Humanitext Reader

柏拉图 · 会饮篇 §188-189

阿里斯托芬的演说与原初人类神话

第 11 段,共 36 段 · 希腊语

内容简介

厄里希马库斯阐述了在宇宙与人间一切事务中维护和谐爱欲的必要性并结束演说;随后,阿里斯托芬止住了打嗝,开始了他关于爱欲的独特演说,并引入了人类最初拥有三种性别(男性、女性和阴阳人)的神话。

§188καὶ ἐν μουσικῇ δὴ καὶ ἐν ἰατρικῇ καὶ ἐν τοῖς ἄλλοις πᾶσι καὶ τοῖς ἀνθρωπείοις καὶ τοῖς θείοις, καθʼ ὅσον παρείκει, φυλακτέον ἑκάτερον τὸν ἔρωτα· ἔνεστον γάρ.
无论在音乐、医学,还是在其他一切人神事务中,凡是可能的地方,都必须维护这两种爱欲;因为这两种爱欲都存在于其中。
ἐπεὶ καὶ ἡ τῶν ὡρῶν τοῦ ἐνιαυτοῦ σύστασις μεστή ἐστιν ἀμφοτέρων τούτων, καὶ ἐπειδὰν μὲν πρὸς ἄλληλα τοῦ κοσμίου τύχῃ ἔρωτος ἃ νυνδὴ ἐγὼ ἔλεγον, τά τε θερμὰ καὶ τὰ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά, καὶ ἁρμονίαν καὶ κρᾶσιν λάβῃ σώφρονα, ἥκει φέροντα εὐετηρίαν τε καὶ ὑγίειαν ἀνθρώποις καὶ τοῖς ἄλλοις ζῴοις τε καὶ φυτοῖς, καὶ οὐδὲν ἠδίκησεν·
因为一年的季节构成也充满了这两种爱欲。 当那些我刚才提到的元素——热与冷、干与湿——彼此获得规矩的爱欲,并得到和谐且适度的混合时,它们就会给人类、其他动物以及植物带来丰收与健康,而不会造成任何危害。
ὅταν δὲ ὁ μετὰ τῆς ὕβρεως Ἔρως ἐγκρατέστερος περὶ τὰς τοῦ ἐνιαυτοῦ ὥρας γένηται, διέφθειρέν τε πολλὰ καὶ ἠδίκησεν.
但当伴随着放肆的爱欲在一年的季节中变得过于强势时,它就会摧毁许多事物并带来危害。
οἵ τε γὰρ λοιμοὶ φιλοῦσι γίγνεσθαι ἐκ τῶν τοιούτων καὶ ἄλλα ἀνόμοια πολλὰ νοσήματα καὶ τοῖς θηρίοις καὶ τοῖς φυτοῖς·
因为瘟疫往往产生于这类情况,动物和植物的其他许多各异的疾病也是如此。
καὶ γὰρ πάχναι καὶ χάλαζαι καὶ ἐρυσῖβαι ἐκ πλεονεξίας καὶ ἀκοσμίας περὶ ἄλληλα τῶν τοιούτων γίγνεται ἐρωτικῶν, ὧν ἐπιστήμη περὶ ἄστρων τε φορὰς καὶ ἐνιαυτῶν ὥρας ἀστρονομία καλεῖται.
事实上,霜冻、冰雹和黑穗病,都是由于这些爱欲之物彼此过度并失去秩序而产生的,关于这些星体运行和季节交替的爱欲知识,就被称为“天文学”。
ἔτι τοίνυν καὶ αἱ θυσίαι πᾶσαι καὶ οἷς μαντικὴ ἐπιστατεῖ—ταῦτα δʼ ἐστὶν ἡ περὶ θεούς τε καὶ ἀνθρώπους πρὸς ἀλλήλους κοινωνία—οὐ περὶ ἄλλο τί ἐστιν ἢ περὶ Ἔρωτος φυλακήν τε καὶ ἴασιν.
此外,所有的祭祀以及由占卜术所主持的事务——这些乃是神与人之间的相互交往——不外乎是为了爱欲的维护与治疗。
πᾶσα γὰρ ἀσέβεια φιλεῖ γίγνεσθαι ἐὰν μή τις τῷ κοσμίῳ Ἔρωτι χαρίζηται μηδὲ τιμᾷ τε αὐτὸν καὶ πρεσβεύῃ ἐν παντὶ ἔργῳ, ἀλλὰ τὸν ἕτερον, καὶ περὶ γονέας καὶ ζῶντας καὶ τετελευτηκότας καὶ περὶ θεούς·
因为如果一个人不在每一项行动中取悦、尊崇并敬重规矩的爱欲,而是去取悦另一种爱欲,无论对待父母(无论其在世还是已逝)还是对待神明,一切不敬神的事情便往往容易发生。
ἃ δὴ προστέτακται τῇ μαντικῇ ἐπισκοπεῖν τοὺς ἐρῶντας καὶ ἰατρεύειν, καὶ ἔστιν αὖ ἡ μαντικὴ φιλίας θεῶν καὶ ἀνθρώπων δημιουργὸς τῷ ἐπίστασθαι τὰ κατὰ ἀνθρώπους ἐρωτικά, ὅσα τείνει πρὸς θέμιν καὶ εὐσέβειαν.
占卜术的任务正是监视并治疗这些爱欲者,而占卜术也正是神人之间友谊的缔造者,因为它懂得人类在爱欲事务中凡是趋向于正义与虔敬的一切。
οὕτω πολλὴν καὶ μεγάλην, μᾶλλον δὲ πᾶσαν δύναμιν ἔχει συλλήβδην μὲν ὁ πᾶς Ἔρως, ὁ δὲ περὶ τἀγαθὰ μετὰ σωφροσύνης καὶ δικαιοσύνης ἀποτελούμενος καὶ παρʼ ἡμῖν καὶ παρὰ θεοῖς, οὗτος τὴν μεγίστην δύναμιν ἔχει καὶ πᾶσαν ἡμῖν εὐδαιμονίαν παρασκευάζει καὶ ἀλλήλοις δυναμένους ὁμιλεῖν καὶ φίλους εἶναι καὶ τοῖς κρείττοσιν ἡμῶν θεοῖς.
因此,整体而言,所有的爱欲都拥有巨大而强盛,或者更确切地说是无所不包的力量。 然而,在我们这里和神明那里,为了善并伴随着节制与正义而成就的爱欲,才拥有最大的力量,并为我们带来一切幸福,使我们能够彼此交往、成为朋友,并与比我们更优越的神明成为朋友。
ἴσως μὲν οὖν καὶ ἐγὼ τὸν ἔρωτα ἐπαινῶν πολλὰ παραλείπω, οὐ μέντοι ἑκών γε.
或许,我在赞美爱欲时也遗漏了许多东西,但绝非有意为之。
ἀλλʼ εἴ τι ἐξέλιπον, σὸν ἔργον, ὦ Ἀριστόφανες, ἀναπληρῶσαι· ἢ εἴ πως ἄλλως ἐν νῷ ἔχεις ἐγκωμιάζειν τὸν θεόν, ἐγκωμίαζε, ἐπειδὴ καὶ τῆς λυγγὸς πέπαυσαι.
不过,如果我有所遗漏,阿里斯托芬,你的任务就是予以补充;或者,如果你打算用其他方式来颂扬这位神明,那就请便吧,因为你的打嗝也已经止住了。
§189ἐκδεξάμενον οὖν ἔφη εἰπεῖν τὸν Ἀριστοφάνη ὅτι καὶ μάλʼ ἐπαύσατο, οὐ μέντοι πρίν γε τὸν πταρμὸν προσενεχθῆναι αὐτῇ, ὥστε με θαυμάζειν εἰ τὸ κόσμιον τοῦ σώματος ἐπιθυμεῖ τοιούτων ψόφων καὶ γαργαλισμῶν, οἷον καὶ ὁ πταρμός ἐστιν·
阿里托德莫斯说,阿里斯托芬接着说道,打嗝确实已经完全止住了,不过是在他用了打喷嚏的方法之后才止住的,这使他感到惊奇:身体中规矩的部分难道会渴望喷嚏这样产生的声响和刺激?
πάνυ γὰρ εὐθὺς ἐπαύσατο, ἐπειδὴ αὐτῷ τὸν πταρμὸν προσήνεγκα.
因为当他对自己使用打喷嚏的方法时,打嗝确实立刻就止住了。
καὶ τὸν Ἐρυξίμαχον, ὠγαθέ, φάναι, Ἀριστόφανες, ὅρα τί ποιεῖς.
厄里希马库斯说:“老兄,阿里斯托芬,看着你正在做什么。
γελωτοποιεῖς μέλλων λέγειν, καὶ φύλακά με τοῦ λόγου ἀναγκάζεις γίγνεσθαι τοῦ σεαυτοῦ, ἐάν τι γελοῖον εἴπῃς, ἐξόν σοι ἐν εἰρήνῃ λέγειν.
你正要在发言前扮小丑,并强迫我成为你话语的监视者,以防你说了什么可笑的话,而你本可以安安静静地发言。
καὶ τὸν Ἀριστοφάνη γελάσαντα εἰπεῖν εὖ λέγεις, ὦ Ἐρυξίμαχε, καί μοι ἔστω ἄρρητα τὰ εἰρημένα.
”阿里斯托芬笑着说:“你说得对,厄里希马库斯,我刚才说的话就当作没说吧。
ἀλλὰ μή με φύλαττε, ὡς ἐγὼ φοβοῦμαι περὶ τῶν μελλόντων ῥηθήσεσθαι, οὔ τι μὴ γελοῖα εἴπω — τοῦτο μὲν γὰρ ἂν κέρδος εἴη καὶ τῆς ἡμετέρας μούσης ἐπιχώριον — ἀλλὰ μὴ καταγέλαστα.
但别监视我,因为我对我将要说的话感到害怕,这倒不是因为担心说了什么可笑的话——因为那是好事,也是我们缪斯的本土特色——而是担心说了荒谬可鄙的话。
βαλών γε, φάναι, ὦ Ἀριστόφανες, οἴει ἐκφεύξεσθαι·
”厄里希马库斯说:“阿里斯托芬,你以为射了箭就能逃跑吗?
ἀλλὰ πρόσεχε τὸν νοῦν καὶ οὕτως λέγε ὡς δώσων λόγον.
注意你的心思,像一个要接受质询的人那样发言。
ἴσως μέντοι, ἂν δόξῃ μοι, ἀφήσω σε.
不过,如果我觉得合适,也许会放过你。
καὶ μήν, ὦ Ἐρυξίμαχε, εἰπεῖν τὸν Ἀριστοφάνη, ἄλλῃ γέ πῃ ἐν νῷ ἔχω λέγειν ἢ ᾗ σύ τε καὶ Παυσανίας εἰπέτην.
”阿里斯托芬说:“确实,厄里希马库斯,我打算用完全不同于你和泡萨尼阿斯所采用的方式来发言。
ἐμοὶ γὰρ δοκοῦσιν ἅνθρωποι παντάπασι τὴν τοῦ ἔρωτος δύναμιν οὐκ ᾐσθῆσθαι, ἐπεὶ αἰσθανόμενοί γε μέγιστʼ ἂν αὐτοῦ ἱερὰ κατασκευάσαι καὶ βωμούς, καὶ θυσίας ἂν ποιεῖν μεγίστας, οὐχ ὥσπερ νῦν τούτων οὐδὲν γίγνεται περὶ αὐτόν, δέον πάντων μάλιστα γίγνεσθαι.
因为在我看来,人类完全没有察觉到爱欲的力量。 因为如果他们察觉到了,必然会为他建造最宏伟的庙宇和祭坛,并献上最伟大的祭祀,而不是像现在这样,没有为他做任何这些事,尽管这比什么都更有必要。
ἔστι γὰρ θεῶν φιλανθρωπότατος, ἐπίκουρός τε ὢν τῶν ἀνθρώπων καὶ ἰατρὸς τούτων ὧν ἰαθέντων μεγίστη εὐδαιμονία ἂν τῷ ἀνθρωπείῳ γένει εἴη.
因为在诸神中,他是最热爱人类的,是人类的协助者,也是这些若能治愈将给人类带来最大幸福的病痛的医生。
ἐγὼ οὖν πειράσομαι ὑμῖν εἰσηγήσασθαι τὴν δύναμιν αὐτοῦ, ὑμεῖς δὲ τῶν ἄλλων διδάσκαλοι ἔσεσθε. δεῖ δὲ πρῶτον ὑμᾶς μαθεῖν τὴν ἀνθρωπίνην φύσιν καὶ τὰ παθήματα αὐτῆς.
因此,我将尝试向你们介绍他的力量,而你们将成为其他人的老师。
ἡ γὰρ πάλαι ἡμῶν φύσις οὐχ αὑτὴ ἦν ἥπερ νῦν, ἀλλʼ ἀλλοία.
但首先,你们必须了解人类的天性及其所遭受的苦难。
πρῶτον μὲν γὰρ τρία ἦν τὰ γένη τὰ τῶν ἀνθρώπων, οὐχ ὥσπερ νῦν δύο, ἄρρεν καὶ θῆλυ, ἀλλὰ καὶ τρίτον προσῆν κοινὸν ὂν ἀμφοτέρων τούτων, οὗ νῦν ὄνομα λοιπόν, αὐτὸ δὲ ἠφάνισται·
因为我们往昔的天性与现在的不同,而是迥然相异。 首先,人类的性别有三种,而不是像现在的男和女两种,还有共同具有这两种性别的第三种,现在只剩下了名字,而它本身已经消失了。
ἀνδρόγυνον γὰρ ἓν τότε μὲν ἦν καὶ εἶδος καὶ ὄνομα ἐξ ἀμφοτέρων κοινὸν τοῦ τε ἄρρενος καὶ θήλεος, νῦν δὲ οὐκ ἔστιν ἀλλʼ ἢ ἐν ὀνείδει ὄνομα κείμενον.
因为当时有‘阴阳人’这一种,其形态和名字都是男女双方所共有的,而现在它不过是一个带有侮辱性的名词而已。 ”', metal: null,

词汇与语法注释

  1. 188aἥκει φέροντα — 分词 `φέροντα` 的逻辑主语是前句的中性复数主语 `ἃ νυνδὴ ἐγὼ ἔλεγον...`(即热与冷等元素)。动词 `ἥκει` 具有现在完成时的含义(“已经到来”),与分词连用表示“结果带来……”。
  2. 188cἃ δὴ προστέτακται — 关系代词 `ἃ`(中性复数)指代前句中提到的所有导致不敬神(`ἀσέβεια`)的行为(即在对待父母或神明时顺从了另一种不规矩的爱欲)。它是被动语态动词 `προστέτακται` 的主语,指明了占卜术被命令去监视和治疗的对象。
  3. 189aἐκδεξάμενον — 该阳性单数宾格分词修饰 `τὸν Ἀ里斯托芬`(即不定式 `εἰπεῖν` 的逻辑主语),在阿里托德莫斯转述的间接引语中,用以描述阿里斯托芬接替发言顺序的状态。
  4. 189bοὔ τι μὴ γελοῖα εἴπω — 带有强烈否定的担忧表达。在由 `φοβοῦμαι`(我害怕)引导的 `μὴ... εἴπω` 句式中,通过 `οὔ τι` 强烈否定了第一种担忧(害怕说了可笑的话),并以此与他真正害怕的事情 `ἀλλὰ μὴ καταγέλαστα`(而是害怕说了荒谬可鄙的话)形成对比。

引用这一段

柏拉图, 会饮篇 §188-189. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg011.humanitext-grc2:188-189

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。