← プラトン

饗宴

§190

球形の人間の傲慢とゼウスによる両断

アリストパネスは、かつての人類が球体であり、恐るべき力を持って神々に挑んだため、ゼウスが彼らを半分に切り分けて弱体化させたという神話を語る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§190

ἔπειτα ὅλον ἦν ἑκάστου τοῦ ἀνθρώπου τὸ εἶδος στρογγύλον, νῶτον καὶ πλευρὰς κύκλῳ ἔχον, χεῖρας δὲ τέτταρας εἶχε, καὶ σκέλη τὰ ἴσα ταῖς χερσίν,1 καὶ πρόσωπα δύʼ ἐπʼ αὐχένι κυκλοτερεῖ, ὅμοια πάντῃ· κεφαλὴν δʼ ἐπʼ ἀμφοτέροις τοῖς προσώποις ἐναντίοις κειμένοις μίαν, καὶ ὦτα τέτταρα, καὶ αἰδοῖα δύο, καὶ τἆλλα πάντα ὡς ἀπὸ τούτων ἄν τις εἰκάσειεν. ἐπορεύετο δὲ καὶ ὀρθὸν ὥσπερ νῦν, ὁποτέρωσε βουληθείη· καὶ ὁπότε ταχὺ ὁρμήσειεν θεῖν, ὥσπερ οἱ κυβιστῶντες καὶ εἰς ὀρθὸν τὰ σκέλη περιφερόμενοι2 κυβιστῶσι κύκλῳ, ὀκτὼ τότε οὖσι τοῖς μέλεσιν ἀπερειδόμενοι ταχὺ ἐφέροντο κύκλῳ. ἦν δὲ διὰ ταῦτα τρία τὰ γένη καὶ τοιαῦτα, ὅτι τὸ μὲν ἄρρεν ἦν τοῦ ἡλίου τὴν ἀρχὴν ἔκγονον, τὸ δὲ θῆλυ τῆς γῆς, τὸ δὲ ἀμφοτέρων μετέχον τῆς σελήνης, ὅτι καὶ ἡ σελήνη ἀμφοτέρων μετέχει· περιφερῆ δὲ δὴ ἦν καὶ αὐτὰ καὶ ἡ πορεία αὐτῶν διὰ τὸ τοῖς γονεῦσιν ὅμοια εἶναι. ἦν οὖν τὴν ἰσχὺν δεινὰ καὶ τὴν ῥώμην, καὶ τὰ φρονήματα μεγάλα εἶχον, ἐπεχείρησαν δὲ τοῖς θεοῖς, καὶ ὃ λέγει Ὅμηρος περὶ Ἐφιάλτου τε καὶ Ὤτου, περὶ ἐκείνων λέγεται, τὸ εἰς τὸν οὐρανὸν ἀνάβασιν ἐπιχειρεῖν ποιεῖν,3 ὡς ἐπιθησομένων τοῖς θεοῖς. ὁ οὖν Ζεὺς καὶ οἱ ἄλλοι θεοὶ ἐβουλεύοντο ὅτι χρὴ αὐτοὺς ποιῆσαι, καὶ ἠπόρουν· οὔτε γὰρ ὅπως ἀποκτείναιεν εἶχον4 καὶ ὥσπερ τοὺς γίγαντας κεραυνώσαντες τὸ γένος ἀφανίσαιεν—αἱ τιμαὶ γὰρ αὐτοῖς καὶ ἱερὰ τὰ παρὰ τῶν ἀνθρώπων ἠφανίζετο— οὔτε ὅπως ἐῷεν ἀσελγαίνειν. μόγις δὴ ὁ Ζεὺς ἐννοήσας λέγει ὅτι δοκῶ μοι, ἔφη, ἔχειν μηχανήν, ὡς ἂν εἶέν τε ἅνθρωποι καὶ παύσαιντο τῆς ἀκολασίας ἀσθενέστεροι γενόμενοι. νῦν μὲν γὰρ αὐτούς, ἔφη, διατεμῶ δίχα ἕκαστον, καὶ ἅμα μὲν ἀσθενέστεροι ἔσονται, ἅμα δὲ χρησιμώτεροι ἡμῖν διὰ τὸ πλείους τὸν ἀριθμὸν γεγονέναι· καὶ βαδιοῦνται ὀρθοὶ ἐπὶ δυοῖν σκελοῖν. ἐὰν δʼ ἔτι δοκῶσιν ἀσελγαίνειν καὶ μὴ ʼθέλωσιν ἡσυχίαν ἄγειν, πάλιν αὖ, ἔφη, τεμῶ δίχα, ὥστʼ ἐφʼ ἑνὸς πορεύσονται σκέλους ἀσκωλιάζοντες. ταῦτα εἰπὼν ἔτεμνε τοὺς ἀνθρώπους δίχα, ὥσπερ οἱ τὰ ὄα τέμνοντες καὶ μέλλοντες ταριχεύειν, ἢ ὥσπερ οἱ τὰ ᾠὰ ταῖς θριξίν· ὅντινα δὲ τέμοι, τὸν Ἀπόλλω ἐκέλευεν5 τό τε πρόσωπον μεταστρέφειν καὶ τὸ τοῦ αὐχένος ἥμισυ πρὸς τὴν τομήν, ἵνα θεώμενος τὴν αὑτοῦ τμῆσιν κοσμιώτερος εἴη ὁ ἄνθρωπος, καὶ τἆλλα ἰᾶσθαι ἐκέλευεν.

次に、個々の人間の全体の姿は丸く、背中と脇腹が円をなしていた。手は四本あり、足も手と同数あった。顔は円い首の上に二つあり、これらはあらゆる点で互いに似ていた。しかし頭は、互いに反対方向を向いて置かれたこれら両方の顔に対して一つだけであり、耳は四つ、陰部は二つ、その他すべてはこのことから推測される通りであった。また、歩行も現在と同じく直立して、自分の望む方向へ進むことができた。そして、素早く走ろうとするときには、宙返りをする人々が足をまっすぐに回転させて円を描くように宙返りするのと同様に、当時は八本あった手足で自らを支え、素早く円を描いて転がっていった。ところで、三つの性別が存在し、このようなものであった理由は、男はもともと太陽の子孫であり、女は地球の子孫であり、両方の性質を共有するものは月の子孫であったからである。月もまた両方の性質を共有しているからである。彼ら自身も、その移動も円形であったが、それは親に似ていたからである。それゆえ彼らは恐るべき力と強さを持ち、高い誇りを抱いていた。そして彼らは神々に挑み、ホメロスがエフィアルテスとオトスについて語っていること、すなわち彼らが神々を襲撃しようとして天への登攀を試みたということは、彼らについて語られているのである。そこでゼウスと他の神々は、彼らをどう扱うべきか熟考したが、途方に暮れた。ギガースたちのように彼らを雷撃して人類を全滅させるわけにもいかなかった。神々への礼拝や人間からの供え物が失われてしまうからである。かといって、彼らの不遜な行いをそのままにさせておくわけにもいかなかった。ようやくゼウスは思いついて言った。「私には」と彼は言った、「人間を生かしつつ、彼らをより弱くすることによってその放縦を止めさせる方法があると思われる。というのも、今私は、と彼は言った、彼ら一人一人を真っ二つに切り分けるからだ。そうすれば、彼らはより弱くなると同時に、数が多くなることで私たちにとってより有用になるだろう。そして彼らは二本の足で直立して歩くようになる。もし彼らがなおも放縦を続け、静穏を保とうとしないならば、再びさらに、と彼は言った、真っ二つに切り分ける。そうすれば、一本の足でケンケンして歩くようになるだろう。」こう言って、彼は人間を真っ二つに切り分けた。それは、ヤマモモの果実を切り分けて塩漬けにしようとする人々や、卵を髪の毛で切り分ける人々のようであった。そして、誰かを切り分けるたびに、ゼウスはアポロンに対して、顔と首の半分を切り口の側へ向け直すよう命じた。人間が自分の切り口を見て、より秩序ある存在になるようにするためである。また、それ以外の部分を治療するよう命じた。

構文注5 件
  1. 190σκέλη τὰ ἴσα ταῖς χερσίν

    接続動詞 εἶχε が前節から省略されている、あるいは ἦσαν の省略とも解釈できる。τὰ ἴσα は「数において等しい(すなわち4本である)」ことを意味する。

  2. 190aεἰς ὀρθὸν τὰ σκέλη περιφερόμενοι

    「足を(地面に対して、あるいは体に対して)まっすぐに伸ばした状態で回転させる」というアクロバティックな動作を指す。εἰς ὀρθόν はここでは「直立させて、まっすぐに」の意。

  3. 190bτὸ εἰς τὸν οὐρανὸν ἀνάβασιν ἐπιχειρεῖν ποιεῖν

    冠詞付き不定詞句が、先行する関係代名詞 ὃ ... λέγεται(「〜と言われていること」)の内容を具体的に説明する同格(apposition)として機能している。

  4. 190cοὔτε γὰρ ὅπως ἀποκτείναιεν εἶχον

    動詞 ἔχω が間接疑問節を伴って「〜する方法を持たない(〜できない)」を意味する構文。ὅπως ἀποκτείναιεν は過去の不確定な事実に対する、間接疑問の中の審議法希求法(deliberative optative)である。

  5. 190eὅντινα δὲ τέμοι, ... ἐκέλευεν

    過去の反復(indefinite frequency in past time)を表す構文。関係節の動詞が希求法(τέμοι)になり、主節の動詞が未完了過去(ἐκέλευεν)になることで、「〜するたびに、その都度命じた」という繰り返しの行為を表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 2 件
urn:cts:greekLit:tlg0059.tlg011.humanitext-grc2:190