερὰ τὰ παρὰ τῶν ἀνθρώπων ἠφανίζετο— οὔτε ὅπως ἐῷεν ἀσελγαίνειν.
因为他们既没有办法像用雷电劈死巨人那样杀死他们并消灭整个人类——因为那样一来,人类给他们的尊崇和祭献也将随之消失——又不能放任他们如此放肆。
μόγις δὴ ὁ Ζεὺς ἐννοήσας λέγει ὅτι
δοκῶ μοι,
ἔφη,
ἔχειν μηχανήν, ὡς ἂν εἶέν τε ἅνθρωποι καὶ παύσαιντο τῆς ἀκολασίας ἀσθενέστεροι γενόμενοι.
最后,宙斯苦思冥想后说道:“我想,”他说,“我有一个办法,既可以让人们继续存在,又可以在他们变得衰弱之后停止放肆。
νῦν μὲν γὰρ αὐτούς, ἔφη, διατεμῶ δίχα ἕκαστον, καὶ ἅμα μὲν ἀσθενέστεροι ἔσονται, ἅμα δὲ χρησιμώτεροι ἡμῖν διὰ τὸ πλείους τὸν ἀριθμὸν γεγονέναι·
现在,”他说,“我将把他们每人劈成两半。 这样一来,他们既会变得更加衰弱,同时由于数量增多,也会对我们更加有用。
καὶ βαδιοῦνται ὀρθοὶ ἐπὶ δυοῖν σκελοῖν.
他们将用两条腿直立行走。
ἐὰν δʼ ἔτι δοκῶσιν ἀσελγαίνειν καὶ μὴ ʼθέλωσιν ἡσυχίαν ἄγειν, πάλιν αὖ, ἔφη, τεμῶ δίχα, ὥστʼ ἐφʼ ἑνὸς πορεύσονται σκέλους ἀσκωλιάζοντες.
但如果他们仍然显得放肆且不肯保持安静,我将再次,”他说,“把他们劈成两半,这样他们就只能用一只脚跳着行走了。
ταῦτα εἰπὼν ἔτεμνε τοὺς ἀνθρώπους δίχα, ὥσπερ οἱ τὰ ὄα τέμνοντες καὶ μέλλοντες ταριχεύειν, ἢ ὥσπερ οἱ τὰ ᾠὰ ταῖς θριξίν·
”说完这些,他就把人们劈成了两半,就像人们切开山楂准备腌制一样,或者像人们用头发切开鸡蛋一样。
ὅντινα δὲ τέμοι, τὸν Ἀπόλλω ἐκέλευεν τό τε πρόσωπον μεταστρέφειν καὶ τὸ τοῦ αὐχένος ἥμισυ πρὸς τὴν τομήν, ἵνα θεώμενος τὴν αὑτοῦ τμῆσιν κοσμιώτερος εἴη ὁ ἄνθρωπος, καὶ τἆλλα ἰᾶσθαι ἐκέλευεν.
每劈开一个人,他就命令阿波罗将他的脸和半个脖子扭向切口的那一面,以便让人们看着自己的切口而变得更加规矩,并命令阿波罗治好其余的部分。