Humanitext Reader

柏拉图 · 会饮篇 §186-187

厄里希马库斯论自然与调和之爱

第 10 段,共 36 段 · 希腊语

内容简介

厄里希马库斯主张,爱欲不仅存在于人类灵魂中,也存在于身体和整个宇宙之中,并通过医学和音乐的例子说明了爱欲如何协调对立面。

§186εἰπεῖν δὴ τὸν Ἐρυξίμαχον, δοκεῖ τοίνυν μοι ἀναγκαῖον εἶναι, ἐπειδὴ Παυσανίας ὁρμήσας ἐπὶ τὸν λόγον καλῶς οὐχ ἱκανῶς ἀπετέλεσε, δεῖν ἐμὲ πειρᾶσθαι τέλος ἐπιθεῖναι τῷ λόγῳ.
阿里托德莫斯说,厄里希马库斯说道:“因此,在我看来,既然泡萨尼阿斯开辟了这个论题且开局美妙,却未能充分完成它,那么我就有必要尝试为这个论说画上句号。
τὸ μὲν γὰρ διπλοῦν εἶναι τὸν ἔρωτα δοκεῖ μοι καλῶς διελέσθαι· ὅτι δὲ οὐ μόνον ἐστὶν ἐπὶ ταῖς ψυχαῖς τῶν ἀνθρώπων πρὸς τοὺς καλοὺς ἀλλὰ καὶ πρὸς ἄλλα πολλὰ καὶ ἐν τοῖς ἄλλοις, τοῖς τε σώμασι τῶν πάντων ζῴων καὶ τοῖς ἐν τῇ γῇ φυομένοις καὶ ὡς ἔπος εἰπεῖν ἐν πᾶσι τοῖς οὖσι, καθεωρακέναι μοι δοκῶ ἐκ τῆς ἰατρικῆς, τῆς ἡμετέρας τέχνης, ὡς μέγας καὶ θαυμαστὸς καὶ ἐπὶ πᾶν ὁ θεὸς τείνει καὶ κατʼ ἀνθρώπινα καὶ κατὰ θεῖα πράγματα.
因为,他指明爱欲具有双重性,在我看来这划分得很美妙;但是,爱欲不仅存在于人类对美男子的灵魂中,也存在于许多其他事物中并针对其他事物——即所有动物的身体、地上生长的植物,简言之存在于一切存在物之中,这一点我认为我已经从医学,即我们的技艺中观察到了:这位神明是多么伟大、多么奇妙,且无所不在地延伸至人间和神圣的一切事务之中。
ἄρξομαι δὲ ἀπὸ τῆς ἰατρικῆς λέγων, ἵνα καὶ πρεσβεύωμεν τὴν τέχνην.
我将从医学开始谈起,以便我们也尊崇自己的技艺。
ἡ γὰρ φύσις τῶν σωμάτων τὸν διπλοῦν ἔρωτα τοῦτον ἔχει· τὸ γὰρ ὑγιὲς τοῦ σώματος καὶ τὸ νοσοῦν ὁμολογουμένως ἕτερόν τε καὶ ἀνόμοιόν ἐστι, τὸ δὲ ἀνόμοιον ἀνομοίων ἐπιθυμεῖ καὶ ἐρᾷ.
因为身体的天性就拥有这种双重的爱欲:因为身体健康的部分和患病的部分公认是不同且不相似的,而不相似的东西渴望并喜爱不相似的事物。
ἄλλος μὲν οὖν ὁ ἐπὶ τῷ ὑγιεινῷ ἔρως, ἄλλος δὲ ὁ ἐπὶ τῷ νοσώδει.
因此,健康状态下的爱欲是一回事,而疾病状态下的爱欲是另一回事。
ἔστιν δή, ὥσπερ ἄρτι Παυσανίας ἔλεγεν τοῖς μὲν ἀγαθοῖς καλὸν χαρίζεσθαι τῶν ἀνθρώπων, τοῖς δʼ ἀκολάστοις αἰσχρόν, οὕτω καὶ ἐν αὐτοῖς τοῖς σώμασιν τοῖς μὲν ἀγαθοῖς ἑκάστου τοῦ σώματος καὶ ὑγιεινοῖς καλὸν χαρίζεσθαι καὶ δεῖ, καὶ τοῦτό ἐστιν ᾧ ὄνομα τὸ ἰατρικόν, τοῖς δὲ κακοῖς καὶ νοσώδεσιν αἰσχρόν τε καὶ δεῖ ἀχαριστεῖν, εἰ μέλλει τις τεχνικὸς εἶναι.
正如刚才泡萨尼阿斯所说,向人类中高尚的人献好是美好的,而向放纵的人献好是可耻的,同样在身体内部,向每个身体中高尚且健康的部分献好是美好的,也是必须的,而这正是被称为医学的技艺;但向卑劣且患病的部分,如果一个人想要成为名副其实的技艺者,就必须予以拒绝,且这是可耻的。
ἔστι γὰρ ἰατρική, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, ἐπιστήμη τῶν τοῦ σώματος ἐρωτικῶν πρὸς πλησμονὴν καὶ κένωσιν, καὶ ὁ διαγιγνώσκων ἐν τούτοις τὸν καλόν τε καὶ αἰσχρὸν ἔρωτα, οὗτός ἐστιν ὁ ἰατρικώτατος, καὶ ὁ μεταβάλλειν ποιῶν, ὥστε ἀντὶ τοῦ ἑτέρου ἔρωτος τὸν ἕτερον κτᾶσθαι, καὶ οἷς μὴ ἔνεστιν ἔρως, δεῖ δʼ ἐγγενέσθαι, ἐπιστάμενος ἐμποιῆσαι καὶ ἐνόντα ἐξελεῖν, ἀγαθὸς ἂν εἴη δημιουργός.
因为医学,总而言之,就是关于身体在充盈与排空方面的爱欲知识,而在这些事务中能辨别出美妙之爱与可耻之爱的人,就是最具医术的医生;此外,那些能使人做出改变,从而获得一种爱欲以取代另一种爱欲的人,以及懂得在没有爱欲但需要产生它时予以植入、在已有爱欲时予以消除的人,才会是一位优秀的匠人。
δεῖ γὰρ δὴ τὰ ἔχθιστα ὄντα ἐν τῷ σώματι φίλα οἷόν τʼ εἶναι ποιεῖν καὶ ἐρᾶν ἀλλήλων.
因为确实必须能够使身体中最敌对的元素变得友好并彼此相爱。
ἔστι δὲ ἔχθιστα τὰ ἐναντιώτατα, ψυχρὸν θερμῷ, πικρὸν γλυκεῖ, ξηρὸν ὑγρῷ, πάντα τὰ τοιαῦτα·
而最敌对的元素也就是最相反的元素:冷与热、苦与甜、干与湿,以及所有诸如此类的事物。
τούτοις ἐπιστηθεὶς ἔρωτα ἐμποιῆσαι καὶ ὁμόνοιαν ὁ ἡμέτερος πρόγονος Ἀσκληπιός, ὥς φασιν οἵδε οἱ ποιηταὶ καὶ ἐγὼ πείθομαι, συνέστησεν τὴν ἡμετέραν τέχνην.
我们的祖先阿斯克勒庇俄斯正是懂得如何在这些事物中植入爱欲与和谐,才创立了我们的技艺,正如眼前的这些诗人所说,而我也深信不疑。
§187ἥ τε οὖν ἰατρική, ὥσπερ λέγω, πᾶσα διὰ τοῦ θεοῦ τούτου κυβερνᾶται, ὡσαύτως δὲ καὶ γυμναστικὴ καὶ γεωργία·
” “因此,正如我所说,整个医学都由这位神明支配,体育和农耕也是如此。
μουσικὴ δὲ καὶ παντὶ κατάδηλος τῷ καὶ σμικρὸν προσέχοντι τὸν νοῦν ὅτι κατὰ ταὐτὰ ἔχει τούτοις, ὥσπερ ἴσως καὶ Ἡράκλειτος βούλεται λέγειν, ἐπεὶ τοῖς γε ῥήμασιν οὐ καλῶς λέγει.
至于音乐,任何稍加留意的人都显然能看出它也处于相同的情况,正如赫拉克利特或许想要表达的那样,尽管他在言辞上表达得并不十分美妙。
τὸ ἓν γάρ φησι διαφερόμενον αὐτὸ αὑτῷ συμφέρεσθαι, ὥσπερ ἁρμονίαν τόξου τε καὶ λύρας.
因为他说:‘一,在自身对立的同时,又与自身相合,就像弓与琴的和谐。
ἔστι δὲ πολλὴ ἀλογία ἁρμονίαν φάναι διαφέρεσθαι ἢ ἐκ διαφερομένων ἔτι εἶναι.
’但是,说和谐本身存在对立,或者说它仍由处于对立中的元素构成,这是非常荒谬的。
ἀλλὰ ἴσως τόδε ἐβούλετο λέγειν, ὅτι ἐκ διαφερομένων πρότερον τοῦ ὀξέος καὶ βαρέος, ἔπειτα ὕστερον ὁμολογησάντων γέγονεν ὑπὸ τῆς μουσικῆς τέχνης.
不过,也许他是想这样表达:由起初处于对立的高音和低音,在随后通过音乐技艺达成一致之后,便产生了和谐。
οὐ γὰρ δήπου ἐκ διαφερομένων γε ἔτι τοῦ ὀξέος καὶ βαρέος ἁρμονία ἂν εἴη·
因为如果高音和低音仍然处于对立状态,想必就不会有和谐。
ἡ γὰρ ἁρμονία συμφωνία ἐστίν, συμφωνία δὲ ὁμολογία τις—ὁμολογίαν δὲ ἐκ διαφερομένων, ἕως ἂν διαφέρωνται, ἀδύνατον εἶναι· διαφερόμενον δὲ αὖ καὶ μὴ ὁμολογοῦν ἀδύνατον ἁρμόσαι—ὥσπερ γε καὶ ὁ ῥυθμὸς ἐκ τοῦ ταχέος καὶ βραδέος, ἐκ διενηνεγμένων πρότερον, ὕστερον δὲ ὁμολογησάντων γέγονε.
因为和谐是一种协和,而协和是一种一致——但处于对立中的元素,只要它们还在对立,就不可能达成一致;同样,要把对立且不一致的事物调和起来也是不可能的——正如节奏也是由起初处于对立的快与慢,在随后达成一致之后产生的一样。
τὴν δὲ ὁμολογίαν πᾶσι τούτοις, ὥσπερ ἐκεῖ ἡ ἰατρική, ἐνταῦθα ἡ μουσικὴ ἐντίθησιν, ἔρωτα καὶ ὁμόνοιαν ἀλλήλων ἐμποιήσασα·
音乐在所有这些元素中注入一致,正如医学在身体中那样,植入了彼此的爱欲与和谐。
καὶ ἔστιν αὖ μουσικὴ περὶ ἁρμονίαν καὶ ῥυθμὸν ἐρωτικῶν ἐπιστήμη.
因此,音乐同样是关于和谐与节奏的爱欲知识。
καὶ ἐν μέν γε αὐτῇ τῇ συστάσει ἁρμονίας τε καὶ ῥυθμοῦ οὐδὲν χαλεπὸν τὰ ἐρωτικὰ διαγιγνώσκειν, οὐδὲ ὁ διπλοῦς ἔρως ἐνταῦθά πω ἔστιν· ἀλλʼ ἐπειδὰν δέῃ πρὸς τοὺς ἀνθρώπους καταχρῆσθαι ῥυθμῷ τε καὶ ἁρμονίᾳ ἢ ποιοῦντα, ὃ δὴ μελοποιίαν καλοῦσιν, ἢ χρώμενον ὀρθῶς τοῖς πεποιημένοις μέλεσί τε καὶ μέτροις, ὃ δὴ παιδεία ἐκλήθη, ἐνταῦθα δὴ καὶ χαλεπὸν καὶ ἀγαθοῦ δημιουργοῦ δεῖ.
在和谐与节奏本身的构成中,辨别爱欲之事并不困难,那里还没有双重的爱欲;但是,当需要将节奏与和谐应用到人类身上时,无论是进行创作,即人们所说的作歌,还是正确使用已经创作好的曲调和格律,即所谓的教育,在这里就会出现困难,需要优秀的匠人。
πάλιν γὰρ ἥκει ὁ αὐτὸς λόγος, ὅτι τοῖς μὲν κοσμίοις τῶν ἀνθρώπων, καὶ ὡς ἂν κοσμιώτεροι γίγνοιντο οἱ μήπω ὄντες, δεῖ χαρίζεσθαι καὶ φυλάττειν τὸν τούτων ἔρωτα, καὶ οὗτός ἐστιν ὁ καλός, ὁ οὐράνιος, ὁ τῆς Οὐρανίας μούσης Ἔρως·
因为同样的论点再次出现:必须向人类中规矩的人,以及那些尚未规矩但将变得更规矩的人献好,并维护他们的爱欲,而这就是美妙的天上之爱,即天上缪斯的爱欲。
ὁ δὲ Πολυμνίας ὁ πάνδημος, ὃν δεῖ εὐλαβούμενον προσφέρειν οἷς ἂν προσφέρῃ, ὅπως ἂν τὴν μὲν ἡδονὴν αὐτοῦ καρπώσηται, ἀκολασίαν δὲ μηδεμίαν ἐμποιήσῃ, ὥσπερ ἐν τῇ ἡμετέρᾳ τέχνῃ μέγα ἔργον ταῖς περὶ τὴν ὀψοποιικὴν τέχνην ἐπιθυμίαις καλῶς χρῆσθαι, ὥστʼ ἄνευ νόσου τὴν ἡδονὴν καρπώσασθαι.
而波吕姆尼亚的爱欲则是世俗的,我们在将其应用于任何人时都必须小心谨慎,以便在收获其快乐的同时不至于植入任何放纵,正如在我们的技艺中,美妙地利用关于烹饪技艺的欲望,从而在不生病的情况下收获快乐,是一件伟大的工作一样。 ”

词汇与语法注释

  1. 186aεἰπεῖν — 不定动词 `εἰπεῖν` 是带宾格主语 `τὸν Ἐρυξίμαχον` 的间接引语不定式,延续了前一节中由 `ἔφη` 引入的转述结构。
  2. 187aδιαφερόμενον αὐτὸ αὑτῷ συμφέρεσθαι — 引用赫拉克利特的残篇。分词 `διαφερόμενον` 与主语 `τὸ ἕν` 一致(意为“处于分歧或对立中”),而 `συμφέρεσθαι` 是依赖于 `φησι` 的不定式(意为“趋于一致”)。厄里希马库斯批评这一表达不合逻辑(`ἀλογία`),并将其重新解释为时间上的先后过程。
  3. 187cἐρωτικῶν ἐπιστήμη — 中性复数属格 `ἐρωτικῶν`(意为“爱欲之事”)作为名词 `ἐπιστήμη`(“知识”)的宾格性属格(objective genitive),意为“关于爱欲之事的知识”。

引用这一段

柏拉图, 会饮篇 §186-187. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg011.humanitext-grc2:186-187

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。