Humanitext Reader

柏拉图 · 会饮篇 §191

分裂人类的修复与爱的起源

第 13 段,共 36 段 · 希腊语

内容简介

阿里斯托芬讲述了阿波罗对人类身体的修复以及宙斯对生殖器的重新安置,阐明了爱(厄洛斯)是寻找自身另一半的起源,并以此解释了人类不同性取向的成因。

§191ὁ δὲ τό τε πρόσωπον μετέστρεφε, καὶ συνέλκων πανταχόθεν τὸ δέρμα ἐπὶ τὴν γαστέρα νῦν καλουμένην, ὥσπερ τὰ σύσπαστα βαλλάντια, ἓν στόμα ποιῶν ἀπέδει κατὰ μέσην τὴν γαστέρα, ὃ δὴ τὸν ὀμφαλὸν καλοῦσι.
阿波罗便将他们的脸转了过去,并像抽绳口袋一样,将皮肤从四面八方拉向现在被称为肚子的部位,做成一个口,在肚子的正中间扎紧,也就是人们所说的肚脐。
καὶ τὰς μὲν ἄλλας ῥυτίδας τὰς πολλὰς ἐξελέαινε καὶ τὰ στήθη διήρθρου, ἔχων τι τοιοῦτον ὄργανον οἷον οἱ σκυτοτόμοι περὶ τὸν καλάποδα λεαίνοντες τὰς τῶν σκυτῶν ῥυτίδας· ὀλίγας δὲ κατέλιπε, τὰς περὶ αὐτὴν τὴν γαστέρα καὶ τὸν ὀμφαλόν, μνημεῖον εἶναι τοῦ παλαιοῦ πάθους.
他又抚平了大部分别的皱纹,并塑造出胸部,所使用的工具就像鞋匠在鞋楦上抚平皮革皱纹时所用的一样;但他留下了少数皱纹,即肚子和肚脐周围的皱纹,作为昔日苦难的纪念。
ἐπειδὴ οὖν ἡ φύσις δίχα ἐτμήθη, ποθοῦν ἕκαστον τὸ ἥμισυ τὸ αὑτοῦ συνῄει, καὶ περιβάλλοντες τὰς χεῖρας καὶ συμπλεκόμενοι ἀλλήλοις, ἐπιθυμοῦντες συμφῦναι, ἀπέθνῃσκον ὑπὸ λιμοῦ καὶ τῆς ἄλλης ἀργίας διὰ τὸ μηδὲν ἐθέλειν χωρὶς ἀλλήλων ποιεῖν.
因此,当人类的肉体被劈成两半后,每一半都渴望着自己的另一半,他们走到一起,用双臂搂住彼此,紧紧相拥,渴望融合为一体。 但由于他们不愿分开做任何事情,便因饥饿和其他方面的无所作为而纷纷死去。
καὶ ὁπότε τι ἀποθάνοι τῶν ἡμίσεων, τὸ δὲ λειφθείη, τὸ λειφθὲν ἄλλο ἐζήτει καὶ συνεπλέκετο, εἴτε γυναικὸς τῆς ὅλης ἐντύχοι ἡμίσει—ὃ δὴ νῦν γυναῖκα καλοῦμεν—εἴτε ἀνδρός·
每当半个身体死去,剩下的一半就会去寻找另一个并紧紧相拥,无论他遇到的是由原先完整的女性分出来的半个身体(这正是我们现在所说的女人),还是男性的半个身体。
καὶ οὕτως ἀπώλλυντο.
他们就这样不断走向灭亡。
ἐλεήσας δὲ ὁ Ζεὺς ἄλλην μηχανὴν πορίζεται, καὶ μετατίθησιν αὐτῶν τὰ αἰδοῖα εἰς τὸ πρόσθεν—τέως γὰρ καὶ ταῦτα ἐκτὸς εἶχον, καὶ ἐγέννων καὶ ἔτικτον οὐκ εἰς ἀλλήλους ἀλλʼ εἰς γῆν, ὥσπερ οἱ τέττιγες—μετέθηκέ τε οὖν οὕτω αὐτῶν εἰς τὸ πρόσθεν καὶ διὰ τούτων τὴν γένεσιν ἐν ἀλλήλοις ἐποίησεν, διὰ τοῦ ἄρρενος ἐν τῷ θήλει, τῶνδε ἕνεκα, ἵνα ἐν τῇ συμπλοκῇ ἅμα μὲν εἰ ἀνὴρ γυναικὶ ἐντύχοι, γεννῷεν καὶ γίγνοιτο τὸ γένος, ἅμα δʼ εἰ καὶ ἄρρην ἄρρενι, πλησμονὴ γοῦν γίγνοιτο τῆς συνουσίας καὶ διαπαύοιντο καὶ ἐπὶ τὰ ἔργα τρέποιντο καὶ τοῦ ἄλλου βίου ἐπιμελοῖντο.
宙斯心生怜悯,便想出了另一个办法。 他将他们的生殖器移到了前面——因为在这之前,他们的这些器官都在外侧,他们并不在彼此体内生育,而是像蝉一样,向土地里排卵生育。 因此,他把生殖器移到了前面,使得他们能通过这些器官在彼此体内生殖,也就是由男性在女性体内生殖。 其目的在于:在拥抱时,如果男人遇到女人,就能繁衍后代,使种族延续;如果男人遇到男人,至少能通过性交获得满足,从而停歇下来去工作,并顾及生活的其他事务。
ἔστι δὴ οὖν ἐκ τόσου ὁ ἔρως ἔμφυτος ἀλλήλων τοῖς ἀνθρώποις καὶ τῆς ἀρχαίας φύσεως συναγωγεὺς καὶ ἐπιχειρῶν ποιῆσαι ἓν ἐκ δυοῖν καὶ ἰάσασθαι τὴν φύσιν τὴν ἀνθρωπίνην.
因此,从那时起,彼此相爱就成了人类与生俱来的本能,它试图重建昔日的完整状态,将两者合二为一,从而治愈人类的本性。
ἕκαστος οὖν ἡμῶν ἐστιν ἀνθρώπου σύμβολον, ἅτε τετμημένος ὥσπερ αἱ ψῆτται, ἐξ ἑνὸς δύο·
所以,我们每一个人都是人类的一个契合片,就像比目鱼一样被一分为二。
ζητεῖ δὴ ἀεὶ τὸ αὑτοῦ ἕκαστος σύμβολον.
因此,每个人都在不断寻找着属于自己的那个契合片。
ὅσοι μὲν οὖν τῶν ἀνδρῶν τοῦ κοινοῦ τμῆμά εἰσιν, ὃ δὴ τότε ἀνδρόγυνον ἐκαλεῖτο, φιλογύναικές τέ εἰσι καὶ οἱ πολλοὶ τῶν μοιχῶν ἐκ τούτου τοῦ γένους γεγόνασιν, καὶ ὅσαι αὖ γυναῖκες φίλανδροί τε καὶ μοιχεύτριαι ἐκ τούτου τοῦ γένους γίγνονται.
那些由昔日被称为“雌雄同体”的混合性别中分裂出来的男人,都是喜爱女人的,许多奸夫也都属于这一类;而那些喜爱男人且有通奸行为的女人也同样源于这一类。
ὅσαι δὲ τῶν γυναικῶν γυναικὸς τμῆμά εἰσιν, οὐ πάνυ αὗται τοῖς ἀνδράσι τὸν νοῦν προσέχουσιν, ἀλλὰ μᾶλλον πρὸς τὰς γυναῖκας τετραμμέναι εἰσί, καὶ αἱ ἑταιρίστριαι ἐκ τούτου τοῦ γένους γίγνονται.
至于那些由女性分裂出来的女人,对男人并不怎么在乎,而是更倾向于女人,女同性恋者正是源于这一类。

词汇与语法注释

  1. 191aμνημεῖον εἶναι — 不定式 εἶναι 连同其表语 μνημεῖον 表明留下皱纹这一动作的目的或结果(意为“作为……的纪念”)。
  2. 191dἅτε τετμημένος — 连词 ἅτε 与 完了被动分词 τετμημένος 连用,表示客观事实层面的原因或理由(“既然被切开”)。
  3. 191dτοῦ κοινοῦ τμῆμα — 属格名词短语中的 τοῦ κοινοῦ 指代过去男女共有的混合性别(即雌雄同体者)。

引用这一段

柏拉图, 会饮篇 §191. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg011.humanitext-grc2:191

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。